← 柏拉图

定义集

§1#1

从神与宇宙到德性与幸福的诸概念定义

关于永恒、神和自然基本要素,以及智慧、正义、勇敢和幸福等核心哲学与伦理概念的简明定义列表。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§411

ΟΡΟΙ Ἀίδιον τὸ κατὰ πάντα χρόνον καὶ πρότερον ὂν καὶ νῦν μὴ ἐφθαρμένον. Θεὸς ζῷον ἀθάνατον, αὔταρκες πρὸς εὐδαιμονίαν· οὐσία ἀίδιος, τῆς τἀγαθοῦ φύσεως αἰτία. Γένεσις κίνησις εἰς οὐσίαν· μετάληψις οὐσίας· πόρευσις εἰς τὸ εἶναι. Ἥλιος πῦρ οὐράνιον· ὃ μόνον ἀπ’ ἠοῦς μέχρι δείλης τοῖς αὐτοῖς1 ἔστιν ὁραθῆναι ἄστρον ἡμεροφανές· ζῷον ἀίδιον ἔμψυχον τὸ μέγιστον. Χρόνος ἡλίου κίνησις, μέτρον φορᾶς. Ἡμέρα ἡλίου πορεία ἀπ’ ἀνατολῶν ἐπὶ δυσμάς· φῶς τοὐναντίον νυκτί. Ἕως ἡμέρας ἀρχή· τὸ πρῶτον φῶς ἀπὸ τοῦ ἡλίου. Μεσημβρία χρόνος ἐν ᾧ τῶν σωμάτων αἱ σκιαὶ ἐλαχίστου μήκους κοινωνοῦσιν. Δείλη ἡμέρας τελευτή. Νὺξ σκότος τοὐναντίον ἡμέρᾳ· ἡλίου στέρησις. Τύχη φορὰ ἐξ ἀδήλου εἰς ἄδηλον, καὶ ἡ ἐκ τοῦ αὐτομάτου αἰτία δαιμονίας πράξεως. Γῆρας φθίσις ἐμψύχου ὑπὸ χρόνου γιγνομένη. Πνεῦμα κίνησις ἀέρος περὶ τὴν γῆν. Ἀὴρ στοιχεῖον οὗ2 πᾶσαι αἱ κατὰ τόπον κινήσεις κατὰ φύσιν εἰσίν. Οὐρανὸς σῶμα περιέχον πάντα τὰ αἰσθητὰ πλὴν αὐτοῦ τοῦ ἀνωτάτου ἀέρος. Ψυχὴ τὸ αὑτὸ κινοῦν· αἰτία κινήσεως ζωτικῆς ζῴων. Δύναμις τὸ καθ’ αὑτὸ ποιητικόν. Ὄψις ἕξις διακριτικὴ σωμάτων. Ὀστοῦν μυελὸς ὑπὸ θερμοῦ παγείς. Στοιχεῖον τὸ συνάγον καὶ διαλύον τὰ σύνθετα. Ἀρετὴ διάθεσις ἡ βελτίστη· ἕξις θνητοῦ ζῴου καθ’ αὑτὴν ἐπαινετή· ἕξις καθ’ ἣν τὸ ἔχον ἀγαθὸν λέγεται· κοινωνία νόμων δικαία· διάθεσις, καθ’ ἣν τὸ ἔχον διακείμενον3 τελείως σπουδαῖον λέγεται· ἕξις ποιητικὴ εὐνομίας. Φρόνησις δύναμις ποιητικὴ καθ’ αὑτὴν τῆς ἀνθρώπου εὐδαιμονίας· ἐπιστήμη ἀγαθῶν καὶ κακῶν· διάθεσις καθ’ ἣν κρίνομεν τί πρακτέον καὶ τί οὐ πρακτέον. Δικαιοσύνη ὁμόνοια τῆς ψυχῆς πρὸς αὑτήν, καὶ εὐταξία τῶν τῆς ψυχῆς μερῶν πρὸς ἄλληλά τε καὶ περὶ ἄλληλα· ἕξις διανεμητικὴ τοῦ κατ’ ἀξίαν ἑκάστῳ· ἕξις καθ’ ἣν ὁ ἔχων προαιρετικός ἐστιν τῶν φαινομένων αὐτῷ δικαίων· ἕξις ἐν βίῳ νόμου ὑπήκοος· ἰσότης κοινωνική· ἕξις ὑπηρετικὴ νόμων. Σωφροσύνη μετριότης τῆς ψυχῆς περὶ τὰς ἐν αὐτῇ κατὰ φύσιν γιγνομένας ἐπιθυμίας τε καὶ ἡδονάς· εὐαρμοστία καὶ εὐταξία ψυχῆς πρὸς τὰς κατὰ φύσιν ἡδονὰς καὶ λύπας· συμφωνία ψυχῆς πρὸς τὸ ἄρχειν καὶ ἄρχεσθαι· αὐτοπραγία κατὰ φύσιν· εὐταξία ψυχῆς· λογιστικὴ ὁμιλία ψυχῆς περὶ καλῶν καὶ αἰσχρῶν· ἕξις