- 底本
- Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.83.1-13.83.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述了阿克拉加斯首富泰利亚斯非凡的待客之道、其规模宏大的酒窖,以及他出使肯托里帕时的逸事,展现了其平庸的外貌与机智的心灵。
ἦν δὲ τῶν Ἀκραγαντίνων σχεδὸν πλουσιώτατος κατʼ ἐκεῖνον τὸν χρόνον Τελλίας, ὃς κατὰ τὴν οἰκίαν ξενῶνας ἔχων πλείους πρὸς ταῖς πύλαις ἔταττεν οἰκέτας, οἷς παρηγγελμένον ἦν ἅπαντας τοὺς ξένους καλεῖν ἐπὶ ξενίᾳ. πολλοὶ δὲ καὶ τῶν ἄλλων Ἀκραγαντίνων ἐποίουν τὸ παραπλήσιον, ἀρχαϊκῶς καὶ φιλανθρώπως ὁμιλοῦντες· διόπερ καὶ Ἐμπεδοκλῆς λέγει περὶ αὐτῶν, "ξείνων αἰδοῖοι λιμένες, κακότητος ἄπειροι.1"
当时,泰利亚斯几乎是阿克拉加斯人中最富有的,他在家中设有许多客房,并在门口派驻了仆人,他们奉命邀请所有的外乡人前来接受款待。许多其他阿克拉加斯人也做着类似的事,以古风而仁慈的方式与人交往;因此恩培多克勒也这样评价他们: “接纳宾客的温厚港湾,不染邪恶之人。”
καὶ δή ποτε πεντακοσίων ἱππέων παραγενομένων ἐκ Γέλας χειμερίου περιστάσεως οὔσης, καθάπερ φησὶ Τίμαιος ἐν τῇ πεντεκαιδεκάτῃ βίβλῳ, πάντας αὐτὸς ὑπεδέξατο, καὶ παραχρῆμα πᾶσιν ἱμάτια καὶ χιτῶνας ἔνδοθεν προενέγκας ἔδωκεν.
的确,有一次,当五百名骑兵在冬日的恶劣天气中从盖拉来到时,正如蒂迈欧在第十五卷中所说,他亲自接待了所有人,并立即从屋里拿出外衣和内衣分发给每个人。
καὶ Πολύκλειτος ἐν ταῖς ἱστορίαις ἐξηγεῖται περὶ τοῦ κατὰ τὴν οἰκίαν πιθεῶνος λέγων ὡς διαμείναντος αὐτοῦ τε στρατευομένου ἐν Ἀκράγαντι τεθεωρηκότος·2 εἶναι δʼ ἐν αὐτῷ τριακοσίους μὲν πίθους ἐξ αὐτῆς τῆς πέτρας τετμημένους, ἕκαστον ἑκατὸν ἀμφορεῖς χωροῦντα· κολυμβήθραν δὲ παρʼ αὐτοῖς ὑπάρχειν κεκονιαμένην, χωροῦσαν ἀμφορεῖς χιλίους, ἐξ ἧς τὴν ῥύσιν εἰς τοὺς πίθους γίνεσθαι.
波利克里托斯在历史著作中也详细描述了他家中的酒窖,说它一直留存着,并且他自己在阿克拉加斯从军时曾亲眼目睹:其中有三百个直接从岩石中开凿出来的酒瓮,每个可容纳一百个阿姆福拉;而在它们旁边有一个涂了灰泥的蓄水池,可容纳一千个阿姆福拉,液体便是从这里流入各个酒瓮之中的。
γεγονέναι δέ φασι τὸν Τελλίαν τὸ μὲν εἶδος εὐτελῆ παντελῶς, τὸ δὲ ἦθος θαυμαστόν. ἀποσταλέντος οὖν αὐτοῦ πρὸς Κεντοριπίνους κατὰ πρεσβείαν, καὶ παρεληλυθότος εἰς τὴν ἐκκλησίαν, τὸ μὲν πλῆθος προέπεσεν εἰς ἄκαιρον γέλωτα, θεωροῦν καταδεέστερον τῆς περὶ αὐτοῦ δόξης· ὁ δʼ ὑπολαβὼν εἶπε μὴ θαυμάζειν· ἐν ἔθει γὰρ εἶναι τοῖς Ἀκραγαντίνοις πρὸς μὲν τὰς ἐπιδόξους πόλεις ἀποστέλλειν τοὺς κρατίστους τῷ κάλλει, πρὸς δὲ τὰς ταπεινὰς καὶ λίαν εὐτελεῖς ὁμοίους.3
据说泰利亚斯的外表极其平庸,但品德令人赞叹。因此,当他作为使者被派往肯托里帕,并步入大会时,群众看到他的外表与其名声相去甚远,便爆发出一阵不合时宜的嘲笑。而他打断他们,对他们说不要感到惊讶;因为阿克拉加斯人的习惯是,向享有盛名的城市派遣在外貌上最优秀的人,而向卑微且极其平庸的城市派遣与其对等的人。
- 13.83.1ξείνων αἰδοῖοι λιμένες, κακότητος ἄπειροι
引用自恩培多克勒的诗句(DK 31 B 112, v. 3)。ξείνων 是修饰 αἰδοῖοι(温厚的、款待的)的宾格性属格,或修饰 λιμένες 的属格。κακότητος 是受形容词 ἄπειροι(无经验的、未尝的)支配的限制属格。
- 13.83.3ὡς διαμείναντος αὐτοῦ τε στρατευομένου ἐν Ἀκράγαντι τεθεωρηκότος
在引入主观或间接陈述的连词 ὡς 之后,承接前文 τοῦ ... πιθεῶνος(酒窖)的属格分词 διαμείναντος(表示它一直留存),通过连词 τε 与指代主句主语(波利克里托斯)的属格绝对结构 αὐτοῦ ... στρατευομένου ... τεθεωρηκότος(表示他自己从军时曾亲眼目睹)并列。
- 13.83.4ὁμοίους
宾格复数形容词 ὁμοίους(与……类似的人)充当不定式 ἀποστέλλειν 省略的宾语。结合前文的 ταπεινὰς καὶ λίαν εὐτελεῖς(卑微且极其平庸的城市),它指的是向那些地位低下的城市派遣与当地居民同样(外表平庸)的使者。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(4 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
- 2026-11-15 AI校阅 — 译文 3 处
