- 底本
- Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.arg.0
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本章节为狄奥多罗斯《历史丛书》第十四卷的目录,列举了雅典三十人僭主统治、叙拉古僭主狄奥尼修斯的战争与统治、阿格西劳斯远征、科林斯战争及高卢人占领罗马等主要历史事件。
τάδε ἔνεστιν ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν Διοδώρου βύβλων. κατάλυσις ἐν Ἀθήναις τῆς δημοκρατίας καὶ κατάστασις ἀνδρῶν τριάκοντα. παρανομία τῶν τριάκοντα ἀνδρῶν εἰς τοὺς πολίτας. ὡς1 Διονύσιος ὁ τύραννος ἀκρόπολιν κατασκευάσας διεμέρισε τὴν πόλιν καὶ τὴν χώραν τοῖς πλήθεσιν. ὡς Διονύσιος παραλυομένην τὴν τυραννίδα παραδόξως αὐτὴν ἀνεκτήσατο. ὡς Λακεδαιμόνιοι διῴκησαν τὰ κατὰ τὴν Ἑλλάδα. Ἀλκιβιάδου θάνατος, καὶ Κλεάρχου τοῦ Λάκωνος τυραννὶς ἐν Βυζαντίῳ καὶ κατάλυσις. ὡς Λύσανδρος ὁ Λακεδαιμόνιος ἐπιβαλόμενος καταλῦσαι τοὺς ἀφʼ Ἡρακλέους ἀπέτυχεν. ὡς Διονύσιος Κατάνην μὲν καὶ Νάξον ἐξηνδραποδίσατο, Λεοντίνους δὲ μετῴκισεν εἰς Συρακούσας. κτίσις Ἀλαίσης ἐν τῇ Σικελίᾳ. Λακεδαιμονίων πρὸς Ἠλείους πόλεμος. ὡς Διονύσιος τὸ πρὸς τοῖς Ἑξαπύλοις τεῖχος κατεσκεύασεν. ὡς Κῦρος στρατεύσας ἐπὶ τὸν ἀδελφὸν ἀνῃρέθη. ὡς Λακεδαιμόνιοι τοῖς κατὰ τὴν Ἀσίαν Ἕλλησιν ἐβοήθησαν. κτίσις Ἀδρανοῦ κατὰ τὴν Σικελίαν, καὶ Σωκράτους τοῦ φιλοσόφου θάνατος. κατασκευὴ τοῦ περὶ τὴν Χερρόνησον τείχους. παρασκευὴ Διονυσίου πρὸς τὸν Καρχηδονιακὸν πόλεμον καὶ ὁπλοποιία, καθʼ ἣν εὗρε τὸ καταπελτικὸν βέλος. ὡς Καρχηδονίοις καὶ Διονυσίῳ πόλεμος ἐνέστη. ὡς Διονύσιος Μοτύην πόλιν ἐπίσημον Καρχηδονίων ἐξεπολιόρκησεν. ὡς Αἰγεσταῖοι τὴν Διονυσίου παρεμβολὴν ἐνέπρησαν. ὡς Καρχηδόνιοι τριάκοντα μυριάσι διαβάντες εἰς τὴν Σικελίαν ἐπολέμουν πρὸς Διονύσιον. Διονυσίου ἀποχώρησις εἰς τὰς Συρακούσας. Καρχηδονίων στρατεία ἐπὶ τὸν πορθμόν, καὶ ἅλωσις τῆς Μεσσήνης. ναυμαχία Καρχηδονίων πρὸς Διονύσιον μεγάλη καὶ νίκη Καρχηδονίων. σύλησις τῶν ναῶν τῆς τε Δήμητρος καὶ Κόρης ὑπὸ Καρχηδονίων. κόλασις ἐκ θεῶν τῶν ἱεροσύλων, καὶ φθορὰ τῆς Καρχηδονίων δυνάμεως ὑπὸ νόσου λοιμικῆς. ναυμαχία Συρακοσίων πρὸς Καρχηδονίους καὶ νίκη