- 底本
- Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.90.1-14.90.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-28
雅典和罗马的新任官员就职,而在西西里,迦太基将军马贡重整旗鼓,却在阿巴凯农附近被狄奥尼修斯击败。随后狄奥尼修斯夜袭雷吉翁,但雷吉翁人在将军赫洛里斯的计策下成功保卫了城市,双方最终达成了一年的休战。
τοῦ δὲ ἔτους τούτου διεληλυθότος Ἀθήνησι μὲν παρέλαβε τὴν ἀρχὴν Δημόστρατος, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν διῴκουν χιλίαρχοι ἕξ, Λεύκιος Τιτίνιος, Πόπλιος Λικίνιος, Πόπλιος Μελαῖος, Κόιντος Μάλλιος, Γναῖος Γενύκιος, Λεύκιος Ἀτίλιος. τούτων δὲ τὴν ἀρχὴν παρειληφότων Μάγων ὁ τῶν Καρχηδονίων στρατηγὸς διέτριβε μὲν ἐν Σικελίᾳ, τὰ δὲ πράγματα τῶν Καρχηδονίων ἀπὸ τῆς γεγενημένης συμφορᾶς ἀνελάμβανε·
这一年过去后,在雅典由德莫斯特拉托斯接任执政官,而在罗马则由六位军事护民官,即卢修斯·蒂蒂尼乌斯、普布利乌斯·里基尼乌斯、普布利乌斯·梅莱乌斯、昆图斯·马利乌斯、格奈乌斯·格努基乌斯和卢修斯·阿蒂利乌斯行使执政官权力。当这些人接任职务时,迦太基人的将军马贡留在了西西里,并从此前发生的灾难中重整迦太基的局势。
ταῖς τε γὰρ ὑποτεταγμέναις πόλεσι φιλανθρώπως προσεφέρετο καὶ τοὺς ὑπὸ Διονυσίου πολεμουμένους ὑπεδέχετο. ἐποιήσατο δὲ καὶ πρὸς τοὺς πλείστους τῶν Σικελῶν συμμαχίας, καὶ δυνάμεις ἀθροίσας ἐστράτευσεν εἰς τὴν Μεσσηνίαν. λεηλατήσας δὲ τὴν χώραν καὶ πολλῆς ὠφελείας ἐγκρατὴς γενόμενος ἀνέζευξε καὶ πρὸς Ἀβακαίνῃ πόλει συμμαχίδι κατεστρατοπέδευσεν.
因为他宽厚地对待那些臣属的城市,并收留了那些受到狄奥尼修斯攻击的人。他还与大多数西西里人结成了同盟,并在聚集起军队后,进军美塞尼亚地区。在劫掠了该地并获得了大量战利品后,他撤军并在盟友阿巴凯农城附近驻扎下来。
Διονυσίου δὲ ἐπελθόντος μετὰ τῆς δυνάμεως παρετάχθησαν, καὶ γενομένης καρτερᾶς μάχης ἐνίκησαν οἱ περὶ Διονύσιον.1 καὶ οἱ μὲν Καρχηδόνιοι πλείους ὀκτακοσίων ἀποβαλόντες ἔφυγον εἰς τὴν πόλιν, Διονύσιος δὲ τότε μὲν εἰς Συρακούσας ἀνέζευξε, μετὰ δέ τινας ἡμέρας ἑκατὸν τριήρεις πληρώσας ἐστράτευσεν ἐπὶ Ῥηγίνους.
但当狄奥尼修斯率军赶来时,双方列阵交战,经过一场激烈的战斗,狄奥尼修斯的一方获得了胜利。迦太基人损失了八百多人后逃入城内;狄奥尼修斯当时撤回了叙拉古,但几天后,他装备了一百艘三段击桨船,向雷吉翁人发动了进攻。
ἀπροσδοκήτως δὲ νυκτὸς ἐπιφανεὶς τῇ πόλει τὰς πύλας ἐνέπρησε καὶ τοῖς τείχεσι προσήρεισε κλίμακας. οἱ δὲ Ῥηγῖνοι τὸ μὲν πρῶτον ὀλίγοι προσβοηθήσαντες ἐπεχείρουν σβεννύναι τὴν φλόγα, μετὰ δὲ ταῦτα Ἑλώριδος τοῦ στρατηγοῦ παραγενομένου καὶ συμβουλεύσαντος τἀναντία πράττειν ἔσωσαν τὴν πόλιν.
他在夜间出其不意地出现在该城,放火烧毁了城门,并将梯子架在城墙上。雷吉翁人起初只有少数人赶来救援,企图扑灭火焰,但随后,在将军赫洛里斯赶到并建议他们采取相反的行动后,他们保住了城市。
σβεννύντες2 μὲν γὰρ τὸ πῦρ οὐκ ἂν ἴσχυσαν Διονύσιον κωλῦσαι εἰσελθεῖν, ὀλίγοι παντελῶς ὄντες, ἐκ δὲ τῶν ἐγγὺς οἰκιῶν ἐνέγκαντες φρύγανα καὶ ξύλα τὴν φλόγα κατεσκεύαζον μείζονα, μέχρι ὅτου τὸ πλῆθος ἐν τοῖς ὅπλοις ἀθροισθὲν παρεβοήθησεν.
因为如果他们当时去灭火,由于人数极少,他们将无法阻止狄奥尼修斯攻入,但他们从附近的房屋中搬来柴火和木材,使火焰烧得更大,直到武装起来的民众聚集起来并赶来救援。
Διονύσιος δὲ τῆς ἐπιβολῆς ἀποτυχὼν ἐπῆλθε τὴν χώραν ἐμπυρίζων καὶ δενδροτομῶν, καὶ μετὰ ταῦτʼ ἐνιαυσίους ἀνοχὰς ποιησάμενος ἐξέπλευσεν ἐπὶ Συρακουσῶν.
狄奥尼修斯未能得手,便席卷了该地区,放火并砍伐树木,在此之后,他达成了为期一年的休战协定,然后启航前往叙拉古。
- 14.90.4οἱ περὶ Διονύσιον
该表达由介词 περί 接宾格构成,意为“狄奥尼修斯及其部下/随从”,即“狄奥尼修斯一方”。此处用作主语,指代狄奥尼修斯率领的整个军队。
- 14.90.6σβεννύντες
现在分词 σβεννύντες 与归结句中的 οὐκ ἂν ἴσχυσαν(ἄν 搭配直说过去式,表示过去反事实条件)相呼应,起到了条件从句的作用(“如果他们当时去灭火的话”)。这解释了如果他们继续灭火就会无法阻止入侵的假设,而实际上他们听从建议加大了火势。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-10-12)
- 2026-10-12 统一书写 — 译文 1 处
- 2026-09-21 AI校阅 — 注 1 处
