← 西西里的狄奥多罗斯

历史丛书

§15.39.1-15.39.3

底比斯的崛起与伊巴密浓达的才能

记述了在伊巴密浓达等杰出领袖的带领下,底比斯人挑战陆上霸权并击败斯巴达人,并着重介绍了伊巴密浓达的教育背景与军事才能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.39.1

οἱ δὲ Θηβαῖοι, τῇ τε ῥώμῃ τῶν σωμάτων καὶ ταῖς ἀλκαῖς διαφέροντες καὶ πολλαῖς μάχαις προνενικηκότες τοὺς Λακεδαιμονίους, μετέωροι τοῖς φρονήμασιν ὑπῆρχον καὶ τῆς κατὰ γῆν ἡγεμονίας ἠμφισβήτουν. οὐ διεψεύσθησαν δὲ τῆς ἐλπίδος διὰ τὰς εἰρημένας αἰτίας καὶ διὰ τὸ πλείονας ἔχειν1 ἀγαθοὺς ἡγεμόνας καὶ στρατηγοὺς κατὰ τοὺς ὑποκειμένους χρόνους.

底比斯人因身体强健、英勇过人,且在多次战斗中曾击败过斯巴达人,因而意气风发,争夺陆上的霸权。由于上述原因,也因为他们在所谈及的时期拥有更多优秀的领袖和将领,他们的期望并未落空。

§15.39.2

ἐπιφανέστατοι δʼ ἦσαν Πελοπίδας καὶ Γοργίδας καὶ Ἐπαμεινώνδας· οὗτος γὰρ οὐ μόνον τῶν ὁμοεθνούντων, ἀλλὰ καὶ πάντων Ἑλλήνων πολὺ προέσχεν ἀνδρείᾳ τε καὶ στρατηγικῇ συνέσει. μετέσχε γὰρ ἐπὶ πολὺ πάσης παιδείας, καὶ μάλιστα τῆς Πυθαγορικῆς φιλοσοφίας· πρὸς δὲ τούτοις φυσικοῖς προτερήμασι κεχορηγημένος, εἰκότως καὶ πράξεις ἐπιφανεστάτας συνετέλεσεν. διὸ καὶ συναναγκασθεὶς ὀλίγοις πολιτικοῖς στρατιώταις πρὸς πάσας τὰς τῶν Λακεδαιμονίων καὶ τῶν συμμάχων δυνάμεις ἀγωνίσασθαι,2 τοσοῦτον ὑπερέσχε τῶν ἀνικήτων στρατιωτῶν, ὥστε3 τὸν βασιλέα τῶν Σπαρτιατῶν Κλεόμβροτον ἀνελεῖν, τὸ δὲ πλῆθος τῶν ἀντιταχθέντων ἄρδην σχεδὸν κατακόψαι.

其中最杰出的是皮洛皮达斯、戈尔吉达斯和伊巴密浓达;因为后者不仅在同胞中,而且在所有希腊人中,在勇气和军事智慧方面都远胜一筹。他曾深入学习各种教育,尤其是毕达哥拉斯学派的哲学;此外,他天赋异禀,自然而然地成就了极其辉煌的功绩。因此,当他被迫仅率少数公民士兵与斯巴达人及其盟友的全部军队交战时,他极大地压倒了那些“无敌的”士兵,以至于击杀了斯巴达国王克勒翁布罗托斯,并几乎将对阵的敌军斩杀殆尽。

§15.39.3

καὶ τὰ τηλικαῦτα παραδόξως διεπράξατο διὰ τὴν ἀγχίνοιαν καὶ τὴν ἐκ παιδείας αὐτῷ περιγεγενημένην ἀρετήν. ἀλλὰ περὶ μὲν τούτων μικρὸν ὕστερον ἐν τοῖς κατὰ μέρος ἐκτεθεῖσι σαφέστερον δηλώσομεν, νῦν δʼ ἐπὶ τὸ συνεχὲς τῆς ἱστορίας τρεψόμεθα.

他凭借自己的聪明睿智以及通过教育获得的德行,出人意料地完成了如此伟大的功绩。不过,关于这些事情,我们稍后将在具体叙述中更清晰地予以阐明,现在我们将转向历史的连续叙述。

语法注3 条
  1. 15.39.1διὰ τὸ πλείονας ἔχειν ...

    冠词不定式 τὸ ... ἔχειν 用作介词 διά 的宾语。不定式的逻辑主语与主句主语(底比斯人)相同,因此被省略。形容词 πλείονας(即 πλείους 的宾格复数形式)修饰 ἀγαθοὺς ἡγεμόνας καὶ στρατηγοὺς。

  2. 15.39.2συναναγκασθεὶς ... ἀγωνίσασθαι

    被动分词 συναναγκασθείς 修饰主句的主语(伊巴密浓达),并带有一个补足性不定式 ἀγωνίσασθαι(意为“被迫去交战”)。与格 ὀλίγοις πολιτικοῖς στρατιώταις 表示伴随(“仅率少数公民士兵”)。

  3. 15.39.2τοσοῦτον ὑπερέσχε ... ὥστε ...

    此处使用了关联结构 τοσοῦτον ... ὥστε。副词 τοσοῦτον(“如此地”)修饰动词 ὑπερέσχε,并引出由 ὥστε 引导的结果从句。在结果从句中,使用不定式 ἀνελεῖν 和 κατακόψαι 表示实际发生的结果,其逻辑主语为伊巴密浓达。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.39.1-15.39.3