← 西西里的狄奥多罗斯

历史丛书

§14.93.1-14.93.5

罗马攻陷维伊与利帕拉的蒂马西特乌斯

记述博斯普鲁斯国王萨堤罗斯去世及莱孔继位,罗马人攻陷维伊,以及罗马人因得到利帕拉人蒂马西特乌斯救助使节而对其后代授予免税特权。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.93.1

περὶ δὲ τὸν αὐτὸν χρόνον καὶ Σάτυρος ὁ Σπαρτάκου μὲν υἱός, βασιλεὺς δὲ Βοσπόρου, ἐτελεύτησεν, ἄρξας1 ἔτη τετταράκοντα· τὴν ἡγεμονίαν δὲ διεδέξατο ὁ υἱὸς Λεύκων ἐπʼ ἔτη τετταράκοντα.

大约在同一时间,斯巴达克斯之子、博斯普鲁斯国王萨堤罗斯在统治了四十年后去世;他的儿子莱孔继承了统治权,在位四十年。

§14.93.2

κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι πολιορκοῦντες ἑνδέκατον ἔτος Βηίους κατέστησαν αὐτοκράτορα2 μὲν Μάρκον Φούριον, ἵππαρχον δὲ Πόπλιον Κορνήλιον. οὗτοι δὲ ἀναλαβόντες τὰς δυνάμεις Βηίους ἐξεπολιόρκησαν διώρυγα3 κατασκευάσαντες, καὶ τὴν πόλιν ἐξανδραποδισάμενοι τούς τε ἄνδρας καὶ τὴν ἄλλην λείαν ἐλαφυροπώλησαν.

在意大利,罗马人对维伊进行了十一年的围攻,并任命马尔库斯·富里乌斯为独裁官,普布利乌斯·科尔内利乌斯为骑兵长官。他们接管军队后,通过建造坑道攻占了维伊,并将该城居民沦为奴隶,变卖了人口和其余战利品。

§14.93.3

ὁ μὲν οὖν αὐτοκράτωρ θρίαμβον ἤγαγεν, ὁ δὲ τῶν Ῥωμαίων δῆμος ἐκ τῶν λαφύρων δεκάτην ἐξελόμενος χρυσοῦν κατεσκεύασε κρατῆρα καὶ εἰς Δελφοὺς ἀνέθηκεν.

于是,独裁官举行了凯旋式,而罗马人民从战利品中提取十分之一,制作了一个金制双耳大杯并奉献于德尔斐。

§14.93.4

οἱ δὲ κομίζοντες αὐτὸν πρεσβευταὶ λῃσταῖς Λιπαραίοις περιέπεσον, καὶ πάντες αἰχμαλωτισθέντες κατήχθησαν εἰς Λιπάραν. Τιμασίθεος δʼ ὁ τῶν Λιπαραίων στρατηγὸς γνοὺς τὸ γεγενημένον, τούς τε πρεσβευτὰς ἀνέσωσε καὶ τὸ χρυσίον ἀποδοὺς εἰς Δελφοὺς τοὺς πρέσβεις ἀποκατέστησεν. οἱ δὲ τὸν κρατῆρα κομίζοντες, ἀναθέντες αὐτὸν εἰς τὸν τῶν Μασσαλιητῶν θησαυρόν, εἰς Ῥώμην ἀνέστρεψαν.

运送大杯的使节遭遇了利帕拉的海盗,所有人被俘并被带到利帕拉。然而,利帕拉人的将军蒂马西特乌斯得知此事后,营救了使节,归还了黄金,并将使节们送往德尔斐。运送大杯的人们在将其奉献于马萨利亚人的宝库后,返回了罗马。

§14.93.5

διόπερ ὁ δῆμος τῶν Ῥωμαίων πυθόμενος τὴν τοῦ Τιμασιθέου καλοκἀγαθίαν, παραχρῆμα αὐτὸν ἐτίμησε δημόσιον δοὺς κατάλυμα, καὶ μετὰ ταῦτʼ ἔτεσιν ἑκατὸν τριάκοντα ἑπτὰ4 τὴν Λιπάραν ἀφελόμενος τῶν Καρχηδονίων τοὺς ἐγγόνους τοῦ Τιμασιθέου τῶν τε εἰσφορῶν ἀτελεῖς ἀφῆκε καὶ ἐλευθέρους ἐποίησεν.

因此,罗马人民听说了蒂马西特乌斯的高尚品质,立即授予他公共住所来表彰他,并在一百三十七年后,当他们从迦太基人手中夺取利帕拉时,免除了蒂马西特乌斯后代的税收并给予他们自由。

语法注4 条
  1. 14.93.1ἄρξας

    不定过去时分词表示动作的完成,意为“统治了(四十年)之后”,用以说明死前整个统治期的总长度。

  2. 14.93.2αὐτοκράτορα

    罗马临时官职 dictator(独裁官)的希腊语翻译。同样,随后的 hipparchos 指的是 magister equitum(骑兵长官)。

  3. 14.93.2διώρυγα

    该名词通常意为“运河”或“沟渠”,但在此处指罗马人为渗透并攻占维伊而挖掘的地下“坑道”(cuniculus)。

  4. 14.93.5ἔτεσιν ἑκατὸν τριάκοντα ἑπτὰ

    表示时间差或程度的与格(“一百三十七年后”),用作修饰后续分词 aphelomenos 的时间性状语。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.93.1-14.93.5