← 西西里的狄奥多罗斯

历史丛书

§14.31.1-14.31.5

抵达克律索波利斯与万人远征的终结

记录希腊军队自科蒂奥拉出发,途经西诺普和赫拉克利亚,最终通过陆路抵达迦克墩的克律索波利斯,标志着万人远征的结束。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.31.1

κἀκεῖθεν εἰς Κοτύωρα πόλιν παρεγενήθησαν Ἑλληνίδα, Σινωπέων ἄποικον. ἐν ταύτῃ δὲ πεντήκονθʼ ἡμέρας διέτριψαν τοὺς περιοίκους τῆς Παφλαγονίας τε καὶ τοὺς ἄλλους βαρβάρους λῃστεύοντες. Ἡρακλεῶται δὲ καὶ Σινωπεῖς ἀπέστειλαν αὐτοῖς πλοῖα, διʼ ὧν αὐτοί τε καὶ τὰ σκευοφόρα διεκομίσθησαν.

他们从那里抵达了科蒂奥拉,这是一座希腊城市,也是西诺普人的殖民地。他们在这座城市里停留了五十天,掠夺帕夫拉戈尼亚的周边居民和其他异民族。赫拉克利亚人和西诺普人给他们送来了船只,通过这些船只,他们自己和行李都得以运送。

§14.31.2

ἡ δὲ Σινώπη Μιλησίων μὲν ἦν ἄποικος, κειμένη δʼ ἐν τῇ Παφλαγονίᾳ μέγιστον εἶχεν ἀξίωμα τῶν περὶ τοὺς τόπους· ἐν ᾗ δὴ καθʼ ἡμᾶς ἔσχε Μιθριδάτης ὁ πρὸς Ῥωμαίους διαπολεμήσας τὰ μέγιστα βασίλεια.

西诺普是米利都人的殖民地,位于帕夫拉戈尼亚,在该地区的所有地方中享有最高的声望;正是在这座城市里,在我们的时代,与罗马人作战的米特里达梯拥有他最大的王宫。

§14.31.3

παρεγενήθη δὲ καὶ ἐνταῦθα Χειρίσοφος ὁ πρὸς τὰς τριήρεις ἀπεσταλμένος ἄπρακτος.1 οὐ μὴν ἀλλʼ οἱ Σινωπεῖς φιλοφρόνως αὐτοὺς ξενίσαντες ἀπέπεμψαν αὐτοὺς κατὰ θάλατταν εἰς Ἡράκλειαν, Μεγαρέων ἄποικον· καὶ καθωρμίσθη πᾶς ὁ στόλος πρὸς τὴν Ἀχερουσίαν χερρόνησον, ὅπου φασὶν Ἡρακλέα τὸν ἐξ ᾅδου Κέρβερον ἀναγαγεῖν.

被派去获取三层桨战船的切里索福斯也回到了这里,但一事无成。然而,西诺普人热情地款待了他们,并由海路将他们送往麦加拉人的殖民地赫拉克利亚;整个舰队在阿刻戎半岛靠岸,据传赫拉克勒斯曾在此处将刻耳柏洛斯从冥界带出。

§14.31.4

ἐκεῖθεν δὲ πεζῇ διὰ Βιθυνίας πορευόμενοι κινδύνοις περιέπιπτον, τῶν ἐγχωρίων ἐξαπτομένων2 κατὰ τὴν πορείαν. μόγις οὖν διεσώθησαν εἰς Χρυσόπολιν τῆς Χαλκηδονίας οἱ περιλειφθέντες ἀπὸ μυρίων3 ὀκτακισχίλιοι τριακόσιοι.

从那里他们步行穿过比提尼亚,在行军过程中由于当地人的袭击而陷入危险。最终,原来的一万人中仅存的八千三百人,好不容易才安全抵达迦克墩领地的克律索波利斯。

§14.31.5

ἐκεῖθεν δὲ ῥᾳδίως ἤδη τὸ λοιπὸν τινὲς μὲν διεσώθησαν εἰς τὰς πατρίδας, οἱ δὲ λοιποὶ περὶ τὴν Χερρόνησον ἀθροισθέντες ἐπόρθουν τὴν παρακειμένην Θρᾳκῶν χώραν. ἡ μὲν οὖν ἐπʼ Ἀρταξέρξην Κύρου στρατεία τοιοῦτον ἔσχε τὸ τέλος.

从那里开始,接下来的旅程变得容易了,有些人安全回到了自己的祖国,而其余的人则聚集在色雷斯赫尔松尼斯一带,掠夺相邻的色雷斯人的土地。至此,库鲁斯反抗阿尔塔薛西斯的远征便落下了这样的帷幕。

语法注3 条
  1. 14.31.3ἄπρακτος

    主格形容词用作谓语性或副词性形容词,描述主语行动的状态或结果。它在修饰动词 παρεγενήθη 时起副词作用,意为“未成事地”或“徒劳地”。

  2. 14.31.4τῶν ἐγχωρίων ἐξαπτομένων

    属格独立分词结构。分词的主语 τῶν ἐγχωρίων(当地居民)与主句的主语(希腊士兵)不同,用于表示他们遭遇危险的“原因”或“伴随状况”。

  3. 14.31.4οἱ περιλειφθέντες ἀπὸ μυρίων

    介词 ἀπὸ 表示部分从整体中分离(“在一万人之中”)。带冠词的分词 οἱ περιλειφθέντες(“幸存者们”)与后面的具体数字 ὀκτακισχίλιοι τριακόσιοι(“八千三百人”)形成同格关系。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 译文 2 处
  • 2026-09-22 AI校阅 — 原文 1 处
urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.31.1-14.31.5