← 西西里的狄奥多罗斯

历史丛书

§13.44.1-13.44.6

击败塞利努斯军与汉尼拔的备战

迦太基向埃杰斯塔派遣援军,埃杰斯塔军随后奇袭并击败了疏于防备的塞利努斯军队。这标志着迦太基战争的开始,将军汉尼拔随即着手准备庞大的军队以备来春之战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.44.1

μετὰ δὲ τὴν ἐπάνοδον τῶν πρεσβευτῶν Καρχηδόνιοι μὲν τοῖς Αἰγεσταίοις ἀπέστειλαν Λίβυάς τε πεντακισχιλίους καὶ τῶν Καμπανῶν ὀκτακοσίους.

使者归来后,迦太基人向埃杰斯塔人派遣了五千名利比亚人和八百名坎帕尼亚人。

§13.44.2

οὗτοι δʼ ἦσαν ὑπὸ τῶν Χαλκιδέων τοῖς Ἀθηναίοις1 εἰς τὸν πρὸς Συρακοσίους πόλεμον μεμισθωμένοι, καὶ μετὰ τὴν ἧτταν καταπεπλευκότες οὐκ εἶχον τοὺς μισθοδοτήσοντας·2 οἱ δὲ Καρχηδόνιοι πᾶσιν ἵππους ἀγοράσαντες καὶ μισθοὺς ἀξιολόγους δόντες εἰς τὴν Αἴγεσταν κατέστησαν.

这些人此前曾被卡尔基斯人雇佣,为雅典人服役于对抗叙拉古人的战争;在战败后,他们乘船南下,却无人为他们发放军饷。迦太基人为他们所有人购买了马匹,给予了丰厚的薪水,并将他们安置在埃杰斯塔。

§13.44.3

οἱ δὲ Σελινούντιοι κατʼ ἐκείνους τοὺς χρόνους εὐδαιμονοῦντες, καὶ τῆς πόλεως αὐτοῖς πολυανδρούσης,3 κατεφρόνουν τῶν Αἰγεσταίων. καὶ τὸ μὲν πρῶτον ἐν τάξει τὴν ὅμορον χώραν ἐπόρθουν, πολὺ προέχοντες ταῖς δυνάμεσι, μετὰ δὲ ταῦτα καταφρονήσαντες κατὰ πᾶσαν τὴν χώραν ἐσκεδάσθησαν.

当时的塞利努斯人十分繁荣,城市人口众多,因此轻视埃杰斯塔人。起初,因力量远胜对手,他们井然有序地蹂躏邻近土地;但在此之后,因产生轻敌之心,他们便分散到了整个地区。

§13.44.4

οἱ δὲ τῶν Αἰγεσταίων στρατηγοὶ παρατηρήσαντες αὐτοὺς ἐπέθεντο μετὰ τῶν Καρχηδονίων καὶ τῶν Καμπανῶν. ἀπροσδοκήτου δὲ τῆς ἐφόδου γενομένης ῥᾳδίως ἐτρέψαντο τοὺς Σελινουντίους, καὶ τῶν μὲν στρατιωτῶν ἀνεῖλον περὶ χιλίους, τῆς δὲ λείας πάσης ἐκυρίευσαν. μετὰ δὲ τὴν μάχην εὐθέως ἀπέστειλαν πρέσβεις, οἱ μὲν Σελινούντιοι πρὸς Συρακοσίους, οἱ δʼ Αἰγεσταῖοι πρὸς Καρχηδονίους, περὶ βοηθείας.

埃杰斯塔人的将军们监视着他们,并与迦太基人及坎帕尼亚人一同发起了袭击。由于这次袭击出乎意料,他们轻易击溃了塞利努斯人,击杀其士兵约一千人,并缴获了全部战利品。战后,两军立即派出了使者寻求援助,塞利努斯人派往叙拉古人,埃杰斯塔人派往迦太基人。

§13.44.5

ἑκατέρων δʼ ἐπαγγειλαμένων συμμαχήσειν, ὁ μὲν Καρχηδονιακὸς πόλεμος ταύτην ἔλαβεν ἀρχήν· οἱ δὲ Καρχηδόνιοι προορώμενοι τὸ μέγεθος τοῦ πολέμου, τὴν ἐπιτροπὴν ἔδωκαν Ἀννίβᾳ τῷ στρατηγῷ περὶ τοῦ μεγέθους τῆς δυνάμεως, καὶ πάντα προθύμως ὑπηρέτουν.

由于双方都承诺给予援助,迦太基战争便由此开始。迦太基人预见到战争规模的宏大,便将关于军队规模的决定权交给了将军汉尼拔,并热心地提供一切协助。

§13.44.6

ὁ δὲ Ἀννίβας τό τε θέρος ἐκεῖνο καὶ τὸν συνάπτοντα χειμῶνα πολλοὺς μὲν ἐξ Ἰβηρίας ἐξενολόγησεν, οὐκ ὀλίγους δὲ καὶ τῶν πολιτῶν κατέγραφεν· ἐπῄει δὲ καὶ τὴν Λιβύην ἐπιλεγόμενος ἐξ ἁπάσης πόλεως τοὺς κρατίστους, καὶ ναῦς παρεσκευάζετο, διανοούμενος τῆς ἐαρινῆς ὥρας ἐνισταμένης διαβιβάζειν τὰς δυνάμεις. τὰ μὲν οὖν κατὰ τὴν Σικελίαν ἐν τούτοις ἦν.

汉尼拔在那个夏天和接下来的冬天里,从伊比利亚招募了大量雇佣兵,也登记了为数不少的本国公民;他还巡视了利比亚,从每个城市中选拔最优秀的人,并准备船只,计划在春季到来时运送军队。西西里的局势当时便是如此。

语法注3 条
  1. 13.44.2ὑπὸ τῶν Χαλκιδέων τοῖς Ἀθηναίοις

    ὑπὸ τῶν Χαλκιδέων(表示施事者的属格)修饰被动分词 μεμισθωμένοι(被雇佣),而 τοῖς Ἀθηναίοις 则是表示利益的与格(“为了雅典人”),指出他们服务的对象,而非直接的雇佣者。

  2. 13.44.2τοὺς μισθοδοτήσοντας

    带有定冠词的将来主动分词 μισθοδοτήσοντας 起名词作用,意为“将要支付薪水的人”。将来时分词在此表示意图或目的,指代能够为他们提供军饷的潜在雇主。

  3. 13.44.3τῆς πόλεως αὐτοῖς πολυανδρούσης

    独立属格结构,表示原因(“因为他们的城市人口众多”)。与格代词 αὐτοῖς 起所有与格或关系与格的作用,指代主句的主语塞利努斯人(οἱ δὲ Σελινούντιοι),意为“对他们而言的城市”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.44.1-13.44.6