- 底本
- Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.67.1-13.67.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿尔西比亚德斯和雅典军队伪装撤退,但在夜间返回并突袭拜占庭,在内应的帮助下攻入城内。通过承诺不伤害市民,雅典人争取到了拜占庭人的支持,击败了伯罗奔尼撒守备队并占领了该城。
οὗτοι δὲ ὡς λύσοντες τὴν πολιορκίαν καὶ τὰς δυνάμεις ἀπάξοντες εἰς Ἰωνίαν δείλης ταῖς ναυσὶ πάσαις ἐξέπλευσαν, καὶ τὸ πεζὸν στράτευμα μέχρι τινὸς ἀπαγαγόντες, ὡς ἐπέλαβεν ἡ νύξ, πάλιν ὑπέστρεψαν καὶ περὶ μέσας νύκτας προσέμιξαν τῇ πόλει, καὶ τὰς μὲν τριήρεις ἀπέστειλαν προστάξαντες ἀφέλκειν τὰ πλοῖα καὶ κραυγὴν ποιεῖν, ὡς ἁπάσης ἐκεῖ τῆς δυνάμεως οὔσης,1 αὐτοὶ δὲ μετὰ τοῦ πεζοῦ στρατεύματος πρὸς τοῖς τείχεσιν ἐτήρουν τὸ συντεταγμένον παρὰ τῶν ἐνδιδόντων σύσσημον.
他们为了显得像是要解除围困并将军队撤往伊奥尼亚,在黄昏时分率领所有船只出航。在将陆军撤退到一定距离后,当夜幕降临,他们又折返回来,并在半夜左右接近了城市。他们派出了三列桨座战船,命令他们拖走船只并发出大声喧哗,装作全部军队都在那里的样子,而他们自己则率领陆军在城墙附近等待内鬼约定好的信号。
τῶν δʼ ἐν ταῖς τριήρεσι ποιησάντων τὸ προσταχθέν, καὶ τῶν πλοίων τὰ μὲν συντριβόντων ταῖς ἐμβολαῖς, τὰ δʼ ἀποσπᾶν πειρωμένων2 ταῖς σιδηραῖς χερσίν, ἔτι δὲ βοὴν ἐξαίσιον ποιούντων, οἱ μὲν κατὰ τὴν πόλιν ὄντες Πελοποννήσιοι καὶ πάντες οἱ τὴν ἀπάτην ἀγνοοῦντες ἐξεβοήθουν ἐπὶ τοὺς λιμένας.
三列桨座战船上的人执行了命令,用冲角撞毁了一些船只,并企图用铁钩拖走另一些,此外还发出了巨大的喧哗声,城内的伯罗奔尼撒人以及所有不知道这一诡计的人,都纷纷冲向港口救援。
διόπερ οἱ τὴν πόλιν προδιδόντες ἦραν τὸ σύσσημον ἀπὸ τοῦ τείχους, καὶ παρεδέχοντο τοὺς περὶ τὸν Ἀλκιβιάδην διὰ τῶν κλιμάκων κατὰ πολλὴν ἀσφάλειαν, ὡς ἂν τοῦ πλήθους ἐπὶ τὸν λιμένα συνδεδραμηκότος.
因此,那些出卖城市的人在城墙上举起了信号,并在人群跑向港口的空隙,非常安全地通过梯子将阿尔西比亚德斯及其部属接了进来。
οἱ δὲ Πελοποννήσιοι πυθόμενοι τὸ γεγονός, τὸ μὲν πρῶτον τοὺς ἡμίσεις ἐπὶ τοῦ λιμένος ἀπέλιπον, τοῖς δὲ λοιποῖς κατὰ σπουδὴν ἐξεβοήθουν ἐπὶ τὰ κατειλημμένα τείχη.
