← 柏拉图

米诺斯篇

§313-314

关于法律本质与真实意见的探究

苏格拉底与同伴就“法律是什么”展开探讨。针对同伴关于法律即习惯或城邦决议的界定,苏格拉底论证了法律在本质上必须是善且有益的,从而得出法律应当是“真实的意见”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§313

ΣΩ. ὁ νόμος ἡμῖν τί ἐστιν; ΕΤ. ὁποῖον καὶ ἐρωτᾷς τῶν νόμων; ΣΩ. τί δʼ; ἔστιν ὅτι διαφέρει νόμος νόμου κατʼ αὐτὸ τοῦτο, κατὰ τὸ νόμος εἶναι; σκόπει γὰρ δὴ ὃ τυγχάνω ἐρωτῶν σε. ἐρωτῶ γάρ, ὥσπερ εἰ ἀνηρόμην τί ἐστιν χρυσός, εἴ με ὡσαύτως ἀνήρου ὁποῖον καὶ λέγω χρυσόν, οἴομαί σε οὐκ ἂν ὀρθῶς ἐρέσθαι.1 οὐδὲν γάρ που διαφέρει οὔτε χρυσὸς χρυσοῦ οὔτε λίθος λίθου κατά γε τὸ λίθος εἶναι καὶ κατὰ τὸ χρυσός· οὕτω δὲ οὐδὲ νόμος που νόμου οὐδὲν διαφέρει, ἀλλὰ πάντες εἰσὶν ταὐτόν. νόμος γὰρ ἕκαστος αὐτῶν ἐστιν ὁμοίως, οὐχ ὁ μὲν μᾶλλον, ὁ δʼ ἧττον· τοῦτο δὴ αὐτὸ ἐρωτῶ, τὸ πᾶν τί ἐστιν νόμος. εἰ οὖν σοι πρόχειρον, εἰπέ. ΕΤ. τί οὖν ἄλλο νόμος εἴη ἄν, ὦ Σώκρατες, ἀλλʼ ἢ τὰ νομιζόμενα;2 ΣΩ. ἦ καὶ λόγος σοι δοκεῖ εἶναι τὰ λεγόμενα, ἢ ὄψις τὰ ὁρώμενα, ἢ ἀκοὴ τὰ ἀκουόμενα; ἢ ἄλλο μὲν λόγος, ἄλλο δὲ τὰ λεγόμενα· καὶ ἄλλο μὲν ὄψις, ἄλλο δὲ τὰ ὁρώμενα· καὶ ἄλλο μὲν ἀκοή, ἄλλο δὲ τὰ ἀκουόμενα, καὶ ἄλλο δὴ νόμος, ἄλλο δὲ τὰ νομιζόμενα; οὕτως ἢ πῶς σοι δοκεῖ; ΕΤ. ἄλλο μοι νῦν ἐφάνη. ΣΩ. οὐκ ἄρα νόμος ἐστὶν τὰ νομιζόμενα. ΕΤ. οὔ μοι δοκεῖ.

苏格拉底:对我们而言,法律是什么? 同伴:您问的是哪种法律? 苏格拉底:怎么说?难道法律与法律之间,仅就其为法律而言,会有什么不同吗?请仔细想想我正在问你的问题。因为我的提问,就像是我若问你黄金是什么,而你同样反问我指的是哪种黄金一样,我认为你那样提问是不妥当的。因为黄金与黄金,石头与石头,至少在作为石头和作为黄金这一点上,是毫无区别的。同样,法律与法律也毫无区别,而是完全相同的。因为它们每一个都同样是法律,不存在一个更像是法律,另一个较不像是法律。这正是我的提问:作为整体的法律是什么?如果你手头有答案,请告诉我。 同伴:苏格拉底,除了那些被习惯性认同的事物之外,法律还能是什么呢? 苏格拉底:那么,在你看来,被说出的话就是语言本身吗?或者被看到的东西就是视觉,被听到的东西就是听觉?还是说,语言是一回事,被说出的话是另一回事;视觉是一回事,被看到的东西是另一回事;听觉是一回事,被听到的东西是另一回事;同样,法律是一回事,而被习惯性认同的事物是另一回事?在你看来是这样,还是怎样? 同伴:现在看来,它们是不同的事物。 苏格拉底:那么,法律就不是被习惯性认同的事物了。 同伴:在我看来不是。

