- 底本
- Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.65.1-13.65.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了雅典与麦加拉围绕尼塞亚的冲突,以及斯巴达将领克拉特西皮达斯干预希奥斯局势、协助流亡者复国并导致该国内乱的经过。
τούτων δὲ πραττομένων Μεγαρεῖς μὲν Νίσαιαν ὑπʼ Ἀθηναίους οὖσαν εἷλον, Ἀθηναῖοι δʼ ἐπʼ αὐτοὺς ἀπέστειλαν Λεωτροφίδην καὶ Τίμαρχον μετὰ μὲν πεζῶν χιλίων, ἱππέων δὲ τετρακοσίων. οἷς οἱ Μεγαρεῖς ἀπαντήσαντες μετὰ τῶν ὅπλων πανδημεὶ καὶ παραλαβόντες τινὰς τῶν ἐκ Σικελίας, παρετάξαντο πρὸς τοῖς λόφοις τοῖς Κέρασι καλουμένοις·
在这些事情进行期间,麦加拉人夺取了处于雅典人统治下的尼塞亚;而雅典人派出了莱奥特罗菲德斯和蒂马科斯,率领一千名步兵和四百名骑兵去对付他们。麦加拉人全员武装迎击他们,并召集了部分来自西西里的人,在被称为‘凯拉斯’的丘陵附近布阵。
τῶν δʼ Ἀθηναίων λαμπρῶς ἀγωνισαμένων, καὶ πολλαπλασίους ὄντας τοὺς πολεμίους τρεψαμένων, Μεγαρέων ἔπεσον μὲν πολλοί, τῶν δὲ Λακεδαιμονίων εἴκοσι μόνον· οἱ γὰρ Ἀθηναῖοι βαρέως φέροντες ἐπὶ τῷ τὴν Νίσαιαν κατειλῆφθαι1 τοὺς μὲν Λακεδαιμονίους οὐκ ἐδίωξαν, πρὸς δὲ τοὺς Μεγαρεῖς χαλεπῶς διακείμενοι παμπληθεῖς ἀνεῖλον.
由于雅典人英勇作战,击溃了数倍于己的敌军,麦加拉人有许多人战死,而拉刻代蒙人仅有二十人阵亡;因为雅典人对尼塞亚被占领一事深感愤恨,他们没有追击拉刻代蒙人,而是对麦加拉人怀有极深的怨恨,杀死了他们极多的人。
Λακεδαιμόνιοι δὲ Κρατησιππίδαν ἑλόμενοι ναύαρχον, καὶ παρὰ τῶν συμμάχων ναῦς αὑτῶν πληρώσαντες εἴκοσι πέντε, προσέταξαν παραβοηθεῖν τοῖς συμμάχοις. οὗτος δὲ χρόνον μέν τινα περὶ τὴν Ἰωνίαν διέτριψεν οὐθὲν ἄξιον λόγου πράξας· μετὰ δὲ ταῦτα παρὰ τῶν ἐκ Χίου φυγάδων λαβὼν χρήματα κατήγαγεν αὐτοὺς καὶ τὴν ἀκρόπολιν τῶν Χίων κατελάβετο.
拉刻代蒙人选举克拉特西皮达斯为海军统帅,并从盟友那里为他们的二十五艘船配备了船员,命令他去援助盟友。他在伊奥尼亚一带逗留了一段时间,没有做出任何值得称道的事;但在此之后,他从来自希奥斯的流亡者那里收受了资金,协助他们重返家园,并占领了希奥斯人的卫城。
οἱ δὲ κατελθόντες τῶν Χίων τοὺς ἀντιπολιτευομένους αὐτοῖς καὶ τῆς ἐκπτώσεως αἰτίους ὄντας εἰς ἑξακοσίους τὸν ἀριθμὸν2 ὄντας ἐφυγάδευσαν. οὗτοι δὲ τῆς ἀντιπέραν ἠπείρου χωρίον Ἀταρνέα καλούμενον κατελάβοντο, σφόδρα τῇ φύσει καθεστηκὸς ὀχυρόν, καὶ τὸ λοιπὸν ἐκ τούτου τὰς ἀφορμὰς ἔχοντες ἐπολέμουν τοῖς Χίον ἔχουσιν.3
而那些回国的希奥斯人,将与他们政见相左并导致他们被逐的政敌驱逐出境,其人数达六百人左右。这些被逐者占领了对岸大陆上一个被称为‘阿塔尔内乌斯’的地方,该地自然地势极为险要,此后他们以此为基地,与统治希奥斯的人进行战争。
- 13.65.2ἐπὶ τῷ τὴν Νίσαιαν κατειλῆφθαι
介词 ἐπί 连同带冠词的与格不定式(中性单数与格 τῷ 加上完成时被动不定式 κατειλῆφθαι)表示情感的原因(“因为……被占领”)。对格 τὴν Νίσαιαν 作为该不定式的逻辑主语。
- 13.65.4τὸν ἀριθμὸν
表示关系或限定的对格(“在数量上”)。与表示概数的介词 εἰς 连用,整句意为“人数大约达六百人”。
- 13.65.4τοῖς Χίον ἔχουσιν
现在分词 ἔχουσιν(与格复数阳性)意为“占有”或“统治”,带对格宾语 Χίον(希奥斯),意为“统治希奥斯的人”。由于前述动词 ἐπολέμουν 支配与格,因而此分词采用与格形式。