καθ’ ἣν ὁ ἔχων αἱρετικός ἐστι καὶ εὐλαβητικὸς ὧν χρή. Ἀνδρεία ἕξις ψυχῆς ἀκίνητος ὑπὸ φόβου· θάρσος πολεμικόν· ἐπιστήμη τῶν κατὰ πόλεμον πραγμάτων· ἐγκράτεια ψυχῆς πρὸς τὰ φοβερὰ καὶ δεινά· τόλμα ὑπηρετικὴ φρονήσεως· εὐθαρσία ἐπὶ θανάτου προσδοκίᾳ· ἕξις διαφυλακτικὴ λογισμῶν ὀρθῶν ἐν κινδύνοις· ῥώμη πρὸς κίνδυνον ἀντίρροπος· ῥώμη καρτερικὴ πρὸς ἀρετήν· ἠρεμία ψυχῆς περὶ τὰ δεινὰ καὶ θαρσαλέα κατὰ τὸν ὀρθὸν λόγον φαινόμενα· σωτηρία δογμάτων ἀδήλων4 περὶ τὰ δεινὰ καὶ ἐμπειρία πολέμου· ἕξις ἐμμενητικὴ νόμου. Ἐγκράτεια δύναμις ὑπομενητικὴ λύπης· ἀκολούθησις τῷ ὀρθῷ λογισμῷ· δύναμις ἀνυπέρβλητος τοῦ ὑποληφθέντος ὀρθῷ λογισμῷ. Αὐτάρκεια τελειότης κτήσεως ἀγαθῶν· ἕξις καθ’ ἣν οἱ ἔχοντες αὐτοὶ αὑτῶν ἄρχουσιν. Ἐπιείκεια δικαίων καὶ συμφερόντων ἐλάττωσις· μετριότης ἐν συμβολαίοις· εὐταξία ψυχῆς λογιστικῆς πρὸς τὰ καλὰ καὶ αἰσχρά. Καρτερία ὑπομονὴ λύπης ἕνεκα τοῦ καλοῦ· ὑπομονὴ πόνων ἕνεκα τοῦ καλοῦ. Θάρσος ἀπροσδοκία κακοῦ· ἀνεκπληξία διὰ κακοῦ παρουσίαν. Ἀλυπία ἕξις καθ’ ἣν ἀνέμπτωτοί ἐσμεν εἰς λύπας. Φιλοπονία ἕξις ἀποτελεστικὴ οὗ ἂν προέληται· καρτερία ἑκούσιος· ἕξις ἀδιάβλητος πρὸς πόνον. Αἰδὼς τολμήσεως ὑποχώρησις ἑκουσία δικαίως καὶ πρὸς τὸ βέλτιστον φανέν· καταλαβὴ ἑκουσία τοῦ βελτίστου· εὐλάβεια ὀρθοῦ ψόγου. Ἐλευθερία ἡγεμονία βίου· αὐτοκράτεια ἐπὶ παντί· ἐξουσία τοῦ καθ’ ἑαυτὸν ἐν βίῳ· ἀφειδία ἐν χρήσει καὶ ἐν κτήσει οὐσίας. Ἐλευθεριότης ἕξις πρὸς τὸ χρηματίζεσθαι ὡς δεῖ· πρόσθεσις καὶ κτῆσις οὐσίας ὡς χρή. Πρᾳότης κατάστασις κινήσεως τῆς ὑπ’ ὀργῆς· κρᾶσις ψυχῆς σύμμετρος. Κοσμιότης ὕπειξις ἑκουσία πρὸς τὸ φανὲν βέλτιστον· εὐταξία περὶ κίνησιν σώματος. Εὐδαιμονία ἀγαθὸν ἐκ πάντων ἀγαθῶν συγκείμενον· δύναμις αὐτάρκης πρὸς τὸ εὖ ζῆν· τελειότης κατ’ ἀρετήν· ὠφελία αὐτάρκης ζῴου. Μεγαλοπρέπεια ἀξίωσις κατὰ λογισμὸν ὀρθὸν τὸν σεμνότατον. Ἀγχίνοια εὐφυΐα ψυχῆς, καθ’ ἣν ὁ ἔχων στοχαστικός ἐστιν ἑκάστῳ τοῦ δέοντος· ὀξύτης νοῦ. Χρηστότης ἤθους ἀπλαστία μετ’ εὐλογιστίας· ἤθους σπουδαιότης. Καλοκαγαθία ἕξις προαιρετικὴ τῶν βελτίστων. Μεγαλοψυχία χρῆσις τοῖς συμβαίνουσιν ἀστεία· μεγαλοπρέπεια ψυχῆς μετὰ λόγου. Φιλανθρωπία ἕξις εὐάγωγος ἤθους πρὸς ἀνθρώπου φιλίαν· ἕξις εὐεργετικὴ ἀνθρώπων· χάριτος σχέσις· μνήμη μετ’ εὐεργεσίας. Εὐσέβεια δικαιοσύνη περὶ θεούς· δύναμις θεραπευτικὴ

