← 西西里的狄奥多罗斯

历史丛书

§13.62.1-13.62.6

希梅拉的陷落与毁灭及汉尼拔的凯旋

迦太基军队攻破希梅拉的城墙并攻入城内,进行了无情的屠杀和掠夺。汉尼拔彻底摧毁了该城,为报祖父之仇屠杀了三千名男子,随后离开西西里,凯旋班师迦太基。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.62.1

οἱ δʼ ἐν τῇ πόλει καταλειφθέντες διενυκτέρευον μὲν ἐν τοῖς ὅπλοις ἐπὶ τῶν τειχῶν· ἅμα δʼ ἡμέρᾳ τῶν Καρχηδονίων περιστρατοπεδευσάντων τὴν πόλιν καὶ πυκνὰς προσβολὰς ποιουμένων, οἱ καταλειφθέντες τῶν Ἱμεραίων ἀφειδῶς ἠγωνίζοντο, προσδοκῶντες τὴν τῶν νεῶν παρουσίαν.

留在城内的人手持武器在城墙上度过了夜晚。天一亮,迦太基人便包围了城市并发起频繁的猛攻,而留下来的希梅拉人则不惜身命地战斗,期盼着战船的到来。

§13.62.2

ἐκείνην μὲν οὖν τὴν ἡμέραν διεκαρτέρησαν, τῇ δʼ ὑστεραίᾳ τῶν τριήρων ἐπιφαινομένων ἤδη1 συνέβαινε τὸ μὲν τεῖχος πεσεῖν ὑπὸ τῶν μηχανῶν, τοὺς δʼ Ἴβηρας ἀθρόους παρεισπεσεῖν εἰς τὴν πόλιν. τῶν δὲ βαρβάρων οἱ μὲν ἠμύνοντο τοὺς παραβοηθοῦντας τῶν Ἱμεραίων, οἱ δὲ καταλαμβανόμενοι τὰ τείχη παρεδέχοντο τοὺς ἰδίους.

因此,他们撑过了那一天。但在第二天,当三段式战船已经显现时,城墙在攻城器械的轰击下倒塌,伊比利亚人成群冲入城内。在野蛮人中,一部分人击退了前来增援的希梅拉人,另一部分人则占领了城墙,接应他们自己的人马。

§13.62.3

κατὰ κράτος οὖν ἁλούσης τῆς πόλεως, ἐπὶ πολὺν χρόνον οἱ βάρβαροι πάντας ἐφόνευον τοὺς καταλαμβανομένους ἀσυμπαθῶς. τοῦ δʼ Ἀννίβα ζωγρεῖν παραγγείλαντος ὁ μὲν φόνος ἔληξεν, ἡ δʼ ἐκ τῶν οἰκιῶν εὐδαιμονία διεφορεῖτο.

城市就这样被强行攻陷,在很长一段时间里,野蛮人无情地屠杀所有被捕获的人。但当汉尼拔下令生擒俘虏后,屠杀便停止了,而民居中的财富则被劫掠一空。

§13.62.4

ὁ δʼ Ἀννίβας τὰ μὲν ἱερὰ συλήσας καὶ τοὺς καταφυγόντας ἱκέτας ἀποσπάσας ἐνέπρησε, καὶ τὴν πόλιν εἰς ἔδαφος κατέσκαψεν, οἰκισθεῖσαν ἔτη διακόσια τεσσαράκοντα·2τῶν δʼ αἰχμαλώτων γυναῖκας καὶ παῖδας διαδοὺς εἰς τὸ στρατόπεδον παρεφύλαττε, τῶν δʼ ἀνδρῶν τοὺς ἁλόντας εἰς τρισχιλίους ὄντας παρήγαγεν ἐπὶ τὸν τόπον, ἐν ᾧ πρότερον Ἀμίλκας ὁ πάππος αὐτοῦ ὑπὸ Γέλωνος ἀνῃρέθη, καὶ πάντας αἰκισάμενος κατέσφαξεν.

而汉尼拔在洗劫了神庙、拽出逃入其中的恳求者后,将其纵火焚烧,并将这座建城二百四十年的城市彻底夷为平地;在俘虏中,他将妇女和儿童分发到营地并严加看管,而捕获的男子中,有将近三千人,他将他们带到此前他祖父哈米尔卡被盖隆杀害的地方,在对所有人施以酷刑后予以宰杀。

§13.62.5

μετὰ δὲ ταῦτα διαλύσας τὸ στρατόπεδον, τοὺς μὲν ἀπὸ Σικελίας συμμάχους ἀπέστειλεν εἰς τὰς πατρίδας, μεθʼ ὧν καὶ Καμπανοὶ συνηκολούθησαν, ἐγκαλοῦντες τοῖς Καρχηδονίοις ὡς αἰτιώτατοι μὲν τῶν εὐημερημάτων γεγενημένοι, οὐκ ἀξίας δὲ χάριτας εἰληφότες τῶν πεπραγμένων·

此后,他解散了军队,将来自西西里的盟友遣送回各自的家乡,坎帕尼亚人也与他们同行,他们对迦太基人表示埋怨,认为自己虽然是获得胜利的最大功臣,却没有因其所作所为而获得应得的谢礼。

§13.62.6

ὁ δʼ Ἀννίβας εἰς τὰς μακρὰς ναῦς καὶ φορτηγοὺς ἐμβιβάσας τὴν δύναμιν, καὶ τοὺς ἱκανοὺς τοῖς συμμάχοις ἀπολιπὼν στρατιώτας, ἐξέπλευσεν ἐκ τῆς Σικελίας. ἐπεὶ δʼ εἰς Καρχηδόνα κατέπλευσε μετὰ πολλῶν λαφύρων, ἀπήντων αὐτῷ πάντες δεξιούμενοι καὶ τιμῶντες ὡς ἐν ὀλίγῳ χρόνῳ μείζονα πράξαντα3 τῶν πρότερον στρατηγῶν.

而汉尼拔将他的军队装上战船和货船,在给盟友留下了足够数量的士兵之后,便从西西里启航。当他携带着大量战利品驶抵迦太基时,所有人都迎上前去,向他致敬并表示尊崇,视其为在短时间内立下了比先前的将军们更伟大功绩的人。

语法注3 条
  1. 13.62.2τῶν τριήρων ἐπιφαινομένων ἤδη

    属格独立结构(genitive absolute)。表示时间上的同时发生和戏剧性的紧迫感:“正当战船已经显现时”,强调救援来得太晚。

  2. 13.62.4οἰκισθεῖσαν ἔτη διακόσια τεσσαράκοντα

    修饰先行女性单数宾格名词 τὴν πόλιν(城市)的分词。不定过去时被动分词 οἰκισθεῖσαν 与表示时间持续的宾格 ἔτη διακόσια τεσσαράκοντα(二百四十年)连用,表示该城“自建城以来已存在了二百四十年”。

  3. 13.62.6ὡς ἐν ὀλίγῳ χρόνῳ μείζονα πράξαντα

    ὡς 与宾格阳性单数分词 πράξαντα 的结合。该宾格与前面及物分词 δεξιούμενοι καὶ τιμῶντες 所支配的隐含宾格宾语(指代主句中的与格 αὐτῷ)保持一致,用以表示市民的主观原因或评价:“(市民们)认为他是在短时间内立下了更伟大功绩的人(而敬重他)”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.62.1-13.62.6