← 西西里的狄奥多罗斯

历史丛书

§15.21.1-15.21.3

特勒乌蒂亚斯的出征与战死奥林索斯

欧达米达斯与阿明塔斯联合对抗奥林索斯人但处于劣势,斯巴达遂派遣特勒乌蒂亚斯率援军前往。特勒乌蒂亚斯起初取得优势,但在随后的激战中战死,斯巴达军队惨败。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.21.1

οὗτος δʼ ἐμβαλὼν εἰς τὴν χώραν τῶν Ὀλυνθίων, κοινῇ μετʼ Ἀμύντου διεπολέμει πρὸς Ὀλυνθίους. εἶθʼ οἱ μὲν Ὀλύνθιοι δύναμιν ἀξιόλογον ἠθροικότες ἐπλεονέκτουν ἐν ταῖς μάχαις, στρατιώτας πλείους ἔχοντες τῶν πολεμίων·1 οἱ δὲ Λακεδαιμόνιοι δύναμιν ἀξιόλογον προχειρισάμενοι κατέστησαν στρατηγὸν ἐπʼ αὐτῆς Τελευτίαν. οὗτος δʼ ἦν ἀδελφὸς μὲν Ἀγησιλάου τοῦ βασιλέως, θαυμαζόμενος δʼ ἐπʼ ἀρετῇ παρὰ τοῖς πολίταις.

他侵入奥林索斯人的领地,与阿明塔斯共同对奥林索斯人作战。随后,奥林索斯人集结了相当规模的兵力,在战斗中占了上风,因为他们拥有的士兵比敌人更多。而拉栖代梦人则筹备了一支相当规模的军队,并任命特勒乌蒂亚斯为其将军。此人是国王阿格西劳斯的兄弟,因其美德而深受公民们的钦佩。

§15.21.2

ἀναζεύξας οὖν μετὰ δυνάμεως ἐκ τῆς Πελοποννήσου καὶ καταντήσας πλησίον τῆς Ὀλυνθίων παρέλαβε τοὺς μετὰ Εὐδαμίδου στρατιώτας. γενόμενος δὲ ἀξιόμαχος2 τὸ μὲν πρῶτον τὴν τῶν Ὀλυνθίων χώραν ἐδῄωσε, καὶ συναγαγὼν πλῆθος λείας ἐμέρισε τοῖς στρατιώταις. τῶν δὲ Ὀλυνθίων μετὰ τῶν συμμάχων πανδημεὶ παραταξαμένων3 συνῆψε μάχην. καὶ τὸ μὲν πρῶτον ἰσορρόπου τοῦ κινδύνου γενομένου διεχωρίσθησαν· μετὰ δὲ ταῦτα γενομένης μάχης ἰσχυρᾶς, αὐτός τε ὁ Τελευτίας ἔπεσε λαμπρῶς ἀγωνισάμενος, καὶ τῶν Λακεδαιμονίων ἀνῃρέθησαν πλείους τῶν χιλίων καὶ διακοσίων.

于是,他率军离开伯罗奔尼撒,抵达奥林索斯领地附近,接收了随同欧达米达斯的士兵。在拥有了足以为战的力量后,起初他蹂躏了奥林索斯人的领地,并搜集了大量战利品,分发给士兵们。而当奥林索斯人与盟友一起倾巢而出排兵布阵时,他与之交战。起初,由于战局均势,双方各自撤兵;但此后发生了一场激烈的战斗,特勒乌蒂亚斯本人在英勇作战后阵亡,拉栖代梦人方面损失了一千二百多人。

§15.21.3

τηλικαύτης δʼ εὐημερίας γενομένης τοῖς Ὀλυνθίοις, οἱ μὲν Λακεδαιμόνιοι, βουλόμενοι διορθώσασθαι τὸ γεγονὸς ἐλάττωμα, δυνάμεις ἁδροτέρας ἐκπέμπειν παρεσκευάζοντο, οἱ δὲ Ὀλύνθιοι, νομίζοντες μείζοσι δυνάμεσιν ἥξειν τοὺς Σπαρτιάτας4 καὶ τὸν πόλεμον ἔσεσθαι πολυχρόνιον, σίτου τε παρασκευὰς ἀξιολόγους ἐποιοῦντο καὶ παρὰ τῶν συμμάχων στρατιώτας προσελαμβάνοντο.

奥林索斯人取得如此巨大的胜利后,拉栖代梦人希望挽回所发生的败局,准备派遣更强大的军队,而奥林索斯人认为斯巴达人将会以更大的兵力前来,且战争将会持久,便做好了充足的粮食整备,并向盟友招募了更多士兵。

语法注4 条
  1. 15.21.1στρατιώτας πλείους ἔχοντες τῶν πολεμίων

    现在分词 ἔχοντες 起原因分词的作用,解释了奥林索斯人为何能在战斗中占上风(ἐπλεονέκτουν)。

  2. 15.21.2γενόμενος δὲ ἀξιόμαχος

    过去时分词 γενόμενος 与主句的主语(特勒乌蒂亚斯)一致,带有时间或条件意味(“在[接收士兵后]拥有了足够抗衡的实力之后”)。

  3. 15.21.2τῶν δὲ Ὀλυνθίων μετὰ τῶν συμμάχων πανδημεὶ παραταξαμένων

    属格独立结构。过去时分词属格 παραταξαμένων 与其逻辑主语 τῶν Ὀλυνθίων 一起,表示在主句动作“交战(συνῆψε μάχην)”之前或作为其诱因的行动。

  4. 15.21.3νομίζοντες μείζοσι δυνάμεσιν ἥξειν τοὺς Σπαρτιάτας

    由分词 νομίζοντες 引导的带对格的不定式结构。将来时不定式 ἥξειν 的逻辑主语是处于对格的 τοὺς Σπαρτιάτας(“认为斯巴达人将会以更大的兵力前来”)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.21.1-15.21.3