- 底本
- Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.47.1-15.47.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-27
斯巴达的姆纳西普斯围攻科尔库拉,但被雅典派出的克特西克莱斯击败。随后迟到的提摩太等雅典舰队俘获了西西里的增援船只,此外塞浦路斯和意大利也发生了变故。
Λακεδαιμόνιοι δὲ στρατηγὸν καταστήσαντες Μνάσιππον ἐξαπέστειλαν ἐπὶ τὴν Κόρκυραν, ἔχοντα τριήρεις μὲν ἑξήκοντα καὶ πέντε, στρατιώτας δὲ χιλίους καὶ πεντακοσίους. οὗτος δὲ καταπλεύσας εἰς τὴν νῆσον καὶ προσλαβόμενος τοὺς φυγάδας εἰσέπλευσεν εἰς τὸν λιμένα, καὶ τεττάρων μὲν νεῶν ἐκυρίευσε, τῶν δὲ ὑπολοίπων τριῶν νεῶν φυγουσῶν πρὸς τὴν γῆν, αὗται μὲν ἐνεπρήσθησαν1 ὑπὸ τῶν Κορκυραίων, ἵνα μὴ τοῖς πολεμίοις ὑποχείριοι γένωνται. ἐνίκησε δὲ καὶ πεζῇ τοὺς ἐπὶ τῇ γῇ λόφον τινὰ κατειλημμένους, καὶ καθόλου πολὺν φόβον τοῖς Κορκυραίοις ἐπέστησεν.
拉刻代蒙人任命姆纳西普斯为将军,派他率领六十五艘三段式战船和一千五百名士兵前往科尔库拉。他航行到该岛,接纳了流亡者,并驶入港口。他夺取了四艘船只,而其余三艘船向陆地逃去,被科尔库拉人纵火焚烧,以免落入敌人手中。他还在陆战中击败了那些占领了某座山丘的人,总之给科尔库拉人带来了极大的恐惧。
Ἀθηναῖοι δὲ καὶ πάλαι μὲν ἀπεστάλκεισαν Τιμόθεον τὸν Κόνωνος ἐπὶ βοήθειαν τοῖς Κορκυραίοις μετὰ νεῶν ἑξήκοντα· οὗτος δὲ πρὸ τῆς συμμαχίας ταύτης2 πλεύσας ἐπὶ Θρᾴκης, καὶ πολλὰς πόλεις ἐπὶ συμμαχίαν προκαλεσάμενος, προσέθηκε τριάκοντα τριήρεις·
另一方面,雅典人早在先前就已派科农之子提摩太率领六十艘船只去援助科尔库拉人。但他在此次同盟行动之前,曾航行到色雷斯,邀请许多城市加入同盟,并增添了三十艘三段式战船。
τότε δὲ καθυστερῶν τῆς τῶν Κορκυραίων συμμαχίας τὸ μὲν πρῶτον ἀπέβαλε τὴν στρατηγίαν, τοῦ δήμου χαλεπῶς πρὸς αὐτὸν διατεθέντος· ὡς δὲ παρέπλευσεν εἰς τὰς Ἀθήνας, ἄγων πρέσβεων πλῆθος τῶν τὴν συμμαχίαν συντιθεμένων καὶ τριάκοντα τριήρεις προστεθεικώς, πάντα δὲ τὸν στόλον εὖ κατεσκευακὼς πρὸς τὸν πόλεμον, μετενόησεν ὁ δῆμος καὶ πάλιν αὐτῷ τὴν στρατηγίαν ἀποκατέστησεν.
但在当时,由于他耽误了与科尔库拉人的同盟援助,起初他失去了将军职位,因为平民对他心怀愤怒。然而,当他航行回到雅典,带回了大量前来结盟的使者,并增添了三十艘三段式战船,且将整支舰队为战争做好了充分准备时,平民感到后悔,再次恢复了他的将军职位。
προσκατεσκεύαζον δὲ καὶ ἄλλας τριήρεις τετταράκοντα, ὥστε τὰς πάσας γίνεσθαι ἑκατὸν καὶ τριάκοντα· ἐποιοῦντο δὲ καὶ σίτου καὶ βελῶν καὶ τῶν ἄλλων τῶν εἰς πόλεμον χρησίμων ἀξιολόγους παρασκευάς. κατὰ δὲ τὸ παρὸν στρατηγὸν ἑλόμενοι Κτησικλέα μετὰ στρατιωτῶν πεντακοσίων ἐξέπεμψαν βοηθήσοντα τοῖς Κορκυραίοις.
他们还另外准备了四十艘三段式战船,使总数达到一百三十艘;他们还对粮食、投射武器和其他对战争有用的物资作了相当的准备。至于眼前,他们选任克特西克莱斯为将军,派他率领五百名士兵去援助科尔库拉人。
οὗτος δὲ λάθρᾳ νυκτὸς ἔλαθε τοὺς πολιορκοῦντας εἰσπλεύσας3 εἰς Κόρκυραν· καὶ καταλαβὼν τοὺς ἐν τῇ πόλει πρὸς μὲν ἀλλήλους στασιάζοντας, τὰ δὲ κατὰ τὸν πόλεμον κακῶς διοικοῦντας, τὰς μὲν στάσεις διέλυσε, τῆς δὲ πόλεως πολλὴν ἐπιμέλειαν ποιησάμενος εὐθαρσεῖς ἐποίησε τοὺς πολιορκουμένους.
