← 西西里的狄奥多罗斯

历史丛书

§14.35.1-14.35.7

提萨斐尼接管沿海与塔莫斯之死

在拉刻斯担任雅典执政官期间,波斯国王派遣提萨斐尼接管沿海总督领,致使总督塔莫斯逃往埃及并遇害,同时引发了斯巴达与提萨斐尼之间的冲突。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.35.1

τοῦ δʼ ἔτους τούτου διελθόντος Ἀθήνησι μὲν ἦρχε Λάχης, ἐν δὲ τῇ Ῥώμῃ τὴν ὕπατον ἀρχὴν διῴκουν χιλίαρχοι, Μάνιος Κλώδιος, Μάρκος Κοΐντιος, Λεύκιος Ἰούλιος, Μάρκος Φούριος, Λεύκιος Οὐαλέριος, ἐγενήθη δὲ καὶ Ὀλυμπιὰς πέμπτη πρὸς ταῖς ἐνενήκοντα, καθʼ ἣν ἐνίκα στάδιον Μίνως Ἀθηναῖος.

这一年过去后,拉刻斯在雅典担任执政官,而在罗马,则由军事护民官执掌执政官权力:马尼乌斯·克洛迪乌斯、马可·昆蒂乌斯、卢基乌斯·尤利乌斯、马可·富里乌斯、卢基乌斯·瓦莱里乌斯;期间还举办了第九十五届奥林匹亚运动会,雅典的米诺斯夺得了短跑冠军。

§14.35.2

κατὰ δὲ τούτους τοὺς χρόνους Ἀρταξέρξης μὲν ὁ τῆς Ἀσίας βασιλεὺς καταπεπολεμηκὼς Κῦρον ἀπεστάλκει Τισσαφέρνην παραληψόμενον πάσας τὰς ἐπὶ θαλάττῃ σατραπείας. διόπερ οἱ Κύρῳ συμμαχήσαντες σατράπαι καὶ πόλεις ἐν ἀγωνίᾳ πολλῇ καθειστήκεισαν, μήποτε δῶσι τιμωρίαν ὑπὲρ ὧν ἐξήμαρτον εἰς τὸν βασιλέα.

在这一时期,亚洲国王阿尔塔薛西斯在击败库鲁斯后,派遣提萨斐尼去接管沿海所有的总督领。因此,曾与库鲁斯结盟的总督和城市都陷入了极大的焦虑之中,担心因对国王犯下的罪行而受到惩罚。

§14.35.3

οἱ μὲν οὖν ἄλλοι σατράπαι διαπρεσβευσάμενοι πρὸς Τισσαφέρνην ἐξεθεράπευον καὶ τὰ καθʼ αὑτοὺς ἐτίθεντο πρὸς αὐτόν, ὅπως ποτʼ ἦσαν δυνατοί· Ταμὼς δέ, μέγιστος ὢν αὐτῶν καὶ τῆς Ἰωνίας ἀφηγούμενος, εἰς τὰς τριήρεις ἐνέθετο τὰ χρήματα καὶ τοὺς υἱοὺς ἅπαντας πλὴν ἑνὸς τοῦ καλουμένου μὲν Γλοῦ, μετὰ δέ τινας χρόνους ἀφηγησαμένου1 τῶν βασιλικῶν δυνάμεων.

于是,其他总督通过向提萨斐尼派遣使者来讨好他,并尽其所能解决自己的问题。但是,他们之中权势最大、统治着伊奥尼亚的塔莫斯,将他的财产和所有的儿子(除了一个名叫格鲁斯的儿子,此人在一段时间后担任了皇家军队的指挥官)都送上了三段战船。

§14.35.4

εὐλαβηθεὶς οὖν ὁ Ταμὼς τὸν Τισσαφέρνην ἀπῆρεν εἰς Αἴγυπτον μετὰ τοῦ στόλου, καὶ κατέφυγε πρὸς Ψαμμήτιχον τὸν βασιλέα τῶν Αἰγυπτίων, ἀπόγονον ὄντα τοῦ Ψαμμητίχου. οὔσης δʼ αὐτῷ προγεγενημένης εὐεργεσίας2 εἰς τὸν βασιλέα, διελάμβανε τοῦτον ἕξειν οἷόν τινα λιμένα τῶν ἀπὸ τοῦ βασιλέως κινδύνων.