定义集 恒常:在一切时间中存在、先前存在且如今未被毁灭者。 神:不死的生物,对于幸福自足;恒常的实体,善之本性的原因。 生成:向着实体的运动;对实体的分有;走向存在的进程。 太阳:天之火;唯有其从黎明至黄昏可被同一批人看见的、在白昼显现的星辰;最大且恒常的、有灵魂的生物。 时间:太阳的运动,运行的尺度。 白昼:太阳自东方至西方的运行;与黑夜相反的光。 黎明:白昼的开始;来自太阳的第一道光。正午:物体的影子具有最短长度的时间。 黄昏:白昼的结束。 黑夜:与白昼相反的黑暗;太阳的丧失。 运气:从不显明到不显明的运行,以及由自发引起的神圣行为的原因。 衰老:由时间引起的有灵魂之物的衰落。 风:空气在地球周围的运动。空气:所有空间运动自然而然发生于其之中的元素。 天空:包容除最高处的空气本身之外的所有可感事物的物体。 灵魂:自我运动者;生物生命运动的原因。 能力:其自身具有产生作用之能力者。 视觉:能够区分物体的状态。 骨骼:被热力凝固的髓。 元素:结合并分解复合物者。 美德:最善的精神状态;可死生物自身值得称赞的状态;拥有它者被称为善的状态;法律的公正共同体;拥有它者被称为处于完美优秀状态的精神状态;产生良好秩序的状态。 智慧:自身能产生人类幸福的能力;关于善与恶的知识;我们借以判断何者该做、何者不该做的精神状态。 正义:灵魂自身的和谐,以及灵魂各部分之间及彼此关联的良好秩序;向每个人分配其应得之物的状态;拥有者借以选择对其显现为公正之物的状态;在生活中顺从法律的状态;社会平等;服务于法律的状态。 节制:灵魂对于其内部自然产生的欲望和快乐的适度;灵魂针对自然快乐和痛苦的和谐与良好秩序;灵魂关于统治与被统治的契合;依自然的自我实践;灵魂的良好秩序;灵魂关于美与丑的理智交往;拥有者借以选择并规避其应当选择和规避之物的状态。 勇敢:灵魂不为恐惧所动的状态;军事上的大胆;关于战争事务的知识;灵魂对可怕与危险之物的自制;服务于智慧的大胆;在预料死亡时的自信;在危险中守护正确理性的状态;与危险抗衡的力量;奔向美德的坚忍力量;灵魂对于依据正确理性显现的可怕与令人胆大之物的平静;关于可怕事物之不明确学说的保存,以及战争的经验;坚守法律的状态。 自制:能忍受痛苦的能力;顺从正确理性;关于被正确理性所接受之物不可逾越的力量。 自足:获得善物的完美性;拥有者借以统治自身的状态。 公平:对公正和有益之物的让步;契约中的适度;理性灵魂对于美与丑的良好秩序。 坚忍:为了美而对痛苦的忍耐;为了美而对劳苦的忍耐。 大胆:不预料恶事;因恶事现前而不惊慌失措。 无忧:我们借以不陷于痛苦的状态。 勤勉:能完成所选择之物的状态;自愿的坚忍;在劳苦面前不屈服的状态。 羞耻:为了正义和显现为最优之物而自愿从大胆行径中撤退;对最优之物的自愿把握;对正确指责的警惕。 自由:生活的自主支配;对一切事情的自主决定;在生活中对于自身事务的权力;在使用和获取财产时的慷慨大方。 大方:关于依应有方式赚钱的状态;依需要增加和获取财产。 温和:由愤怒引起的运动的平息;灵魂的适度调和。 端庄:对于显现为最优之物的自愿顺从;关于身体运动的良好秩序。 幸福:由一切善物构成的善;对于过得好自足的能力;依据美德的完美;对生物而言自足的有用性。 宏伟:依据正确理性对最庄严之物的估价。机敏:灵魂的良好天赋,拥有者借以在每种情况下善于推测所需之物;心智的敏锐。善良:伴有良好思虑的性格之不做作;性格的优秀。高尚:选择最善之物的状态。大度:对所发生之事的得体应对;伴有理性的灵魂之宏伟。仁爱:性格易于被引向对人之友爱的状态;施惠于人的状态;恩惠的关系;伴有善行的记忆。敬神:关于神明之正义;侍奉的能力

