← 西西里的狄奥多罗斯

历史丛书

§14.81.1-14.81.6

哈利亚尔托斯战役赖桑德战死与科农整备舰队

玻奥提亚战争爆发,斯巴达将军赖桑德在哈利亚尔托斯战役中战死。与此同时,科农会见波斯国王阿尔塔薛西斯,获得了资金与军备支持,并选择法尔纳巴佐斯为共同指挥官以加强舰队。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.81.1

τῶν δὲ κατὰ τὴν Ἀσίαν τοῦτον τὸν τρόπον διῳκημένων,1 Φωκεῖς πρὸς Βοιωτοὺς ἔκ τινων ἐγκλημάτων εἰς πόλεμον καταστάντες ἔπεισαν τοὺς Λακεδαιμονίους συμμαχεῖν κατὰ τῶν Βοιωτῶν. καὶ τὸ μὲν πρῶτον αὐτοῖς ἀπέστειλαν Λύσανδρον μετὰ στρατιωτῶν ὀλίγων, ὃς εἰσελθὼν εἰς τὴν Φωκίδα συνήγαγε δύναμιν· μετὰ δὲ ταῦτα καὶ Παυσανίας ὁ βασιλεὺς ἐξεπέμφθη μετὰ στρατιωτῶν ἑξακισχιλίων.

当亚洲的事务以此种方式处理完毕后,福基斯人因某些争端与玻奥提亚人陷入战争,他们说服拉刻代蒙人联合起来对抗玻奥提亚人。起初,拉刻代蒙人向他们派遣了带少数士兵的赖桑德,赖桑德进入福基斯后便集结了军队;此后,国王保萨尼亚斯也被派去,带了六千名士兵。

§14.81.2

Βοιωτοὶ δὲ πείσαντες Ἀθηναίους συνεπιλαβέσθαι τοῦ πολέμου, τότε μὲν καθʼ αὑτοὺς ὥρμησαν, καὶ κατέλαβον2 Ἁλίαρτον ὑπὸ Λυσάνδρου καὶ Φωκέων πολιορκουμένην. γενομένης δὲ μάχης ὅ τε Λύσανδρος ἔπεσε καὶ τῶν Λακεδαιμονίων καὶ τῶν συμμάχων πολλοί, τῶν δὲ Βοιωτῶν ἡ μὲν ὅλη φάλαγξ ταχέως ἐπέστρεψεν ἀπὸ τοῦ διωγμοῦ, τῶν δὲ Θηβαίων ὡς διακόσιοι προχειρότερον εἰς τόπους τραχεῖς ἑαυτοὺς δόντες ἀνῃρέθησαν.

玻奥提亚人则说服雅典人参与战争,当时他们独自出发,抵达了正被赖桑德和福基斯人包围的哈利亚尔托斯。战斗爆发后,赖桑德战死,许多拉刻代蒙人及盟友也一同阵亡;玻奥提亚人的整个方阵迅速从追击中撤回,但底比斯人中有大约两百人因过于轻率地冲入险峻地形而被杀。

§14.81.3

ὁ μὲν οὖν πόλεμος οὗτος ἐκλήθη Βοιωτικός, Παυσανίας δὲ ὁ τῶν Λακεδαιμονίων βασιλεὺς πυθόμενος τὴν ἧτταν ἀνοχὰς ἐποιήσατο πρὸς Βοιωτοὺς καὶ τὴν δύναμιν ἀπήγαγε πρὸς Πελοπόννησον.

于是这场战争被称为玻奥提亚战争。而拉刻代蒙人的国王保萨尼亚斯在获悉战败后,与玻奥提亚人达成了停战协定,并将军队撤回了伯罗奔尼撒。

§14.81.4

Κόνων δʼ ὁ τῶν Περσῶν ναύαρχος ἐπὶ μὲν τοῦ στόλου κατέστησεν Ἱερώνυμον καὶ Νικόδημον Ἀθηναίους ὄντας, αὐτὸς δὲ σπεύδων ἐντυχεῖν τῷ βασιλεῖ παρέπλευσεν εἰς Κιλικίαν, κἀκεῖθεν εἰς Θάψακον τῆς Συρίας πορευθεὶς ἀνὰ τὸν Εὐφράτην ποταμὸν ἔπλευσεν εἰς Βαβυλῶνα.

此时,波斯舰队司令科农任命雅典人希埃罗尼穆斯和尼科德穆斯掌管舰队,而他自己急于谒见国王,便沿海航行至基利家,并从那里前往叙利亚的塔普萨科斯,沿着幼发拉底河乘船前往巴比伦。

§14.81.5

ἐκεῖ δʼ ἐντυχὼν τῷ βασιλεῖ καταναυμαχήσειν3 ἐπηγγείλατο τοὺς Λακεδαιμονίους, ἂν αὐτῷ χρήματα καὶ τὴν ἄλλην παρασκευὴν ἑτοιμάσῃ κατὰ τὴν ἑαυτοῦ προαίρεσιν.

他在那里谒见国王后,承诺如果国王按照他自己的意愿为他准备资金和其他军备,他将在海战中击败拉刻代蒙人。

§14.81.6

ὁ δʼ Ἀρταξέρξης ἐπαινέσας αὐτὸν καὶ δωρεαῖς μεγάλαις τιμήσας, συνέστησε ταμίαν τὸν χορηγήσοντα χρημάτων πλῆθος ὅσον ἂν προστάττῃ Κόνων, καὶ τὴν ἐξουσίαν ἔδωκεν αὐτῷ λαβεῖν εἰς τὸν πόλεμον συνηγησόμενον ὃν ἂν προαιρῆται Περσῶν.4 Κόνων μὲν οὖν Φαρνάβαζον ἑλόμενος τὸν σατράπην κατέβαινεν εἰς τὴν θάλατταν, ἅπαντα διῳκηκὼς κατὰ τὴν ἑαυτοῦ διάνοιαν.

阿尔塔薛西斯赞扬了他,用厚礼赐予他荣誉,并指派了一名财政官,负责供应科农所命令的任何数额的资金,还赋予他权力,让他可以选择任何他想要的波斯人作为战争中的共同指挥官。于是,科农选择了总督法尔纳巴佐斯,在按照自己的意图安排好一切之后,动身下往海边。

语法注4 条
  1. 14.81.1τῶν δὲ κατὰ τὴν Ἀσίαν τοῦτον τὸν τρόπον διῳκημένων

    属格独立结构,带有被动完成时分词 διῳκημένων,交代了前一章所述亚洲事务(如蒂萨费尔内斯倒台等)已告一段落的时间性或原因性背景。

  2. 14.81.2κατέλαβον

    动词 καταλαμβάνω 在此意为“抵达处于特定状态的地点”,暗示他们到达时发现哈利亚尔托斯正处于被包围之中。分词 πολιορκουμένην 作谓语性修饰,描述了这一状态。

  3. 14.81.5καταναυμαχήσειν

    将来时不定式,作为表示承诺或宣告的动词 ἐπηγγείλατο 的宾语,构成间接引语。由于不定式的逻辑主语与主句主语(科农)相同,故予以省略。

  4. 14.81.6ὃν ἂν προαιρῆται Περσῶν

    由关系代词与助词 ἄν 及虚拟语气 προαιρῆται 结合而成的泛指条件从句(“任何他所选择的人”)。属格 Περσῶν 是部分属格,限定了关系代词所指代的人群范围。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.81.1-14.81.6