而伯罗奔尼撒人在得知发生的事情后,起初将半数人留在了港口,其余的人则急忙赶往已被占领的城墙进行救援。
ἤδη δὲ σχεδὸν πάσης τῆς δυνάμεως τῶν Ἀθηναίων παρεισπεπτωκυίας, ὅμως οὐ κατεπλάγησαν, ἀλλὰ πολὺν χρόνον ἀντιστάντες εὐρώστως τοὺς Ἀθηναίους ἠμύνοντο συναγωνιζομένων τῶν Βυζαντίων. καὶ πέρας οὐκ ἂν ἐκράτησαν Ἀθηναῖοι τῆς πόλεως διὰ μάχης, εἰ μὴ συννοήσας τὸν καιρὸν Ἀλκιβιάδης ἐκήρυξε3 μηδὲν ἀδίκημα ποιεῖν τοῖς Βυζαντίοις· οὕτω γὰρ οἱ πολιτικοὶ μεταβαλλόμενοι τοὺς Πελοποννησίους ἠμύνοντο.
尽管雅典人的几乎全部军队都已经攻入城内,但他们依然没有惊慌,而是顽强抵抗了很久,挡住了雅典人,拜占庭人也与他们并肩作战。最终,如果不是阿尔西比亚德斯察觉到了时机,宣告不对拜占庭人进行任何侵害,雅典人是无法通过战斗夺取这座城市的;因为由于这个宣告,市民们倒戈并开始攻击伯罗奔尼撒人。
ὅθεν οἱ πλεῖστοι μὲν αὐτῶν ἀνῃρέθησαν εὐγενῶς ἀγωνισάμενοι, οἱ δὲ περιλειφθέντες εἰς πεντακοσίους κατέφυγον πρὸς τοὺς ἐν τοῖς ἱεροῖς βωμούς.
因此,他们中的大多数人在英勇战斗后被杀,而幸存下来的大约五百人则逃到了神庙的祭坛前寻求庇护。
οἱ δʼ Ἀθηναῖοι τοῖς μὲν Βυζαντίοις ἀπέδωκαν τὴν πόλιν, συμμάχους αὐτοὺς ποιησάμενοι, πρὸς δὲ τοὺς ἐπὶ τοῖς βωμοῖς ὄντας ἱκέτας ὁμολογίας ἔθεντο, τὰ μὲν ὅπλα παραλαβεῖν, τὰ δὲ σώματα εἰς Ἀθήνας κομίσαντες ἐπιτρέψαι τῷ δήμῳ περὶ αὐτῶν.
雅典人将城市还给了拜占庭人,并与他们结为盟友,而对于祭坛前的求庇护者,他们达成了协议,即接收其武器,并将他们的身体运送到雅典,交由公民大会对他们做出裁决。
- 13.67.1ὡς ἁπάσης ἐκεῖ τῆς δυνάμεως οὔσης
由 ὡς 引导的名词 δυνάμεως 与分词 οὔσης 构成的属格绝对结构。ὡς 表示主观意图或伪装,赋予了“仿佛/假装”全军都在那里的欺骗意图。
- 13.67.2τῶν πλοίων τὰ μὲν συντριβόντων ... τὰ δʼ ἀποσπᾶν πειρωμένων
虽然 τῶν πλοίων 置于句首,但 τὰ μὲν... τὰ δʼ 作为分词 συντριβόντων 和 πειρωμένων 的宾格宾语。分词的主语延续了前文属格绝对结构中的 τῶν δʼ ἐν ταῖς τριήρεσι...(三列桨座战船上的人),在语境中应理解为“(他们)撞毁了其中的一部分船只,并企图拖走另一部分”。
- 13.67.5οὐκ ἂν ἐκράτησαν ... εἰ μὴ ... ἐκήρυξε
表示与过去事实相反的虚拟条件句(过去反事实条件)。主句由 ἄν 加上直陈式不定过去时 ἐκράτησαν 构成,条件从句由 εἰ μή 加上直陈式不定过去时 ἐκήρυξε 构成。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(4 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 1 处
- 2026-09-21 AI校阅 — 注 1 处
- 2026-09-21 AI校阅 — 译文 2 处
