← 西西里的狄奥多罗斯

历史丛书

§14.16.1-14.16.5

哈莱萨的建立与罗马对维伊战争的爆发

阿科尼德斯创建了哈莱萨城,但其市民后来否认了与赫尔比塔的亲族关系。在意大利,罗马与维伊之间爆发战争,罗马首次向士兵发放军饷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.16.1

Ἀρχωνίδης δʼ ὁ τῆς Ἑρβίτης ἐπιστάτης, ἐπειδὴ πρὸς Διονύσιον εἰρήνην ὁ δῆμος ὁ τῶν Ἑρβιταίων συνέθετο, διενοεῖτο κτίσαι πόλιν. εἶχε γὰρ μισθοφόρους τε πλείους καὶ σύμμικτον ὄχλον, ὃς τῷ πρὸς Διονύσιον πολέμῳ1 συνέδραμεν εἰς τὴν πόλιν· πολλοὶ δὲ καὶ τῶν ἀπόρων Ἑρβιταίων ἐπηγγέλλοντο αὐτῷ κοινωνήσειν τῆς ἀποικίας.

赫尔比塔的统治者阿科尼德斯,在赫尔比塔人民与狄奥尼修斯媾和之后,计划建立一座城市。因为他拥有许多雇佣兵和各色人等组成的乌合之众,这些人是在与狄奥尼修斯战争期间聚集到该城的;许多贫困的赫尔比塔人也向他保证,要参与这次殖民。

§14.16.2

ἀναλαβὼν οὖν τὸ συνδραμὸν πλῆθος κατελάβετό τινα τῶν λόφων ὀκτὼ σταδίους ἀπέχοντα τῆς θαλάττης, ἐν ᾧ πόλιν ἔκτισεν Ἅλαισαν· οὐσῶν δὲ καὶ ἄλλων πόλεων2 κατὰ τὴν Σικελίαν ὁμωνύμων, Ἀρχωνίδιον αὐτὴν προσηγόρευσεν ἀφʼ ἑαυτοῦ.

因此,他带领着聚集起来的群众,占领了距离大海八斯塔狄翁的一座山丘,并在那里建立了哈莱萨城;由于西西里岛还有其他同名的城市,他便以自己的名字将其命名为阿科尼迪翁。

§14.16.3

ἐν δὲ τοῖς ὕστερον χρόνοις τῆς πόλεως πολλὴν ἐπίδοσιν λαμβανούσης διά τε τὰς ἀπὸ τῆς θαλάττης ἐργασίας καὶ διὰ τὴν ὑπὸ Ῥωμαίων δοθεῖσαν ἀτέλειαν, οἱ Ἁλαισῖνοι τὴν τῶν Ἑρβιταίων συγγένειαν ἀπηρνήσαντο, αἰσχρὸν ἡγούμενοι καταδεεστέρας πόλεως3 ἑαυτοὺς ἀποίκους νομίζεσθαι.

但在后来的时代,由于海上贸易和罗马人给予的免税权,该城获得了巨大的发展,哈莱萨人便否认了与赫尔比塔人的亲族关系,认为自己被看作是较差城市的殖民者是一种耻辱。

§14.16.4

οὐ μὴν ἀλλὰ μέχρι νῦν παρʼ ἀμφοτέραις συγγένειαί τε πλείονες διαμένουσι καὶ τὰς κατὰ τὸ Ἀπολλώνιον θυσίας τοῖς αὐτοῖς ἔθεσι διοικοῦσιν. τινὲς δέ φασιν ὑπὸ Καρχηδονίων ἐκτίσθαι τὴν Ἅλαισαν, καθʼ ὃν καιρὸν Ἰμίλκων τὴν πρὸς τὸν Διονύσιον εἰρήνην ἐποιήσατο.

尽管如此,直到今天,双方之间仍保持着许多亲属关系,并且他们按照相同的习俗在阿波罗神庙举行祭祀。但也有人说,哈莱萨是由迦太基人在希米尔科与狄奥尼修斯讲和时建立的。

§14.16.5

κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαίοις πρὸς Βηίους πόλεμος συνέστη διὰ τοιαύτας αἰτίας. τότε πρώτως ἐπεψηφίσαντο Ῥωμαῖοι τοῖς στρατιώταις καθʼ ἕκαστον ἐνιαυτὸν εἰς ἐφόδια διδόναι χρήματα. ἐξεπολιόρκησαν δὲ καὶ τὴν Οὐόλσκων πόλιν, ἣ τότε μὲν Ἄνξωρ ἐκαλεῖτο, νῦν δʼ ὀνομάζεται Ταρρακίνη.

在意大利,罗马人与维伊人之间由于以下原因爆发了战争。此时,罗马人首次投票决定每年向士兵发放军饷。他们还通过围攻夺取了沃尔斯奇人的城市,该城当时被称为安克苏尔,现在名为塔拉奇纳。

语法注3 条
  1. 14.16.1τῷ πρὸς Διονύσιον πολέμῳ

    关于与格的功能。既可以解释为表示时间的与格(在与狄奥尼修斯战争“期间”),也可以解释为表示原因的与格(由于战争)。这里指由于战争爆发,人们逃往并聚集在赫尔比塔城内的情况。

  2. 14.16.2οὐσῶν δὲ καὶ ἄλλων πόλεων

    属格绝对(分词绝对)。既可以解释为让步(“虽然还有其他同名城市”),也可以解释为原因(“因为还有其他同名城市”)。在上下文中,将其理解为原因最为妥当,这解释了他以自己的名字为该城命名为“阿科尼迪翁”以避免混淆的直接动机。

  3. 14.16.3καταδεεστέρας πόλεως

    修饰名词“殖民者”的属格。它起着起源或所属属格的作用,意思是“源自较差城市的殖民者”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.16.1-14.16.5