- 底本
- Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.105.1-14.105.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-28
狄奥尼修斯包围了逃往无水山丘的被击败的意大利人。在他们投降后,狄奥尼修斯出人意料地展现了极大的仁慈,免除赎金释放了他们,并给予其城市自治权。
πολλῶν δʼ ἀναιρουμένων ἐν τῇ κατὰ τὸ πεδίον τροπῇ, κατέφυγε τὸ πλῆθος ἐπί τινα λόφον, ἐρυμνὸν μὲν ὄντα πρὸς τὴν πολιορκίαν, ἄνυδρον δὲ καὶ δυνάμενον ῥᾳδίως ὑπὸ τῶν πολεμίων φυλάττεσθαι. ὃν ὁ Διονύσιος περιστρατοπεδεύσας1 τήν τε ἡμέραν ἐκείνην καὶ τὴν νύκτα διηγρύπνησεν ἐν τοῖς ὅπλοις, ἐπιμελῶς ταῖς φυλακαῖς χρησάμενος. τῇ δʼ ὑστεραίᾳ διὰ τὸ καῦμα καὶ τὴν ἀνυδρίαν οἱ συμπεφευγότες κακῶς ἀπήλλαττον.
在平原上的溃败中,许多人被杀,大批群众逃往一座山丘,这座山丘虽然易守难攻,但水源匮乏,且极易被敌人看守。狄奥尼修斯在山丘周围安营扎寨,那天白昼和夜晚都武装警戒、通宵未眠,并精心布置了哨兵。第二天,由于炎热和缺水,逃到那里的群众处境变得极其悲惨。
ἐπικηρυκευσαμένων δʼ αὐτῶν πρὸς τὸν Διονύσιον καὶ παρακαλούντων λύτρα πράξασθαι, οὐ μέτριος ἐν τοῖς εὐημερήμασι γενόμενος προσέταττεν ἀποθέσθαι τὰ ὅπλα καὶ σφᾶς αὐτοὺς ἐγχειρίσαι τῷ κρατοῦντι. σκληροῦ δὲ τοῦ προστάγματος ὄντος, μέχρι μέν τινος διεκαρτέρουν, ὡς δʼ ὑπὸ τῆς φυσικῆς ἀνάγκης κατεβαροῦντο, παρέδωκαν αὑτοὺς περὶ ὀγδόην ὥραν, ἤδη τὰ σώματα παρειμένοι.2
当他们派使者向狄奥尼修斯求和,请求他接受赎金时,他在胜利中并未显得宽大,反而命令他们放下武器,向胜利者无条件投降。由于这一命令十分苛刻,他们起初还坚持了一段时间,但当他们被生理极限所压垮时,在第八时左右,他们身体已极度虚弱,最终选择投降。
Διονύσιος δὲ λαβὼν ῥάβδον καὶ πατάξας ἐπὶ τοῦ ἐδάφους ἠρίθμει τοὺς καταβαίνοντας αἰχμαλώτους, ὄντας πλείους τῶν μυρίων. καὶ πάντων αὐτοῦ ὑποπτευόντων τὸ θηριῶδες, τοὐναντίον ἐφάνη πάντων ἐπιεικέστατος·
狄奥尼修斯拿了一根手杖,在地上敲击着,清点着走下山来的俘虏,人数超过了一万。虽然大家都警惕着他那残暴的天性,但他相反却表现得比任何人都要仁慈:
τούς τε γὰρ αἰχμαλώτους ἀφῆκεν αὐτεξουσίους χωρὶς λύτρων καὶ πρὸς τὰς πλείστας τῶν πόλεων εἰρήνην συνθέμενος ἀφῆκεν αὐτονόμους. ἐπὶ δὲ τούτοις ἐπαίνου τυχὼν ὑπὸ τῶν εὖ παθόντων χρυσοῖς στεφάνοις ἐτιμήθη, καὶ σχεδὸν τοῦτʼ ἔδοξε πρᾶξειν3 ἐν τῷ ζῆν κάλλιστον.
因为他免除赎金释放了俘虏,让他们获得自由,并与大多数城市缔结和约,让他们保持自治。因这些善行,他赢得了受惠者的赞美,被授予金冠,这几乎被视作他一生中所做过的最美好的功绩。
- 14.105.1ὃν ὁ Διονύσιος περιστρατοπεδεύσας
关系代词 ὃν(阳性单数宾格)指代先行词 λόφον,在句中充当伴随状况分词短语中及物动词 περιστρατοπεδεύσας 的直接宾语,而非直接受主句动词 διηγρύπνησεν 支配。
- 14.105.2τὰ σώματα παρειμένοι
παρειμένοι 是动词 παρίημι 的完成时被动分词(主格复数阳性),意为“衰弱的”、“疲惫的”。名词 τὰ σώματα(中性复数宾格)在此作关系宾格(即所谓的希腊式宾格),表示“在身体方面”。
- 14.105.4ἔδοξε πρᾶξειν
传抄文本中为将来时不定式 πρᾶξειν,它与主句的过去时动词 ἔδοξε(被认为、似乎)连用,用以表示过去的动作(他一生中所“做过”的最完美的功绩)。在古典希腊语中,此处通常应使用不定过去时不定式 πρᾶξαι,这可能是后期的混淆或抄本上的笔误。