§314

ΣΩ. τί δῆτʼ ἂν εἴη νόμος; ἐπισκεψώμεθʼ αὐτὸ ὧδε. εἴ τις ἡμᾶς τὰ νυνδὴ λεγόμενα ἀνήρετο, ἐπειδὴ ὄψει φατὲ τὰ ὁρώμενα ὁρᾶσθαι, τίνι ὄντι3 τῇ ὄψει ὁρᾶται; ἀπεκρινάμεθʼ ἂν αὐτῷ ὅτι αἰσθήσει ταύτῃ τῇ διὰ τῶν ὀφθαλμῶν δηλούσῃ τὰ πράγματα· εἰ δʼ αὖ ἤρετο ἡμᾶς, τί δέ; ἐπειδὴ ἀκοῇ τὰ ἀκουόμενα ἀκούεται, τίνι ὄντι τῇ ἀκοῇ; ἀπεκρινάμεθʼ ἂν αὐτῷ ὅτι αἰσθήσει ταύτῃ τῇ διὰ τῶν ὤτων δηλούσῃ ἡμῖν τὰς φωνάς. οὕτω τοίνυν καὶ εἰ ἀνέροιτο ἡμᾶς, ἐπειδὴ νόμῳ τὰ νομιζόμενα νομίζεται, τίνι ὄντι τῷ νόμῳ νομίζεται; πότερον αἰσθήσει τινὶ ἢ δηλώσει, ὥσπερ τὰ μανθανόμενα μανθάνεται δηλούσῃ τῇ ἐπιστήμῃ, ἢ εὑρέσει τινί, ὥσπερ τὰ εὑρισκόμενα εὑρίσκεται, οἷον τὰ μὲν ὑγιεινὰ καὶ νοσώδη ἰατρικῇ, ἃ δὲ οἱ θεοὶ διανοοῦνται, ὥς φασιν οἱ μάντεις, μαντικῇ; ἡ γάρ που τέχνη ἡμῖν εὕρεσίς ἐστιν τῶν πραγμάτων· ἦ γάρ; ΕΤ. πάνυ γε. ΣΩ. τί οὖν ἂν τούτων ὑπολάβοιμεν μάλιστα τὸν νόμον εἶναι; ΕΤ. τὰ δόγματα ταῦτα καὶ ψηφίσματα, ἔμοιγε δοκεῖ. τί γὰρ ἂν ἄλλο τις φαίη νόμον εἶναι; ὥστε κινδυνεύει, ὃ σὺ ἐρωτᾷς, τὸ ὅλον τοῦτο, νόμος, δόγμα πόλεως εἶναι. ΣΩ. δόξαν, ὡς ἔοικε, λέγεις πολιτικὴν τὸν νόμον. ΕΤ. ἔγωγε. ΣΩ. καὶ ἴσως καλῶς λέγεις· τάχα δὲ ὧδε ἄμεινον εἰσόμεθα. λέγεις τινὰς σοφούς; ΕΤ. ἔγωγε. ΣΩ. οὐκοῦν οἱ σοφοί εἰσιν σοφίᾳ σοφοί; ΕΤ. ναί. ΣΩ. τί δέ; οἱ δίκαιοι δικαιοσύνῃ δίκαιοι; ΕΤ. πάνυ γε. ΣΩ. οὐκοῦν καὶ οἱ νόμιμοι νόμῳ νόμιμοι; ΕΤ. ναί. ΣΩ. οἱ δὲ ἄνομοι ἀνομίᾳ ἄνομοι; ΕΤ. ναί. ΣΩ. οἱ δὲ νόμιμοι δίκαιοι; ΕΤ. ναί. ΣΩ. οἱ δὲ ἄνομοι ἄδικοι; ΕΤ. ἄδικοι. ΣΩ. οὐκοῦν κάλλιστον ἡ δικαιοσύνη τε καὶ ὁ νόμος; ΕΤ. οὕτως. ΣΩ. αἴσχιστον δὲ ἡ ἀδικία τε καὶ ἡ ἀνομία; ΕΤ. ναί. ΣΩ. καὶ τὸ μὲν σῴζει τὰς πόλεις καὶ τἆλλα πάντα, τὸ δὲ ἀπόλλυσι καὶ ἀνατρέπει; ΕΤ. ναί. ΣΩ. ὡς περὶ καλοῦ ἄρα τινὸς ὄντος δεῖ τοῦ νόμου διανοεῖσθαι, καὶ ὡς ἀγαθὸν αὐτὸ ζητεῖν. ΕΤ. πῶς δʼ οὔ; ΣΩ. οὐκοῦν δόγμα ἔφαμεν εἶναι πόλεως τὸν νόμον; ΕΤ. ἔφαμεν γάρ. ΣΩ. τί οὖν; οὐκ ἔστιν τὰ μὲν χρηστὰ δόγματα, τὰ δὲ πονηρά; ΕΤ. ἔστιν μὲν οὖν. ΣΩ. καὶ μὴν νόμος γε οὐκ ἦν πονηρός. ΕΤ. οὐ γάρ. ΣΩ. οὐκ ἄρα ὀρθῶς ἔχει ἀποκρίνεσθαι οὕτως ἁπλῶς ὅτι νόμος ἐστὶ δόγμα πόλεως. ΕΤ. οὐκ ἔμοιγε δοκεῖ. ΣΩ. οὐκ ἄρα ἁρμόττοι ἂν τὸ πονηρὸν δόγμα νόμος εἶναι. ΕΤ. οὐ δῆτα. ΣΩ. ἀλλὰ μὴν δόξα γέ τις καὶ αὐτῷ μοι καταφαίνεται ὁ νόμος εἶναι· ἐπειδὴ δὲ οὐχ ἡ πονηρὰ δόξα, ἆρα οὐκ ἤδη τοῦτο κατάδηλον, ὡς ἡ χρηστή, εἴπερ δόξα νόμος ἐστί; ΕΤ. ναί. ΣΩ. δόξα δὲ χρηστὴ τίς ἐστιν; οὐχ ἡ ἀληθής;

