- 底本
- Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.29.1-14.29.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-28
希腊军队穿过各个部落的领土继续进军,最终在凯尼恩山看见大海并欣喜若狂。他们随后与马克罗内斯人结盟,并抵达科尔基斯人的土地,在战胜当地人后安顿休整。
ἐμμείναντες δὲ ταῖς κώμαις ἡμέρας ὀκτὼ παρεγενήθησαν πρὸς τὸν Φᾶσιν ποταμόν. ἐκεῖ δὲ τέτταρας ἡμέρας διανύσαντες διεπορεύοντο τὴν Χάων καὶ Φασιανῶν χώραν. ἐπιθεμένων δʼ αὐτοῖς τῶν ἐγχωρίων, τούτους μὲν ἐν τῇ μάχῃ νικήσαντες πολλοὺς ἀνεῖλον, αὐτοὶ δὲ καταλαμβάνοντες τὰς τῶν ἐγχωρίων κτήσεις γεμούσας ἀγαθῶν ἐνδιέτριψαν ἐν αὐταῖς ἡμέρας πεντεκαίδεκα.
在村庄里停留了八天之后,他们抵达了法希斯河。在那里度过了四天后,他们穿过卡奥伊人和法斯亚尼人的土地。尽管当地人袭击了他们,但他们在战斗中击败了对方并杀死了许多人,自己则占领了当地人充满物资的家园,并在那里逗留了十五天。
ἀναζεύξαντες δʼ ἐκεῖθεν διῆλθον τὴν Χαλδαίων καλουμένων χώραν ἐν ἡμέραις ἑπτά, καὶ παρεγενήθησαν πρὸς τὸν Ἅρπαγον ὀνομαζόμενον ποταμόν, ὄντα τὸ πλάτος πλέθρων τεττάρων. ἐντεῦθεν δὲ διὰ τῆς Σκυτίνων1 πορευόμενοι διῆλθον ὁδὸν πεδινήν, ἐν ᾗ2 τρεῖς ἡμέρας αὑτοὺς ἀνέλαβον, εὐποροῦντες ἁπάντων τῶν ἀναγκαίων. μετὰ δὲ ταῦτʼ ἀναζεύξαντες τεταρταῖοι παρεγενήθησαν πρὸς πόλιν μεγάλην Γυμνασίαν ὀνομαζομένην.
他们从那里拔营,在七天内通过了被称为迦勒底人的土地,并抵达了被称为哈尔帕戈斯河的河流,该河宽达四普勒特龙。从那里,他们穿过斯库提尼人的土地,走在平坦的道路上,在这期间,他们休整了三天,享受着充足的一切必需品。此后,他们拔营前进,在第四天抵达了一座被称为吉姆纳西亚的大城市。
ἐκ δὲ ταύτης ὁ τῶν τόπων τούτων ἀφηγούμενος ἐσπείσατο πρὸς αὐτοὺς καὶ τοὺς ὁδηγήσοντας3 ἐπὶ θάλατταν συνέστησεν. ἐν ἡμέραις δὲ πεντεκαίδεκα παραγενόμενοι ἐπὶ τὸ Χήνιον ὄρος, ὡς εἶδον πορευόμενοι οἱ πρῶτοι τὴν θάλατταν, περιχαρεῖς ἦσαν καὶ τοιαύτην ἐποίουν κραυγήν, ὥστε τοὺς ἐπὶ τῆς οὐραγίας ὄντας ὑπολαμβάνοντας πολεμίων ἔφοδον εἶναι χωρεῖν4 εἰς ὅπλα.
从这座城市,这些地区的统治者与他们缔结了盟约,并派出了引导他们前往大海的人。在十五天内,他们抵达了凯尼恩山,当先头部队在前进中看到大海时,他们欣喜若狂,发出了巨大的呼喊,以至于后卫部队以为是敌袭,纷纷拿起武器。
ὡς δʼ ἅπαντες ἀνέβησαν ἐπὶ τὸν τόπον, ἐξ οὗ τὴν θάλατταν ἦν ὁρᾶν,5 τοῖς θεοῖς ἀνατείναντες τὰς χεῖρας ηὐχαρίστουν ὡς ἤδη διασεσωσμένοι· συνενέγκαντες δʼ εἰς ἕνα τόπον λίθους παμπληθεῖς, καὶ ποιήσαντες ἐξ αὐτῶν ἀναστήματα μεγάλα, σκῦλα τῶν βαρβάρων ἀνέθεσαν, βουλόμενοι τῆς στρατείας ἀθάνατον ὑπόμνημα καταλιπεῖν. καὶ τῷ μὲν ὁδηγήσαντι φιάλην ἀργυρᾶν καὶ στολὴν Περσικὴν ἐδωρήσαντο· ὃς δείξας αὐτοῖς τὴν ἐπὶ Μάκρωνας ὁδὸν ἀπηλλάγη.
