- 底本
- Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.arg.0
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
这是《历史丛书》第十三卷的目录,列出了本卷所涵盖的主要历史事件,包括雅典对西西里的远征、伯罗奔尼撒战争的发展、迦太基入侵西西里以及狄奥尼修斯僭主的崛起。
τάδʼ ἔνεστιν ἐν τῇ τρισκαιδεκάτῃ τῶν Διοδώρου βύβλων. στρατεία Ἀθηναίων ἐπὶ Συρακοσίους μεγάλαις δυνάμεσι πεζικαῖς τε καὶ ναυτικαῖς. κατάπλους Ἀθηναίων εἰς Σικελίαν. κατάκλησις Ἀλκιβιάδου τοῦ στρατηγοῦ καὶ φυγὴ εἰς Λακεδαίμονα. ὡς1 Ἀθηναῖοι διαπλεύσαντες εἰς τὸν μέγαν λιμένα τῶν Συρακοσίων κατελάβοντο τοὺς περὶ τὸ Ὀλύμπιον τόπους. ὡς Ἀθηναῖοι τὰς Ἐπιπολὰς καταλαβόμενοι καὶ μάχῃ νικήσαντες ἐξ ἀμφοτέρων τῶν μερῶν ἐπολιόρκησαν τὰς Συρακούσας. ὡς Λακεδαιμονίων καὶ Κορινθίων πεμψάντων βοήθειαν ἐθάρρησαν οἱ Συρακόσιοι. μάχη Συρακοσίων καὶ Ἀθηναίων καὶ νίκη Ἀθηναίων μεγάλη. μάχη τοῖς αὐτοῖς καὶ νίκη Συρακοσίων. ὡς Συρακόσιοι τῶν Ἐπιπολῶν κρατήσαντες ἠνάγκασαν τοὺς Ἀθηναίους εἰς μίαν ἐλθεῖν παρεμβολὴν τὴν πρὸς τῷ Ὀλυμπίῳ. ὡς ναυτικὴν δύναμιν οἱ Συρακόσιοι κατασκευάσαντες ναυμαχεῖν διέγνωσαν. ὡς Ἀθηναῖοι Λαμάχου τοῦ στρατηγοῦ τελευτήσαντος καὶ Ἀλκιβιάδου μετακληθέντος, ἀντὶ τούτων στρατηγοὺς ἔπεμψαν Εὐρυμέδοντα καὶ Δημοσθένην ἔχοντας2 δύναμιν καὶ χρήματα. διάλυσις σπονδῶν ὑπὸ Λακεδαιμονίων καὶ πόλεμος πρὸς Ἀθηναίους ὁ Πελοποννησιακὸς λεγόμενος. ναυμαχία Συρακοσίων καὶ Ἀθηναίων καὶ νίκη Ἀθηναίων, καὶ ἅλωσις φρουρίων ὑπὸ Συρακοσίων καὶ κατὰ γῆν νίκη. ναυμαχία πάσαις ταῖς ναυσὶν ἐν τῷ μεγάλῳ λιμένι καὶ νίκη Συρακοσίων. κατάπλους ἐξ Ἀθηνῶν Δημοσθένους καὶ Εὐρυμέδοντος μετὰ δυνάμεως ἀξιολόγου. μάχη μεγάλη περὶ τὰς Ἐπιπολὰς καὶ νίκη Συρακοσίων. δρασμὸς τῶν Ἀθηναίων καὶ ἅλωσις τῆς πάσης δυνάμεως. ὡς Συρακόσιοι συνελθόντες εἰς ἐκκλησίαν προέθηκαν βουλήν, πῶς χρηστέον τοῖς αἰχμαλώτοις. οἱ ῥηθέντες λόγοι πρὸς ἑκάτερον μέρος τῆς ὑποθέσεως. τὰ ψηφισθέντα τοῖς Συρακοσίοις περὶ τῶν αἰχμαλώτων. ὡς Ἀθηναίων πταισάντων περὶ Σικελίαν πολλοὶ τῶν συμμάχων ἀπέστησαν. ὡς ὁ δῆμος τῶν Ἀθηναίων ἀθυμήσας παρεχώρησε τῆς δημοκρατίας καὶ τετρακοσίοις ἀνδράσι τὴν πολιτείαν ἐπέτρεψαν. ὡς Λακεδαιμόνιοι ταῖς ναυμαχίαις τοὺς Ἀθηναίους ἐνίκησαν. ὡς Συρακόσιοι τοὺς