Συρακοσίων. δημηγορία Θεοδώρου περὶ τῆς ἐλευθερίας. ὡς Διονύσιος τοὺς ταραχωδεστάτους χιλίους μισθοφόρους καταστρατηγήσας ἐποίησε κατακοπῆναι. ὡς Διονύσιος τὰ φρούρια καὶ τὴν παρεμβολὴν τῶν Καρχηδονίων ἐπολιόρκησεν. ὡς Διονύσιος ἐκπολιορκήσας Καρχηδονίους πολλὰς τῶν πολεμίων ναῦς ἐνέπρησεν. Καρχηδονίων ἧττα κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν. δρασμὸς τῶν Καρχηδονίων νυκτὸς Διονυσίου συνεργήσαντος λάθρᾳ τῶν Συρακοσίων ἐπὶ τετρακοσίοις ταλάντοις.2 τὰ συμβάντα Καρχηδονίοις δυσχερῆ διὰ τὴν εἰς τὸ θεῖον ἀσέβειαν. συνοικισμὸς τῶν κατὰ Σικελίαν ἀναστάτων γεγενημένων πόλεων. ὡς Διονύσιος τῶν Σικελικῶν πόλεων ἃς μὲν ἐξεπολιόρκησεν, ἃς δʼ εἰς συμμαχίαν προσηγάγετο. ὡς πρὸς τοὺς δυνάστας Ἄγυρίν τε τὸν Ἀγυρηναῖον3 καὶ Νικόδημον τὸν Κεντοριπῖνον φιλίαν συνέθετο. ὡς Ἀγησίλαος ὁ Σπαρτιατῶν βασιλεὺς μετὰ δυνάμεως εἰς τὴν Ἀσίαν διέβη καὶ τὴν ὑπὸ Πέρσας τεταγμένην χώραν ἐπόρθησεν. ὡς Ἀγησίλαος ἐνίκησε μάχῃ τοὺς Πέρσας ἡγουμένου Φαρναβάζου. περὶ τοῦ Βοιωτικοῦ πολέμου καὶ τῶν πραχθέντων ἐν αὐτῷ. ὡς Κόνων ὑπὸ Περσῶν κατασταθεὶς στρατηγὸς τὰ τείχη τῶν Ἀθηναίων ἀνῳκοδόμησεν. ὡς περὶ Κόρινθον Λακεδαιμόνιοι Βοιωτοὺς ἐνίκησαν καὶ ὁ πόλεμος οὗτος ἐκλήθη Κορινθιακός. ὡς Διονύσιος μετὰ πολλῶν κινδύνων παρεισπεσὼν εἰς τὸ Ταυρομένιον ἐξέπεσεν. ὡς Καρχηδόνιοι περὶ πόλιν Βάκαιναν ἡττήθησαν ὑπὸ Διονυσίου. στρατεία Καρχηδονίων εἰς Σικελίαν καὶ κατάλυσις τοῦ πολέμου. ὡς Θίβρος ὁ Λακεδαιμόνιος ὢν στρατηγὸς ὑπὸ Περσῶν ἡττηθεὶς ἀνῃρέθη. ὡς Διονύσιος Ῥήγιον ἐπολιόρκησεν. ὡς οἱ κατὰ τὴν Ἰταλίαν Ἕλληνες εἰς μίαν πολιτείαν συστάντες ἀντετάξαντο πρὸς Διονύσιον. ὡς Διονύσιος νικήσας τῇ μάχῃ καὶ μυρίους αἰχμαλώτους λαβών, ἀπέλυσεν ἄνευ λύτρων καὶ ταῖς πόλεσιν αὐτονομεῖσθαι συνεχώρησεν. Καυλωνίας καὶ Ἱππωνίου ἅλωσις καὶ κατασκαφὴ καὶ μετοίκησις εἰς Συρακούσας. ὡς οἱ Ἕλληνες πρὸς Ἀρταξέρξην εἰρήνην ἐποιήσαντο τὴν Ἀνταλκίδου. Ῥηγίου ἅλωσις καὶ τὰ περὶ τὴν πόλιν ἀτυχήματα. ἅλωσις Ῥώμης ὑπὸ Γαλατῶν πλὴν τοῦ Καπετωλίου.