当所有人登上海洋尽收眼底的地方时,他们向神明举起双手,表示感谢,仿佛已经安全获救;他们在一处聚集了极多的石头,用它们筑起巨大的石冢,并献上从异民族手中夺取的战利品,希望为这次远征留下不朽的纪念。他们送给向导一个银杯和一件波斯礼服;向导向他们指明了前往马克罗内斯人土地的道路后便离开了。
οἱ δʼ Ἕλληνες εἰσβαλόντες εἰς τὴν τῶν Μακρώνων χώραν ἐσπείσαντο, καὶ πρὸς πίστιν παρὰ μὲν ἐκείνων λόγχην ἔλαβον βαρβαρικήν, αὐτοὶ δʼ Ἑλληνικὴν ἔδωκαν· ταῦτα γὰρ ἔφασαν αὑτοῖς οἱ βάρβαροι διὰ προγόνων παραδεδόσθαι πρὸς πίστιν βεβαιότατα. ὡς δὲ τοὺς τούτων ὅρους διῆλθον, παρεγενήθησαν εἰς τὴν τῶν Κόλχων χώραν.
希腊人进入马克罗内斯人的土地并与他们缔结盟约,作为信义的保证,希腊人从他们那里接受了一支异民族的标枪,而自己则赠送了一支希腊标枪;因为异民族声称,这是他们祖先世代相传的最可靠的信义象征。在穿过他们的国境后,希腊人抵达了科尔基斯人的土地。
εἰς ἣν ἀθροισθέντων τῶν ἐγχωρίων ἐπʼ αὐτούς, τούτους μὲν κρατήσαντες μάχῃ πολλοὺς ἀνεῖλαν, αὐτοὶ δὲ λόφον ὀχυρὸν καταλαβόμενοι τὴν χώραν ἐπόρθουν, καὶ τὰς ὠφελείας εἰς τοῦτον ἀθροίσαντες ἀφθόνως ἑαυτοὺς ἀνελάμβανον.
在那里,当地人聚集起来对抗希腊人,但希腊人在战斗中压制并杀死了许多人,自己则占领了一座坚固的山丘,劫掠了这片土地,将战利品聚集到这座山丘上,充分享受了休整。
- 14.29.2διὰ τῆς Σκυτίνων
阴性单数属格冠词 τῆς 修饰省略的阴性名词 χώρας(土地、领土),意为“穿过斯库提尼人的土地”。
- 14.29.2ἐν ᾗ
关系代词 ᾗ 为阴性单数与格,与其先行词 ὁδὸν πεδινήν(平坦的道路)一致。与介词 ἐν 连用,表示“在这条平坦的路上行军期间”这一情况或时间。
- 14.29.3τοὺς ὁδηγήσοντας
带有冠词的将来主动分词 ὁδηγήσοντας 在此处表示目的,意为“将要引导(他们)的人”,即“派去作为向导的人”。
- 14.29.3ὥστε ... χωρεῖν
由 ὥστε 引导的结果从句,其主要动词为不定式 χωρεῖν。该不定式的逻辑主语为宾格的 τοὺς ἐπὶ τῆς οὐραγίας ὄντας(后卫部队),并由与之性数格一致的现在分词 ὑπολαμβάνοντας(以为)修饰。而 ὑπολαμβάνω 本身又带有一个宾格加不定式结构 πολεμίων ἔφοδον εἶναι 作为其宾语。
- 14.29.4ἦν ὁρᾶν
无人称动词未完成过去时 ἦν(在此相当于表示可能的 ἐξῆν)后接不定式 ὁρᾶν,表示可能性,意为“能够看见(大海)”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 1 处