ἀνδραγαθήσαντας κατὰ τὸν πόλεμον ἀξιολόγοις δωρεαῖς ἐτίμησαν. ὡς Διοκλῆς νομοθέτης αἱρεθεὶς ἔγραψε τοὺς νόμους Συρακοσίοις. ὡς Συρακόσιοι τοῖς Λακεδαιμονίοις δύναμιν ἀξιόλογον ἔπεμψαν. ὡς Ἀθηναῖοι τὸν τῶν Λακεδαιμονίων ναύαρχον καταναυμαχήσαντες Κύζικον ἐξεπολιόρκησαν. ὡς Λακεδαιμονίων ἐξ Εὐβοίας πεντήκοντα ναῦς ἀποστειλάντων ἐπὶ βοήθειαν τοῖς ἡττημένοις, ἅπασαι περὶ τὸν Ἄθω μετὰ τῶν ἀνδρῶν διεφθάρησαν ὑπὸ τοῦ χειμῶνος. Ἀλκιβιάδου κάθοδος καὶ στρατηγία. πόλεμος Αἰγεσταίοις καὶ Σελινουντίοις περὶ τῆς ἀμφισβητουμένης χώρας. ὡς Λακεδαιμόνιοι τὸν Εὔριπον χώσαντες τὴν Εὔβοιαν ἤπειρον ἐποίησαν. περὶ τῆς ἐν Κορκύρᾳ γενομένης στάσεως3 καὶ σφαγῆς. ναυμαχία Ἀθηναίων καὶ Λακεδαιμονίων περὶ τὸ Σίγειον καὶ νίκη Ἀθηναίων. ὡς Ἀλκιβιάδης καὶ Θηραμένης ἐνίκησαν Λακεδαιμονίους ἅμα πεζῇ καὶ κατὰ θάλατταν ἐπιφανέστατα. ὡς Καρχηδόνιοι μεγάλας δυνάμεις διαβιβάσαντες ἐν Σικελίᾳ Σελινοῦντα καὶ Ἱμέραν κατὰ κράτος εἷλον. ὡς εἰς τὸν Πειραιέα καταπλεύσας μετὰ πολλῶν λαφύρων μεγάλης ἔτυχεν ἀποδοχῆς Ἀλκιβιάδης. ὡς Ἆγις ὁ βασιλεὺς μεγάλῃ δυνάμει τὰς Ἀθήνας πολιορκεῖν ἐπιβαλόμενος ἐξέπεσεν. Ἀλκιβιάδου φυγή, καὶ κτίσις Θέρμων ἐν Σικελίᾳ. ναυμαχία Συρακοσίων πρὸς Καρχηδονίους καὶ νίκη Συρακοσίων. περὶ τῆς ἐν Ἀκράγαντι εὐδαιμονίας καὶ τῶν ἐν αὐτῇ κατασκευασμάτων. ὡς Καρχηδόνιοι τριάκοντα μυριάσι στρατεύσαντες εἰς Σικελίαν ἐπολιόρκησαν Ἀκράγαντα. ὡς Συρακόσιοι παραλαβόντες τοὺς συμμάχους μυρίοις στρατιώταις ἐβοήθουν τοῖς Ἀκραγαντίνοις. ὡς τετρακισμυρίων Καρχηδονίων ἀπαντησάντων ἐνίκησαν οἱ Συρακόσιοι καὶ πλείους τῶν ἑξακισχιλίων κατέκοψαν. ὡς Καρχηδονίων τὰς ἀγορὰς παραιρουμένων οἱ Ἀκραγαντῖνοι διὰ τὴν σπάνιν τῆς τροφῆς ἠναγκάσθησαν ἐκλιπεῖν τὴν πατρίδα. ὡς Διονύσιος στρατηγὸς αἱρεθεὶς ἐτυράννησε τῶν Συρακοσίων. ὡς Ἀθηναῖοι ἐν Ἀργινούσαις ἐπιφανεστάτῃ ναυμαχίᾳ νικήσαντες τοὺς στρατηγοὺς ἀδίκως ἐθανάτωσαν. ὡς Ἀθηναῖοι μεγάλῃ ναυμαχίᾳ λειφθέντες ἠναγκάσθησαν ἐφʼ οἷς δυνατὸν ἦν4 συνθέσθαι τὴν εἰρήνην, καὶ οὕτως ὁ Πελοποννησιακὸς πόλεμος κατελύθη. ὡς Καρχηδόνιοι λοιμικῇ νόσῳ περιπεσόντες ἠναγκάσθησαν συνθέσθαι τὴν εἰρήνην πρὸς Διονύσιον τὸν τύραννον.