他在夜间暗中避开包围者的耳目,驶入科尔库拉。他发现城中的人互相争斗内讧,对战争事务管理不善,于是平息了内讧,对城市给予了极大的关照,使被包围的人重新振作起来。
καὶ τὸ μὲν πρῶτον ἀπροσδοκήτως τοῖς πολιορκοῦσιν ἐπιθέμενος ἀνεῖλεν αὐτῶν περὶ διακοσίους, ὕστερον δὲ μεγάλης μάχης γενομένης τόν τε Μνάσιππον ἀνεῖλε καὶ τῶν ἄλλων οὐκ ὀλίγους· τέλος δὲ τοὺς πολιορκοῦντας εἰς πολιορκίαν συγκλείσας μεγάλων ἐπαίνων ἔτυχεν.
起初,他出其不意地袭击了包围者,杀死了他们之中的大约两百人。后来,在一场大战中,他不仅杀死了姆纳西普斯,还杀死了不少其他人。最后,他将包围者反而围困起来,赢得了极大的赞誉。
τοῦ δὲ περὶ τὴν Κόρκυραν πολέμου σχεδὸν ἤδη τέλος ἔχοντος κατέπλευσεν ὁ στόλος τῶν Ἀθηναίων εἰς τὴν Κόρκυραν, ἔχων στρατηγοὺς Τιμόθεον καὶ Ἰφικράτην. οὗτοι δὲ τῶν καιρῶν ὑστερηκότες ἄλλο μὲν οὐδὲν ἔπραξαν μνήμης ἄξιον, τριήρεσι δὲ Σικελικαῖς περιτυχόντες, ἃς Διονύσιος ἦν ἀπεσταλκὼς Λακεδαιμονίοις ἐπὶ συμμαχίαν, ὧν ἡγοῦντο Κισσίδης καὶ Κρίνιππος, αὐτάνδρους εἷλαν, οὔσας ἐννέα·4 τοὺς δʼ ἁλόντας λαφυροπωλήσαντες, καὶ πλείω τῶν ἑξήκοντα ταλάντων ἀθροίσαντες, ἐμισθοδότησαν τὴν δύναμιν.
在围绕科尔库拉的战争几乎已经结束之时,雅典舰队以提摩太和伊菲克拉特斯为将军驶入科尔库拉。他们因错过了时机,没有做出其他值得一提的事迹,但遇到了九艘西西里的三段式战船(这些船是狄奥尼修斯派给拉刻代蒙人结盟的,由基西德斯和克里尼普斯指挥),并将它们连人带船一并俘获。他们将俘虏作为战利品卖掉,筹集了六十多塔兰同,并用这笔钱给军队发放了军饷。
ἅμα δὲ τούτοις πραττομένοις κατὰ μὲν τὴν Κύπρον Νικοκλῆς ὁ εὐνοῦχος ἐδολοφόνησεν Εὐαγόραν τὸν βασιλέα καὶ τῆς τῶν Σαλαμινίων βασιλείας ἐκυρίευσε, κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι πρὸς Πραινεστίνους παραταξάμενοι καὶ νικήσαντες τοὺς πλείστους τῶν ἀντιταξαμένων κατέκοψαν.
在这些事进行的同时,在塞浦路斯,宦官尼科克莱斯刺杀了国王埃瓦戈拉斯,夺取了萨拉米斯人的王位;而在意大利,罗马人列阵对抗普莱内斯蒂人并击败了他们,斩杀了大部分反抗的敌人。
- 15.47.1τῶν δὲ ὑπολοίπων τριῶν νεῶν φυγουσῶν... αὗται μὲν ἐνεπρήσθησαν
属格绝对(τῶν ὑπολοίπων τριῶν νεῶν φυγουσῶν)的不规则用法。通常属格绝对的主语与主句主语不同,但此处该主语在主句中通过指示代词(αὗται)再次作为主语出现。
- 15.47.2πρὸ τῆς συμμαχίας ταύτης
指示对象的判断。根据前文,这指的是提摩太耽误的“(基于同盟对)科尔库拉的救援行动”。它表明在进行该行动之前,他在色雷斯进行了其他的结盟谈判并扩充了军力。
- 15.47.5ἔλαθε τοὺς πολιορκοῦντας εἰσπλεύσας
λανθάνω 加上分词(εἰσπλεύσας)的惯用表达,意为“在不被发觉的情况下做某事”或“避开某人做某事”。副词 λάθρᾳ 重复使用起到了强调和加强语气的作用。
- 15.47.7αὐτάνδρους εἷλαν, οὔσας ἐννέα
αὐτάνδρους 是意为“连人带船”或“全体船员在内”的形容词,作为次级谓语修饰动词 εἷλαν 省略的直接宾语(ναῦς 或 τριήρεις,“船”)。οὔσας ἐννέα 与该宾语保持一致。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
- 2026-11-15 AI校阅 — 译文 2 处
