- 底本
- Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.47.1-13.47.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
海战后,雅典人树立了战胜纪念碑,而敏达罗斯在阿比多斯修复舰队并计划包围雅典的同盟城市。同时,哈尔基斯人和波奥蒂亚人合力填平埃夫里普斯海峡以连接优波亚与大陆,塞拉梅内斯因无法阻止该工程,转而驶向群岛募集资金。
τῆς δὲ ναυμαχίας τοιοῦτον τὸ τέλος λαβούσης Ἀθηναῖοι τότε μὲν εἰς Σηστὸν ἀπέπλευσαν ἤδη νυκτὸς οὔσης, ἅμα δʼ ἡμέρᾳ τά τε ναυάγια συνήγαγον καὶ πρὸς τῷ προτέρῳ τροπαίῳ πάλιν ἕτερον ἔστησαν.
当海战以此种结局告终时,雅典人由于当时已是夜晚,便启航返回塞斯托斯;但拂晓时分,他们收集了船只残骸,并在先前的战胜纪念碑旁,再次竖立了另一座纪念碑。
Μίνδαρος δὲ νυκτὸς περὶ πρώτην φυλακὴν εἰς Ἄβυδον ἀναχθεὶς τάς τε πεπονηκυίας ναῦς ἐπεσκεύαζε καὶ πρὸς Λακεδαιμονίους διεπέμψατο περὶ βοηθείας πεζῆς τε καὶ ναυτικῆς· διενοεῖτο γὰρ ἐν ὅσῳ τὰ κατὰ τὸν στόλον ἕτοιμα ἐγίνετο, πεζῇ μετὰ Φαρναβάζου τὰς συμμαχούσας κατὰ τὴν Ἀσίαν πόλεις Ἀθηναίοις πολιορκήσειν.
敏达罗斯在夜间大约一更时分启航前往阿比多斯,修理受损的船只,并派人去拉刻代蒙人那里请求陆路和海路的援助;因为他打算在舰队整备就绪期间,与法尔纳巴佐斯一起从陆路包围在亚洲与雅典结盟的城市。
Χαλκιδεῖς δὲ καὶ σχεδὸν οἱ λοιποὶ πάντες οἱ τὴν Εὔβοιαν κατοικοῦντες ἀφεστηκότες ἦσαν Ἀθηναίων, καὶ διὰ τοῦτο περιδεεῖς ἐγίνοντο, μήποτε νῆσον οἰκοῦντες ἐκπολιορκηθῶσιν1 ὑπʼ Ἀθηναίων θαλασσοκρατούντων· ἠξίουν οὖν Βοιωτοὺς κοινῇ χῶσαι τὸν Εὔριπον, ὥστε συνάψαι τὴν Εὔβοιαν τῇ Βοιωτίᾳ.
哈尔基斯人以及几乎所有其他居住在优波亚的人,都已背叛了雅典人,因此他们变得极度恐惧,担心自己既然居住在岛上,可能随时会被统治海洋的雅典人合围攻陷;于是,他们请求波奥蒂亚人共同填平埃夫里普斯海峡,以便将优波亚与波奥蒂亚连接起来。
συγκαταθεμένων δὲ τῶν Βοιωτῶν διὰ τὸ κἀκείνοις συμφέρειν τὴν Εὔβοιαν εἶναι τοῖς μὲν ἄλλοις νῆσον, ἑαυτοῖς δʼ ἤπειρον·2 διόπερ αἱ πόλεις ἅπασαι πρὸς τὴν διάχωσιν ἐπερρώσθησαν καὶ πρὸς ἀλλήλας ἡμιλλῶντο· οὐ γὰρ μόνον τοῖς πολίταις ἐξιέναι πανδημεὶ προσέταξαν, ἀλλὰ καὶ τοῖς παροικοῦσι ξένοις, ὥστε διὰ τὸ πλῆθος τῶν τοῖς ἔργοις προσιόντων τὴν πρόθεσιν ταχέως λαβεῖν συντέλειαν.
波奥蒂亚人同意了这一提议,因为对他们来说,优波亚对其他人是岛屿,对他们自己则是大陆,这同样是有利的;因此,所有的城市都热心地投入到填平海峡的工作中,并互相竞争。因为他们不仅命令全体公民总动员,还命令居住在附近的侨民也参与进来,以至于由于参与工程的人数极多,该计划迅速得以完成。
τῆς μὲν οὖν Εὐβοίας κατεσκευάσθη τὸ χῶμα κατὰ τὴν Χαλκίδα, τῆς δὲ Βοιωτίας πλησίον Αὐλίδος· ἐνταῦθα γὰρ ὁ μεταξὺ τόπος ἦν στενώτατος. συνέβαινε μὲν οὖν καὶ πρότερον ἀεὶ κατʼ ἐκεῖνον τὸν τόπον εἶναι ῥοῦν καὶ πυκνὰς ποιεῖσθαι τροπὰς τὴν θάλατταν, τότε δὲ πολὺ μᾶλλον ἦν ἐπιτείνοντα τὰ κατὰ τὸν ῥοῦν, ὡς ἂν εἰς στενὸν ἄγαν συγκεκλεισμένης τῆς θαλάττης·3 ὁ γὰρ διέκπλους ἀπελείφθη μιᾷ νηί. ᾠκοδόμησαν δὲ καὶ πύργους ὑψηλοὺς ἐπʼ ἀμφοτέρων τῶν ἄκρων, καὶ ξυλίνας τοῖς διάρροις ἐπέστησαν γεφύρας.