语法注4 条
  1. 411aτοῖς αὐτοῖς

    此处可以解释为表示行为主体的与格(施事与格,“被同样的人们”)或关系与格(“对于同样的人们”)。采用前一种解释,意为太阳从清晨到黄昏均可被同一批观察者所看见。

  2. 411cοὗ

    关系代词 ὅς 的单数属格,在此无前置词使用,用以表示场所或领域(“于其内”),表明一切空间运动自然而然地在空气这一元素的空间中发生。

  3. 411dδιακείμενον

    分词 διακείμενον(处于……状态)修饰先行词(名词化的分词)τὸ ἔχον(拥有它者)或作为其补语。它与 τελείως σπουδαῖον(完美优秀)结合,构成了“被说成处于完美优秀的状态”这一句型。

  4. 412bδογμάτων ἀδήλων

    在将勇敢定义为“关于可怕事物之不明确学说的保存”中,δογμάτων ἀδήλων(不明确的学说/信念)指的是那些虽然尚未上升为理性的绝对学知(episteme),但在面临危险时必须予以坚守的正确信念或见解。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(18 处,最近 2026-11-24)
  • 2026-11-24 AI校阅 — insert 1 处
  • 2026-11-24 AI校阅 — patch 16 处
  • 2026-11-24 AI校阅 — postfix 1 处
urn:cts:greekLit:tlg0059.tlg037.humanitext-grc1:1#1