狄奥多罗斯之书第十三卷包含以下内容: 雅典人动用陆海军大军对叙拉古人的远征。 雅典人抵达西西里。 将军阿尔西比亚德斯的召回及逃亡至拉刻代蒙。 关于雅典人如何航行进入叙拉古人的大港,占领奥林匹翁周围的地区。 关于雅典人如何占领埃皮波莱并在战斗中获胜,从而从两面围攻叙拉古。 关于拉刻代蒙人和科林斯人派遣援军后,叙拉古人如何受到鼓舞。 叙拉古人与雅典人的战斗,以及雅典人的大胜。 同一双方的战斗,以及叙拉古人的胜利。 关于叙拉古人如何控制埃皮波莱,迫使雅典人撤退至奥林匹翁附近的一个营地。 关于叙拉古人如何整备海军力量并决定进行海战。 关于雅典人由于将军拉马科斯战死、阿尔西比亚德斯被召回,如何派遣欧里梅东和德摩斯梯尼代替他们担任将军,并携带兵力和资金。 拉刻代蒙人废除条约,以及被称为伯罗奔尼撒战争的对雅典人的战争。 叙拉古人与雅典人的海战及雅典人的胜利,以及叙拉古人对堡垒的夺取和陆战的胜利。 在大港中用全部船只进行的海战,以及叙拉古人的胜利。 德摩斯梯尼与欧里梅东率领相当规模的兵力从雅典抵达。 围绕埃皮波莱的大战,以及叙拉古人的胜利。 雅典人的溃逃及全部兵力的被俘。 关于叙拉古人如何聚集在公民大会中,提出关于如何对待俘虏的讨论。 就该主题的双方所作的演说。 叙拉古人关于俘虏所通过的决议。 关于雅典人在西西里遭遇失败后,许多盟友如何叛离。 关于雅典人民众如何丧失信心,放弃民主政,并将国政委托给四百人。 关于拉刻代蒙人如何在海战中击败雅典人。 关于叙拉古人如何用丰厚的奖赏表彰在战争中表现英勇的人。 关于被选为立法者的迪奥克莱斯如何为叙拉古人制定法律。 关于叙拉古人如何向拉刻代蒙人派遣了相当规模的兵力。 关于雅典人如何在海战中击败拉刻代蒙人的海军将领,并包围夺取了奇齐库斯。 关于当拉刻代蒙人从优卑亚派遣五十艘船只去救援战败者时,所有船只及人员如何因阿索斯山周围的风暴而毁灭。 阿尔西比亚德斯的归国与将军任职。 埃格斯塔人与塞利努斯人之间关于争议领土的战争。 关于拉刻代蒙人如何填平尤里普斯海峡,使优卑亚成为大陆的一部分。 关于在科孚发生的内乱和屠杀。 雅典人与拉刻代蒙人在锡盖乌姆附近的海战,以及雅典人的胜利。 关于阿尔西比亚德斯和塞拉门尼斯如何同时在陆地和海上极其显赫地击败了拉刻代蒙人。 关于迦太基人如何运送大军,在西西里强攻夺取了塞利努斯和希梅拉。 关于阿尔西比亚德斯如何带着许多战利品航行进入比雷埃夫斯,并获得盛大欢迎。 关于国王阿基斯如何企图用大军围攻雅典,但被击退。 阿尔西比亚德斯的逃亡,以及在西西里创建塞尔迈。 叙拉古人对迦太基人的海战,以及叙拉古人的胜利。 关于阿克拉加斯的繁荣及城中的建筑物。 关于迦太基人如何以三十万大军远征西西里,并围攻阿克拉加斯。 关于叙拉古人如何接纳盟友,以一万名士兵救援阿克拉加斯人。 关于在四万迦太基人迎战时,叙拉古人如何获胜并斩杀六千多人。 关于由于迦太基人切断粮食供应,阿克拉加斯人如何因食物匮乏而被迫离开祖国。 关于被选为将军的狄奥尼修斯如何成为叙拉古人的僭主。 关于雅典人虽然在阿尔吉努萨伊赢得了极其显赫的海战,却如何不公地将将军们处死。 关于雅典人在一场大海战中战败后,如何被迫在可能的条件下达成和平协定,从而结束了伯罗奔尼撒战争。 关于迦太基人因遭遇瘟疫,如何被迫与僭主狄奥尼修斯达成和平协定。
- 13.arg.0ὡς
此处反复出现的连词 ὡς 引导一个名词性从句,相当于间接疑问句(“……如何……”)。在希腊语提要(argumentum)中,各章的主题通常由名词短语(如 στρατεία...)表示,但此处大量使用了 ὡς + 直陈式动词的从句来概括历史事件。
- 13.arg.0ἔχοντας
现在分词 ἔχοντας(源自 ἔχω,“拥有”、“携带”)在此处既可以作为定语修饰专有名词(欧里梅东和德摩斯梯尼),也可以作为状语表示伴随状况(“携带……”、“拥有……”)。它表明他们是在配备了兵力和资金的情况下被派遣的。
- 13.arg.0περὶ τῆς ἐν Κορκύρᾳ γενομένης στάσεως
介词短语 ἐν Κορκύρᾳ(在科孚)被置于冠词 τῆς 与分词 γενομένης(发生的)之间的属性位置。这种嵌套结构清晰地限定了名词 στάσεως(内乱、党争)的修饰关系。
- 13.arg.0ἐφʼ οἷς δυνατὸν ἦν
介词 ἐπί 与中性复数关系代词与格 οἷς 的结合。介词 ἐπί 加上与格表示“在……条件下”。在省略先行词的情况下,该短语的意思是“在可能的(条件)基础上”,即他们被迫在当时仅能达到的条件下缔结和平条约。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 2 处
- 2026-09-21 AI校阅 — 译文 1 处
