← 西西里的狄奥多罗斯

历史丛书

§15.17.1-15.17.5

莱普提涅斯战死与西西里和平条约

在克罗尼翁战役中,莱普提涅斯战死,狄奥尼修斯的军队遭遇惨败,但获胜的迦太基人以宽大的条件提议媾和,双方最终达成割地赔款的和平条约。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.17.1

Λεπτίνης μὲν γὰρ ἐπὶ θατέρου1 κέρως τεταγμένος καὶ διαφέρων ἀνδρείᾳ, μαχόμενος ἡρωικῶς καὶ πολλοὺς ἀνελὼν τῶν Καρχηδονίων ἐπιφανῶς κατέστρεψε τὸν βίον· τούτου δὲ πεσόντος οἱ Φοίνικες θαρρήσαντες καὶ βιασάμενοι τοὺς ἀντιτεταγμένους ἐτρέψαντο.

因为被部署在其中一翼且勇猛超群的莱普提涅斯,在英勇作战并杀死了许多迦太基人之后,光荣地结束了生命;而当他倒下时,腓尼基人备受鼓舞,击退了与他们对峙的人,并使之溃败。

§15.17.2

Διονύσιος δὲ τὸ μὲν πρῶτον ἔχων ἐπιλέκτους τοὺς συντεταγμένους2 προετέρει τῶν ἀντιτεταγμένων· ὡς δʼ ὁ τοῦ Λεπτίνου θάνατος ἐγνώσθη καὶ τὸ ἕτερον κέρας συνετέτριπτο, κατεπλάγησαν οἱ τοῦ Διονυσίου καὶ πρὸς φυγὴν ὥρμησαν.

狄奥尼修斯起初将排好阵势的部下作为精锐率领,对与之对峙的敌人占有优势;但当莱普提涅斯的死讯传开,且另一翼被击碎时,狄奥尼修斯的人马惊恐万分,开始逃跑。

§15.17.3

τροπῆς δὲ παντελοῦς γενομένης, οἱ μὲν Καρχηδόνιοι φιλοτιμότερον καταδιώξαντες παρήγγελλον ἀλλήλοις μηδένα ζωγρεῖν· διὸ καὶ πάντων τῶν περικαταλαμβανομένων ἀναιρουμένων πᾶς ὁ πλησίον τόπος νεκρῶν ἐπληρώθη.

当彻底的溃败发生时,迦太基人更加入神地追击,并互相传令不留活口;因此,随着所有被包围的人都被杀死,附近所有的土地都填满了尸体。

§15.17.4

τοσοῦτος δʼ ἐγένετο φόνος, μνησικακούντων τῶν Φοινίκων, ὥστε τοὺς ἀναιρεθέντας εὑρεθῆναι τῶν Σικελιωτῶν πλείους τῶν μυρίων καὶ τετρακισχιλίων.3 οἱ δὲ περιλειφθέντες καταφυγόντες εἰς τὴν παρεμβολὴν τῆς νυκτὸς ἐπιγενομένης διεσώθησαν. οἱ δὲ Καρχηδόνιοι μεγάλῃ παρατάξει νικήσαντες ἀνεχώρησαν εἰς Πάνορμον.

由于腓尼基人怀恨在心,杀戮如此惨重,以至于被杀的西西里人被发现达一万四千多人。幸存者逃入营地,因夜色降临而得以生还。迦太基人在大捷后撤回了巴诺穆斯。

§15.17.5

ἀνθρωπίνως4 δὲ τὴν εὐημερίαν ἐνεγκόντες ἀπέστειλαν πρεσβευτάς, δόντες ἐξουσίαν τῷ Διονυσίῳ καταλύσασθαι τὸν πόλεμον. ἀσμένως δὲ τοῦ τυράννου προσδεξαμένου τοὺς λόγους ἐγένοντο διαλύσεις, ὥστʼ ἔχειν ἀμφοτέρους ὧν πρότερον ὑπῆρχον κύριοι· ἐξαίρετον δʼ ἔλαβον οἱ Καρχηδόνιοι τὴν τῶν Σελινουντίων πόλιν τε καὶ χώραν καὶ τῆς Ἀκραγαντίνης μέχρι τοῦ Ἁλύκου καλουμένου ποταμοῦ. ἔτισε δὲ Διονύσιος τοῖς Καρχηδονίοις τάλαντα χίλια. καὶ τὰ μὲν κατὰ Σικελίαν ἐν τούτοις ἦν.

然而,他们以温和的态度对待这一胜利,派遣了使节,给狄奥尼修斯提供了结束战争的机会。由于僭主欣然接受了这些提议,双方达成了和解,使得双方各自保留原先拥有的领土;但迦太基人作为特权获得了塞利努斯人的城市和土地,以及阿克拉加斯领土中直抵被称为哈吕克斯的河流为止的部分。狄奥尼修斯还向迦太基人支付了一千塔兰同。西西里的局势至此便处于这种状态。

语法注4 条
  1. 15.17.1θατέρου

    τοῦ ἑτέρου(两者之一)的缩略形。在此指战场两翼中的一翼(由莱普提涅斯指挥的一翼)。

  2. 15.17.2ἔχων ἐπιλέκτους τοὺς συντεταγμένους

    形容词 ἐπιλέκτους(精锐的、选拔的)作宾语补足语(谓语性),结构为“将排好阵势的部下(τοὺς συντεταγμένους)作为精锐(率领)”。

  3. 15.17.4πλείους τῶν μυρίων καὶ τετρακισχιλίων

    πλείους 是比较级宾格复数 πλείονας 的缩略形。其后的属格 τῶν μυρίων καὶ τετρακισχιλίων 是比较属格,意为“多于一万四千(一万与四千)人”。

  4. 15.17.5ἀνθρωπίνως

    副词,字面意为“人性地、人类般地”,在此处指在胜利后不骄傲放纵,而是“温和地”、“有节制地”行事。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.17.1-15.17.5