- 底本
- Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.29.1-13.29.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吉利普斯继续发表演说,指出在赞美牺牲市民的同时却宽恕敌人的荒谬。他论证道,雅典俘虏自愿发动非正义战争,根本不配获得同情或求诉者的权利。
πῶς οὖν οὐκ ἄτοπον, ἄνδρες Συρακόσιοι, τοὺς μὲν τετελευτηκότας ἑκούσιον ὑπὲρ ὑμῶν ἑλέσθαι θάνατον, ὑμᾶς δὲ ὑπὲρ ἐκείνων μηδὲ παρὰ τῶν πολεμιωτάτων λαβεῖν τιμωρίαν, καὶ ἐπαινεῖν μὲν τοὺς ὑπὲρ τῆς κοινῆς ἐλευθερίας τοὺς ἰδίους ἀναλώσαντας βίους, περὶ πλείονος δὲ τὴν τῶν φονέων ποιεῖσθαι1 σωτηρίαν τῆς ἐκείνων τιμῆς;
因此,叙拉古的男子汉们,那些死去的人为你们选择了自愿的死亡,而你们却甚至不为他们向最凶恶的敌人进行惩罚,并且,你们一方面赞美那些为了共同的自由而牺牲自己生命的人,另一方面却把杀人凶手的安全看得比那些人的荣誉更重要,这难道不是荒谬的吗?
κοσμεῖν ἐψηφίσασθε δημοσίᾳ τοὺς τάφους τῶν μετηλλαχότων· καὶ τίνα καλλίονα κόσμον εὑρήσετε τοῦ κολάσαι τοὺς ἐκείνων αὐτόχειρας; εἰ μὴ νὴ Δία2 πολιτογραφήσαντες αὐτοὺς βούλεσθε καταλιπεῖν ἔμψυχα τρόπαια τῶν μετηλλαχότων.
你们已投票决定用公费装饰逝者的坟墓;但除了惩罚那些亲手杀害他们的人之外,你们还能找到什么更好的装饰呢?除非,凭着宙斯起誓,你们想把他们登记为公民,让他们作为逝者活生生的战胜纪念碑留存下来。
ἀλλὰ μεταβαλόντες τὴν τῶν πολεμίων προσηγορίαν γεγόνασιν ἱκέται· πόθεν αὐτοῖς ταύτης τῆς φιλανθρωπίας συγκεχωρημένης;3 οἱ γὰρ ἀπʼ ἀρχῆς τὰ περὶ τούτων νόμιμα διατάξαντες τοῖς μὲν δυστυχοῦσι τὸν ἔλεον, τοῖς δὲ διὰ πονηρίαν ἀδικοῦσιν ἔταξαν τιμωρίαν.
但是,有人会说,他们改变了敌人的称呼,已经变成了求诉者。他们凭什么能获得这种人道待遇呢?因为从一开始制定相关法律的人,为遭遇不幸的人规定了同情,而为因邪恶而作恶的人规定了惩罚。
ἐν ποτέρᾳ δὴ τάξει θῶμεν τοὺς αἰχμαλώτους; ἐν τῇ τῶν ἠτυχηκότων; καὶ τίς αὐτοὺς τύχη μὴ προαδικηθέντας ἐβιάσατο πολεμεῖν Συρακοσίοις καὶ τὴν παρὰ πᾶσιν ἐπαινουμένην εἰρήνην ἀφέντας ἐπὶ κατασκαφῇ παρεῖναι τῆς ὑμετέρας πόλεως;
那么,我们究竟应该把俘虏归入哪一类呢?归入遭遇不幸者的那一类吗?又是怎样的命运,在他们未曾预先受到侵害的情况下,强迫他们与叙拉古人作战,并放弃那受到所有人赞美的和平,为了彻底摧毁你们的城市而来临呢?
διόπερ ἑκουσίως ἑλόμενοι πόλεμον ἄδικον εὐψύχως ὑπομενόντων τὰ τούτου δεινά, καὶ μή, κρατοῦντες μέν, ἀπαραίτητον ἐχόντων τὴν καθʼ ὑμῶν ὠμότητα, σφαλέντες δέ, τοῖς τῆς ἱκεσίας φιλανθρώποις παραιτείσθων4 τὴν τιμωρίαν.
因此,由于他们自愿选择了一场非正义的战争,就让他们勇敢地承受这场战争的灾难吧;而不要在他们得势时对你们怀有无法平息的残酷,一旦失败,却又企图借着求诉的人道待遇来规避惩罚。
εἰ δʼ ἐλέγχονται διὰ πονηρίαν καὶ πλεονεξίαν τοιούτοις ἐλαττώμασι περιπεπτωκότες,5 μὴ καταμεμφέσθων τὴν τύχην, μηδʼ ἐπικαλείσθων τὸ τῆς ἱκεσίας ὄνομα. τοῦτο γὰρ παρʼ ἀνθρώποις φυλάττεται τοῖς καθαρὰν μὲν τὴν ψυχήν, ἀγνώμονα δὲ τὴν τύχην ἐσχηκόσιν.
如果事实证明,他们是因为邪恶和贪婪而落入如此不幸之中,就让他们不要抱怨命运,也不要诉诸求诉的名义。因为这一权利在人类中,是为那些拥有纯洁心灵却遭遇无情命运的人保留的。
οὗτοι δʼ ἁπάντων τῶν ἀδικημάτων πλήρη τὸν βίον ἔχοντες οὐδένα τόπον αὐτοῖς βάσιμον εἰς ἔλεον καὶ καταφυγὴν ἀπολελοίπασι.
而这些人,其一生充满了各种罪恶,没有给自己留下任何通往同情和庇护的余地。
- 13.29.1τοὺς μὲν τετελευτηκότας ... ἑλέσθαι θάνατον, ὑμᾶς δὲ ... λαβεῖν τιμωρίαν, καὶ ἐπαινεῖν μὲν ... περὶ πλείονος δὲ ... ποιεῖσθαι
由主句 πῶς οὖν οὐκ ἄτοπον(“那么这怎么能不荒谬呢”)引导的多个“对格+不定式”结构的并列。第一个不定式 ἑλέσθαι 的逻辑主语是 τοὺς μὲν τετελευτηκότας,而随后的 λαβεῖν、以及并列的 ἐπαινεῖν 与 ποιεῖσθαι 则共同以 ὑμᾶς 为逻辑主语。
- 13.29.2εἰ μὴ νὴ Δία
一个高度惯用的讽刺性表达(“除非,凭着宙斯起誓……”),用于提出一个荒诞不经的备选方案,从而暗示听众绝不可能做出这样的选择。
- 13.29.3πόθεν αὐτοῖς ταύτης τῆς φιλανθρωπίας συγκεχωρημένης;
带有完成时被动分词 συγκεχωρημένης 的属格绝对结构(genitive absolute)。它与疑问副词 πόθεν(“从何处”)连用,反问对方这种权利或优待在法理上如何能够成立。
- 13.29.5ὑπομενόντων ... παραιτείσθων
第三人称复数的命令式(现在时),分别带有古典至希腊化时期常见的 -ντων 与 -σθων 词尾。用以表达对第三方的强烈要求或必然的义务(“让他们忍受”、“不准他们规避”)。
- 13.29.6εἰ δʼ ἐλέγχονται ... περιπεπτωκότες
动词 ἐλέγχω 的现在时被动语态(ἐλέγχονται)伴有充当补足语的完成时主动分词(περιπεπτωκότες)的句式,表示“如果事实证明他们已经陷入(不幸)……”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
- 2026-09-21 AI校阅 — 注 1 处