因此,塔莫斯惧怕提萨斐尼,率领舰队启航前往埃及,投奔了埃及国王普萨美提科斯,此人是古代普萨美提科斯的后代。由于塔莫斯以前曾对这位国王施过恩惠,他认为自己可以把这位国王当作避开来自亚洲国王危险的安全港湾。

§14.35.5

ὁ δὲ Ψαμμήτιχος τήν τε εὐεργεσίαν καὶ τὸ πρὸς τοὺς ἱκέτας ὅσιον παρʼ οὐδὲν ἡγησάμενος ἀπέσφαξε τὸν ἱκέτην καὶ φίλον μετὰ τῶν τέκνων,ὅπως τῶν τε χρημάτων καὶ τοῦ στόλου γένηται κύριος.

然而,普萨美提科斯完全不顾及过去的恩惠以及对寻求庇护者的神圣义务,为了占有财产和舰队,将这位寻求庇护的朋友和他的孩子们一起杀害。

§14.35.6

αἱ δὲ κατὰ τὴν Ἀσίαν Ἑλληνίδες πόλεις πυνθανόμεναι τὴν τοῦ Τισσαφέρνους κατάβασιν, περὶ σφῶν ἀγωνιῶσαι πρὸς Λακεδαιμονίους ἔπεμψαν πρέσβεις, δεόμεναι μὴ περιιδεῖν ἑαυτὰς ὑπὸ τῶν βαρβάρων ἀναστάτους γινομένας.3 οἱ δὲ Λακεδαιμόνιοι βοηθήσειν ἐπαγγειλάμενοι, πρὸς Τισσαφέρνην ἔπεμψαν πρέσβεις τοὺς ἐροῦντας μὴ ὅπλα πολέμια ἐπιφέρειν ταῖς Ἑλληνίσι πόλεσιν.

亚洲的希腊城市听说提萨斐尼南下的消息后,为自己的命运感到担忧,便向拉刻代蒙人派遣使者,请求不要坐视他们被野蛮人毁灭。拉刻代蒙人答应予以帮助,向提萨斐尼派遣使者,要求他不要对希腊城市使用敌对武力。

§14.35.7

Τισσαφέρνης δὲ μετὰ δυνάμεως ἐπὶ πρώτην ἐλθὼν τὴν Κυμαίων πόλιν τήν τε χώραν ἐπόρθησεν ἅπασαν καὶ πολλῶν αἰχμαλώτων ἐγκρατὴς ἐγένετο· μετὰ δὲ ταῦτα συγκλείσας αὐτοὺς εἰς πολιορκίαν, ὡς ὁ μὲν χειμὼν συνήγγισε, τὴν δὲ πόλιν ἑλεῖν οὐκ ἠδύνατο, τοὺς αἰχμαλώτους πολλῶν χρημάτων4 ἀπελύτρωσε καὶ τὴν πολιορκίαν ἔλυσεν.

提萨斐尼率领军队首先来到库美人的城市,蹂躏了其全部领土,并抓获了许多俘虏。此后,他将他们围困在城中进行包围,但由于冬季临近,他又无法攻克该城,于是他收取巨额赎金释放了俘虏,并解除了包围。

语法注4 条
  1. 14.35.3ἀφηγησαμένου

    修饰属格名词 Γλοῦ 的形容词性分词。虽为不定过去时,但在语境中描述的是主句动作发生之后的事件(“后来指挥了军队”)。

  2. 14.35.4οὔσης δʼ αὐτῷ προγεγενημένης εὐεργεσίας

    构成属格独立结构,其中代词与格 αὐτῷ 作所有与格(或施事与格),意为“由于他以前曾对国王施过恩惠”。

  3. 14.35.6ἀναστάτους γινομένας

    修饰动词 περιιδεῖν(περιοράω 的不定过去时不定式,意为“放任、坐视”)直接宾语 ἑαυτὰς 的补充性分词,意为“坐视自己被毁灭”。

  4. 14.35.7πολλῶν χρημάτων

    伴随动词 ἀπελύτρωσε(“赎回、释放”)的价格属格(Genitive of Price),表示交换或赎金的代价。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-10-12)
  • 2026-10-12 统一书写 — 译文 1 处
  • 2026-09-22 AI校阅 — 原文 1 处
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.35.1-14.35.7