狄奥多罗斯第十四卷内容如下: 在雅典推翻民主政体及建立三十人统治。 三十人对公民的违法暴行。 僭主狄奥尼修斯如何建造卫城,并将城市和土地分配给大众。 狄奥尼修斯在僭主统治面临崩溃时,如何出人意料地重夺统治权。 拉刻代蒙人如何管理希腊事务。 阿尔西比亚德斯之死,以及拉刻代蒙人克利阿科斯在拜占庭的僭主统治及其覆灭。 拉刻代蒙人莱桑德企图废黜赫拉克勒斯后裔,但未能成功。 狄奥尼修斯如何奴役卡塔奈和纳克索斯,并将莱翁蒂尼人迁往叙拉古。 西西里阿莱萨城的建立。 拉刻代蒙人与埃利斯人的战争。 狄奥尼修斯如何建造赫克萨皮隆附近的城墙。 小居鲁士如何向其兄长进军并被杀。 拉刻代蒙人如何援助亚洲的希腊人。 西西里阿德拉农城的建立,以及哲学家苏格拉底之死。 赫尔索尼苏斯半岛周围城墙的建造。 狄奥尼修斯为迦太基战争所做的准备和武器制造,在此期间他发明了弩炮之矢。 迦太基人与狄奥尼修斯之间的战争如何爆发。 狄奥尼修斯如何攻占迦太基人的著名城市莫提亚。 埃格斯塔人如何放火烧毁狄奥尼修斯的营地。 迦太基人如何率领三十万大军渡海至西西里,与狄奥尼修斯交战。 狄奥尼修斯撤退至叙拉古。 迦太基人对海峡的远征,以及墨西拿的失陷。 迦太基人与狄奥尼修斯之间的大规模海战,以及迦太基人的胜利。 迦太基人如何掠夺德墨忒尔与科瑞的神庙。 神明对掠夺神庙者的惩罚,以及瘟疫对迦太基军队的摧毁。 叙拉古人与迦太基人的海战,以及叙拉古人的胜利。 德奥多鲁斯关于自由的民众演讲。 狄奥尼修斯如何用计歼灭最难对付的一千名雇佣兵。 狄奥尼修斯如何包围迦太基人的要塞和营地。 狄奥尼修斯如何攻陷迦太基人防线,并烧毁敌方的大量船只。 迦太基人在陆地和海上的双重败北。 迦太基人在夜间逃亡,狄奥尼修斯为四百塔兰同的利益背着叙拉古人暗中予以协助。 迦太基人因对神明不敬而遭遇的种种灾祸。 西西里岛上被毁城市的重建。 狄奥尼修斯如何攻陷部分西西里城市,并拉拢其他城市结盟。 他如何与统治者阿吉里乌姆的阿吉里斯和肯图里派的尼科德摩斯结好。 斯巴达国王阿格西劳斯如何率军渡海至亚洲,并蹂躏波斯统治下的土地。 阿格西劳斯如何在法尔纳巴佐斯指挥的战斗中击败波斯人。 关于波奥蒂亚战争及其中发生的事件。 科农如何被波斯人任命为将军,并重建雅典的城墙。 拉刻代蒙人如何在科林斯附近击败波奥蒂亚人,这场战争被称为科林斯战争。 狄奥尼修斯如何冒着巨大的危险闯入陶罗梅尼翁,但被击退。 迦太基人如何在巴凯纳城附近被狄奥尼修斯击败。 迦太基人对西西里的远征以及战争的结束。 作为拉刻代蒙人将军的西布伦如何被波斯人击败并杀害。 狄奥尼修斯如何围攻雷吉翁。 意大利的希腊人如何联合成单一国家以对抗狄奥尼修斯。 狄奥尼修斯如何赢得战斗并俘虏万人,但无赎金释放他们并允许这些城市享有自治。 考洛尼亚和希波尼翁的失陷、毁灭以及居民迁往叙拉古。 希腊人如何与阿塔薛西斯缔结《安塔尔基达斯和约》。 雷吉翁的失陷以及该市所遭遇的厄运。 高卢人如何占领罗马(除卡皮托林山外)。
- 14.arg.0ὡς
在目录和章节标题中,接续词 ὡς(意为“如何”或“……的事实”)引导名词性从句,用作章节的标题。这是古典文献摘要和索引中非常标准的书写格式。
- 14.arg.0ἐπὶ τετρακοσίοις ταλάντοις
前置词 ἐπί 接与格(τετρακοσίοις ταλάντοις)在此处表示交易或协议的“条件”或“代价”,意为“以四百塔兰同为条件/代价”。
- 14.arg.0Ἄγυρίν τε τὸν Ἀγυρηναῖον
人名 Ἄγυρις(阿吉里斯)与表示阿吉里乌姆市居民名的形容词 Ἀγυρηναῖος 并置,意为“阿吉里乌姆的统治者阿吉里斯”,在修辞上形成了同音字组的叠用效果。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(4 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 1 处
- 2026-09-21 AI校阅 — 原文 1 处
- 2026-09-21 AI校阅 — 译文 2 处
