← 西西里的狄奥多罗斯

历史丛书

§13.20.1-13.20.5

尼科劳斯就处置战俘问题发表演说

在战争中失去两个儿子的老人尼科劳斯登上讲台,在诉说自己深切的个人悲痛之余,宣布他将为了叙拉古未来的利益 and 声誉,对如何处置俘虏提出客观无偏私的建议。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.20.1

τῶν κατὰ τὸν πόλεμον ἀτυχημάτων, ἄνδρες Συρακόσιοι, μέρος οὐκ ἐλάχιστον ἐγὼ μετέσχηκα· δυεῖν γὰρ υἱῶν γενόμενος πατὴρ ἐξέπεμψα μὲν αὐτοὺς εἰς τὸν ὑπὲρ τῆς πατρίδος κίνδυνον, ὑπεδεξάμην δʼ ἀντʼ αὐτῶν ἀγγελίαν, ἣ τὸν ἐκείνων θάνατον ἐμήνυεν.

叙拉古的公民们,在战争所带来的不幸中,我分担了绝非最小的一份。因为我曾是两个儿子的父亲,我把他们送往为祖国效力的险境,但取代他们的,我却收到了宣告他们死亡的噩耗。

§13.20.2

διὸ καὶ καθʼ ἡμέραν ἐπιζητῶν τὴν συμβίωσιν, καὶ τὴν τελευτὴν ἀναλογιζόμενος, ἐκείνους μὲν μακαρίζω, τὸν ἐμαυτοῦ δὲ βίον ἐλεῶ, πάντων ἡγούμενος εἶναι δυστυχέστατος.

因此,我每天都渴望着与他们共同生活,并思索着他们的结局,我一方面称他们是有福的,另一方面又哀怜我自己的生活,认为自己是所有人中最不幸的人。

§13.20.3

ἐκεῖνοι μὲν γὰρ τὸν ὀφειλόμενον τῇ φύσει θάνατον εἰς πατρίδος σωτηρίαν ἀναλώσαντες ἀθάνατον ἑαυτῶν δόξαν καταλελοίπασιν, ἐγὼ δʼ ἐπὶ τῆς ἐσχάτης ἡλικίας ἔρημος ὢν τῶν θεραπευσόντων1 τὸ γῆρας διπλοῦν ἔχω τὸ πένθος, τὴν συγγένειαν ἅμα καὶ ἀρετὴν ἐπιζητῶν·

因为他们为拯救祖国而付出了本就欠自然的一死,从而为自己留下了不朽的光荣;而我,处于生命的暮年,失去了照顾我晚年的人,怀着双重的悲痛,同时怀念着我们的骨肉亲情和他们的美德。

§13.20.4

ὅσῳ γὰρ εὐγενέστερον ἐτελεύτησαν, τοσούτῳ ποθεινοτέραν τὴν ὑπὲρ αὐτῶν μνήμην καταλελοίπασιν. εἰκότως οὖν μισῶ τοὺς Ἀθηναίους, διʼ ἐκείνους οὐχ ὑπὸ τῶν τέκνων, ἀλλʼ ὑπὸ οἰκετῶν, ὡς ὁρᾶτε, χειραγωγούμενος.

因为他们死得越是高尚,留给人们对他们的怀念就越发令人渴望。因此,我理所当然地痛恨雅典人,正是因为他们,如你们所见,我不是由我的孩子们扶持,而是由家仆们搀扶着。

§13.20.5

εἰ μὲν οὖν ἑώρων, ὦ ἄνδρες Συρακόσιοι, τὴν παροῦσαν ἐνεστηκέναι βουλὴν ὑπὲρ Ἀθηναίων, εἰκότως ἂν καὶ διὰ τὰς κοινὰς τῆς πατρίδος συμφορὰς καὶ διὰ τὰς ἰδίας ἀτυχίας πικρῶς ἂν αὐτοῖς προσηνέχθην·2 ἐπεὶ δʼ ἅμα τῷ πρὸς τοὺς ἠτυχηκότας ἐλέῳ κρίνεται τό τε κοινῇ συμφέρον καὶ ἡ πρὸς ἅπαντας ἀνθρώπους ὑπὲρ τοῦ δήμου τῶν Συρακοσίων ἐξενεχθησομένη δόξα, ἀκέραιον3 ποιήσομαι τὴν τοῦ συμφέροντος συμβουλίαν.

因此,叙拉古的公民们,如果我看到当前的审议只是为了惩治雅典人,那么由于祖国的共同灾难和我的个人不幸,我理所当然会严厉地对待他们;但是,既然在对不幸者表示怜悯的同时,我们也在评判共同的利益,以及向全人类展现的、关乎叙拉古人民的声誉,我将提出毫无偏私的、关于利益的建议。

语法注3 条
  1. 13.20.3τῶν θεραπευσόντων

    带冠词 τῶν 的将来时分词 θεραπευσόντων 起定语从句作用,表示目的或预期(“那些将要照顾……的人”)。

  2. 13.20.5εἰ μὲν οὖν ἑώρων ... ἂν ... προσηνέχθην

    这是一个混合型的违实条件句。条件从句使用未完成过去时直说语气 ἑώρων(指代现在:“如果我看到……”),而结果从句使用不定过去时直说语气 προσηνέχθην 配合 ἂν(指代过去:“我理所当然会……”)。小词 ἂν 在结果从句中双重使用(ἂν ... ἂν)以示强调。

  3. 13.20.5ἀκέραιον

    形容词 ἀκέραιον(双性形容词的阴性单数宾格,修饰阴性名词 συμβουλίαν)在此作谓语性修饰,意为“我将提出毫无偏私的建议”(字面意:“我将使建议成为无偏私的”)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.20.1-13.20.5