苏格拉底:那么,法律到底会是什么呢?让我们这样来考察它。如果有人就我们刚才说的话问我们: “既然你们说被看到的东西是通过视觉被看见的,那么,视觉作为什么样的事物,使得东西通过它被看见呢?”我们会回答他说:“是通过那借助眼睛来显明事物的感官。”如果他又反问我们: “那么,既然被听到的东西是通过听觉被听见的,那么,听觉作为什么样的事物,使得东西通过它被听见呢?” 我们会回答他说:“是通过那借助耳朵向我们显明声音的感官。”那么同样,如果他问我们: “既然被习惯性认同的事物是通过法律而被认同的,那么,法律作为什么样的事物,使得事物通过它被认同呢?” “是通过某种感官,还是通过某种显明(就像被学到的东西是通过显明它们的知识而被学到那样),或者是通过某种发现(就像被发现的东西是被发现那样——例如健康和疾病的东西是通过医学被发现,而神明所思考的事情,正如预言者所说,是通过预言术被发现)?因为技术对我们来说难道不就是对事物的发现吗?难道不是吗?” 同伴:确实如此。 苏格拉底:那么,在这些事物中,我们最应该认为法律是其中的哪一个呢? 同伴:依我看,是这些决定和决议。因为人还会说法律是什么呢?因此,你所问的这整个被称为“法律”的东西,似乎就是城邦的决定。 苏格拉底:看来,你所说的法律,是指一种政治性的意见。 同伴:正是。 苏格拉底:也许你说得对,但通过以下方式,我们会了解得更清楚。你说有某些智者吗? 同伴:有的。 苏格拉底:那么,智者是因为智慧而成为智者的吗? 同伴:是的。 苏格拉底:那么,正义的人是因为正义而成为正义的吗? 同伴:确实如此。 苏格拉底:那么,守法的人也是因为法律而成为守法的吗? 同伴:是的。 苏格拉底:而违法的人是因为违法而成为违法的吗? 同伴:是的。 苏格拉底:守法的人是正义的人吗? 同伴:是的。 苏格拉底:违法的人是不正义的人吗? 同伴:是不正义的人。 苏格拉底:那么,正义和法律难道不是最美妙的事物吗? 同伴:是的。 苏格拉底:而不正义和违法难道不是最丑陋的事物吗? 同伴:是的。 苏格拉底:而且,前者保全了城邦及其他一切,而后者则毁灭并颠覆了它们? 同伴:是的。 苏格拉底:因此,我们应该把法律看作是某种美妙的事物,并将其作为善来追求。 同伴:怎能不如此呢? 苏格拉底:那么,我们刚才不是说法律是城邦的决定吗? 同伴:我们确实说过。 苏格拉底:那么,难道没有一些决定是有益的,另一些是有害的吗? 同伴:确实有。 苏格拉底:然而,法律绝不是有害的。 同伴:确实不是。 苏格拉底:那么,如此简单地回答说“法律是城邦的决定”,是不正确的。 同伴:在我看来是不正确。 苏格拉底:那么,有害的决定并不适合作为法律。 同伴:绝不适合。 苏格拉底:然而,在我看来,法律本身也显现为某种意见。既然它不是有害的意见,那么如果意见确实是法律,它便是那有益的意见,这难道不是已经很明显了吗? 同伴:是的。 苏格拉底:那么,有益的意见是什么呢?难道不就是真实的意见吗?

语法注3 条
  1. 313aοἴομαί σε οὐκ ἂν ὀρθῶς ἐρέσθαι

    隶属于主句动词 οἴομαι 的“带对格的不定式”(AcI)结构。与不定过去时不定式 ἐρέσθαι 连用的助词 ἄν 代表了过去违实条件句的结论部,意为“我认为(如果你那样提问的话)你本没有正确地提问”。

  2. 313bτὰ νομιζόμενα

    动词 νομίζω(视为习惯、设立、相信)的现在时被动分词中性复数形式。它与名词 νόμος(法律、习惯)同源,同伴将法律界定为“习惯性认同之物”(nomizomena)正是基于这种词源学联系。苏格拉底随后通过区分动作的对象(分词)与支撑动作的原理(名词)来反驳这一观点。

  3. 314aτίνι ὄντι

    由疑问代词的与格 τίνι 与动词 εἰμί 的现在时分词与格 ὄντι 结合而成的惯用表达。意为“作为什么样的事物?”,此处用于修饰表示工具或手段的与格(如 τῇ ὄψει 或 τῷ νόμῳ),要求对该工具的本质属性给出定义。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0059.tlg033.humanitext-grc2:313-314