于是,填海筑路的堤坝在优波亚一侧建于哈尔基斯,在波奥蒂亚一侧建于奥利斯附近;因为那里的间隔是最窄的。虽然以前在那个地方也一直有急流,且海水频繁地发生回流,但当时急流的情况却更加剧烈,因为海水被封闭在一个极窄的空间里;因为留下的通道仅容一艘船通过。他们还在两端建造了高塔,并在水流通道上架起了木桥。
Θηραμένης δʼ ὑπʼ Ἀθηναίων ἀποσταλεὶς μετὰ νεῶν τριάκοντα τὸ μὲν πρῶτον ἐπεχείρησε κωλύειν τοὺς ἐπὶ τῶν ἔργων, πολλοῦ δὲ πλήθους στρατιωτῶν συμπαρόντος τοῖς κατασκευάζουσι τὰ χώματα ταύτης μὲν τῆς ἐπιβολῆς ἀπέστη, τὸν δὲ πλοῦν ἐπὶ τῶν νήσων ἐποιήσατο.
塞拉梅内斯被雅典人派遣,率领三十艘船,起初企图阻挠工程人员,但由于筑堤者身边有大批士兵协助,他便放弃了这一尝试,转而向群岛航行。
βουλόμενος δὲ τούς τε πολίτας καὶ συμμάχους ἀναπαῦσαι τῶν εἰσφορῶν, τήν τε τῶν πολεμίων χώραν ἐπόρθησε καὶ πολλὰς ὠφελείας ἤθροισεν. ἐπῄει δὲ καὶ τὰς συμμαχίδας πόλεις, καὶ τοὺς ἐν αὐταῖς νεωτερίζοντας εἰσεπράττετο χρήματα.4
他希望让公民和同盟国免受财产税的负担,便掠夺了敌人的领土,收集了大量战利品。他还巡视了同盟城市,并向其中企图造反的人征收资金。
καταπλεύσας δʼ εἰς Πάρον καὶ καταλαβὼν ὀλιγαρχίαν ἐν τῇ πόλει, τῷ μὲν δήμῳ τὴν ἐλευθερίαν ἀποκατέστησε, παρὰ δὲ τῶν ἁψαμένων τῆς ὀλιγαρχίας χρημάτων πλῆθος εἰσεπράξατο.
他航行到帕罗斯岛,发现城中实行寡头政治,便为民众恢复了自由,并向参与寡头政治的人征收了大量资金。
- 13.47.3μήποτε νῆσον οἰκοῦντες ἐκπολιορκηθῶσιν
从句 μήποτε ... ἐκπολιορκηθῶσιν 由表示恐惧的动词 περιδεεῖς ἐγίνοντο(他们变得恐惧)引导,使用虚拟语气以表达对未来可能发生之事的担忧(“担心他们可能会被围攻”)。分词 οἰκοῦντες 具有原因语气,解释了他们害怕被围攻的原因(因为他们居住在岛上)。
- 13.47.4διὰ τὸ κἀκείνοις συμφέρειν τὴν Εὔβοιαν εἶναι τοῖς μὲν ἄλλοις νῆσον, ἑαυτοῖς δʼ ἤπειρον
介词 διὰ 支配冠词性不定式 τὸ ... συμφέρειν(有利益)。该不定式的主语是整个“对格+不定式”结构 τὴν Εὔβοιαν εἶναι ...(优波亚成为……),意为“因为优波亚对其他人是岛屿,对他们(波奥蒂亚人:κἀκείνοις)自己则是大陆,这同样对他们有利”。
- 13.47.5ὡς ἂν εἰς στενὸν ἄγαν συγκεκλεισμένης τῆς θαλάττης
由虚词 ὡς ἂν 引导的属格绝对结构(συγκεκλεισμένης τῆς θαλάττης),用以表示主观原因或虚拟的对比(“仿佛海水被封闭在一个极窄的空间里”)。
- 13.47.7τοὺς ἐν αὐταῖς νεωτερίζοντας εἰσεπράττετο χρήματα
动词 εἰσπράττω(征收、强索)采用双宾格(双对格)结构:一个指被征收资金的对象(τοὺς ... νεωτερίζοντας),另一个指征收的资金本身(χρήματα)。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
