- 底本
- Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.71.1-14.71.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-28
叙述了袭击迦太基军队的毁灭性疫病的悲惨进展、其各种症状,以及因恐惧而导致甚至连看护者也彼此抛弃的惨烈人性境遇。
ἥψατο μὲν οὖν ἡ νόσος πρῶτον τῶν Λιβύων, ἐξ ὧν πολλῶν ἀποθνησκόντων1 τὸ μὲν πρῶτον ἔθαπτον τοὺς τετελευτηκότας, μετὰ δὲ ταῦτα διά τε τὸ πλῆθος τῶν νεκρῶν καὶ διὰ τὸ τοὺς νοσοκομοῦντας ὑπὸ τῆς νόσου διαρπάζεσθαι,2 οὐδεὶς ἐτόλμα προσιέναι τοῖς κάμνουσιν. παραιρεθείσης οὖν καὶ τῆς θεραπείας ἀβοήθητος ἦν ἡ συμφορά.
因此,疫病首先袭击了利比亚人。由于他们中许多人死去,起初人们还埋葬死者,但随后由于尸体数量众多,且照料病患的人也被疫病夺去生命,便没有人再敢接近病患。于是,随着护理也被剥夺,这场灾难变得无可救药。
διὰ γὰρ τὴν τῶν ἀθάπτων δυσωδίαν καὶ τὴν ἀπὸ τῶν ἑλῶν σηπεδόνα πρῶτον μὲν ἤρχετο τῆς νόσου κατάρρους, μετὰ δὲ ταῦτʼ ἐγίνετο περὶ τὸν τράχηλον οἰδήματα· ἐκ δὲ τοῦ κατʼ ὀλίγον ἠκολούθουν πυρετοὶ καὶ περὶ τὴν ῥάχιν νεύρων πόνοι καὶ τῶν σκελῶν βαρύτητες· εἶτʼ ἐπεγίνοντο δυσεντερία καὶ φλύκταιναι περὶ τὴν ἐπιφάνειαν ὅλην τοῦ σώματος.
因为未埋葬尸体的恶臭和沼泽中产生的腐烂,最初是以卡他作为疫病的开端,随后在脖子周围出现肿胀;接着渐渐地,伴随而来的是发热、脊柱腱部疼痛以及双腿沉重;随后赤痢和全身表面的水疱也接踵而至。
τοῖς μὲν οὖν πλείστοις τοιοῦτον ἦν τὸ πάθος, τινὲς δʼ εἰς μανίαν καὶ λήθην τῶν ἁπάντων ἔπιπτον, οἳ περιπορευόμενοι τὴν παρεμβολὴν ἐξεστῶτες τοῦ φρονεῖν3 ἔτυπτον τοὺς ἀπαντῶντας. καθόλου δὲ συνέβη καὶ τὴν ἀπὸ τῶν ἰατρῶν βοήθειαν ἄπρακτον εἶναι καὶ διὰ τὸ μέγεθος τοῦ πάθους καὶ τὴν ὀξύτητα τοῦ θανάτου· πεμπταῖοι γὰρ ἢ τὸ πλεῖστον ἑκταῖοι μετήλλαττον,4 δεινὰς ὑπομένοντες τιμωρίας, ὥσθʼ ὑπὸ πάντων μακαρίζεσθαι τοὺς ἐν τῷ πολέμῳ τετελευτηκότας.
对大多数人来说,病痛折磨就是如此,但也有一些人陷入了疯狂,遗忘了一切。他们神志不清地在营地里徘徊,殴打遇见的任何人。总体而言,由于病症的严重和死亡的迅速,医生的救治也无济于事;因为病患在第五天、或者至多在第六天,便在忍受极度痛苦中死去,以至于所有人都羡慕那些在战争中牺牲的人是幸运的。
καὶ γὰρ οἱ τοῖς κάμνουσι παρεδρεύοντες ἐνέπιπτον εἰς τὴν νόσον ἅπαντες, ὥστε δεινὴν εἶναι τὴν συμφορὰν τῶν ἀρρωστούντων, μηδενὸς θέλοντος ὑπηρετεῖν τοῖς ἀτυχοῦσιν. οὐ γὰρ μόνον οἱ μηδὲν προσήκοντες ἀλλήλους ἐγκατέλειπον, ἀλλʼ ἀδελφοὶ μὲν ἀδελφούς, φίλοι δὲ τοὺς συνήθεις ἠναγκάζοντο προΐεσθαι διὰ τὸν ὑπὲρ αὑτῶν φόβον.
因为凡是看护病患的人也都染上了疫病,所以病人的处境极其凄惨,没有一个人愿意照料这些不幸者。不仅毫无关系的人彼此抛弃,甚至连兄弟也被迫遗弃兄弟,朋友也因对自己生命安全的恐惧而不得不抛弃知己。
- 14.71.1ἐξ ὧν πολλῶν ἀποθνησκόντων
关系代词 ὧν(先行词为 Λιβύων)被拉入属格独立分词结构 πολλῶν ἀποθνησκόντων 之中,用作其逻辑主语的一部分。
- 14.71.1διά τε τὸ πλῆθος τῶν νεκρῶν καὶ διὰ τὸ τοὺς νοσοκομοῦντας ὑπὸ τῆς νόσου διαρπάζεσθαι
连词 τε...καί 连接了两个表示原因的短语。第二个 διά 后面支配着冠词性不定式 τὸ ... διαρπάζεσθαι,而分词 τοὺς νοσοκομοῦντας 则作为该不定式的对格主语。
- 14.71.3ἐξεστῶτες τοῦ φρονεῖν
动词 ἐξίστημι 的不及物完成式分词 ἐξεστῶτες(意为“失去理智、神志不清”)支配着属格冠词性不定式 τοῦ φρονεῖν(思考、理智),此处作表示分离的属格补足语。
- 14.71.3πεμπταῖοι γὰρ ἢ τὸ πλεῖστον ἑκταῖοι μετήλλαττον
形容词 πεμπταῖοι 和 ἑκταῖοι 在语法上与主语一致,但在语义上作副词用,表示时间(在第五天或第六天)。未完成过去式动词 μετήλλαττον 意为“去世、结束生命”。
