- 底本
- Platonis Opera Tomus IV: Tetralogia VIII. Burnet, John, editor. Oxford: Clarendon Press, 1905.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg031.humanitext-grc2:86
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
阐述了胆汁行为引起的病理机制并根据元素过剩对热病进行分类,进而指出灵魂的疾病是愚蠢(狂乱和无知),其根源在于身体缺陷与缺乏教育,并论证了没有人是自愿作恶的。
ΤΙ. πλείων δʼ ἐπιρρέουσα, τῇ παρʼ αὐτῆς θερμότητι κρατήσασα τὰς ἶνας εἰς ἀταξίαν ζέσασα διέσεισεν· καὶ ἐὰν μὲν ἱκανὴ διὰ τέλους κρατῆσαι γένηται, πρὸς τὸ τοῦ μυελοῦ διαπεράσασα γένος κάουσα ἔλυσεν τὰ τῆς ψυχῆς αὐτόθεν οἷον νεὼς πείσματα μεθῆκέν1 τε ἐλευθέραν, ὅταν δʼ ἐλάττων ᾖ τό τε σῶμα ἀντίσχῃ τηκόμενον, αὐτὴ κρατηθεῖσα ἢ κατὰ πᾶν τὸ σῶμα ἐξέπεσεν, ἢ διὰ τῶν φλεβῶν εἰς τὴν κάτω συνωσθεῖσα ἢ τὴν ἄνω κοιλίαν, οἷον φυγὰς ἐκ πόλεως στασιασάσης ἐκ τοῦ σώματος ἐκπίπτουσα, διαρροίας καὶ δυσεντερίας καὶ τὰ τοιαῦτα νοσήματα πάντα παρέσχετο. τὸ μὲν οὖν ἐκ πυρὸς ὑπερβολῆς μάλιστα νοσῆσαν σῶμα συνεχῆ καύματα καὶ πυρετοὺς ἀπεργάζεται, τὸ δʼ ἐξ ἀέρος ἀμφημερινούς, τριταίους δʼ ὕδατος διὰ τὸ νωθέστερον ἀέρος καὶ πυρὸς αὐτὸ εἶναι· τὸ δὲ γῆς, τετάρτως ὂν νωθέστατον τούτων, ἐν τετραπλασίαις περιόδοις χρόνου καθαιρόμενον, τεταρταίους πυρετοὺς ποιῆσαν ἀπαλλάττεται μόλις. καὶ τὰ μὲν περὶ τὸ σῶμα νοσήματα ταύτῃ συμβαίνει γιγνόμενα, τὰ δὲ περὶ ψυχὴν διὰ σώματος ἕξιν τῇδε. νόσον μὲν δὴ ψυχῆς ἄνοιαν συγχωρητέον, δύο δʼ ἀνοίας γένη, τὸ μὲν μανίαν, τὸ δὲ ἀμαθίαν. πᾶν οὖν ὅτι πάσχων τις πάθος ὁπότερον αὐτῶν ἴσχει, νόσον προσρητέον, ἡδονὰς δὲ καὶ λύπας ὑπερβαλλούσας τῶν νόσων μεγίστας θετέον τῇ ψυχῇ· περιχαρὴς γὰρ ἄνθρωπος ὢν ἢ καὶ τἀναντία ὑπὸ λύπης πάσχων, σπεύδων τὸ μὲν ἑλεῖν ἀκαίρως, τὸ δὲ φυγεῖν, οὔθʼ ὁρᾶν οὔτε ἀκούειν ὀρθὸν οὐδὲν δύναται, λυττᾷ δὲ καὶ λογισμοῦ μετασχεῖν ἥκιστα τότε δὴ δυνατός. τὸ δὲ σπέρμα ὅτῳ2 πολὺ καὶ ῥυῶδες περὶ τὸν μυελὸν γίγνεται καὶ καθαπερεὶ δένδρον πολυκαρπότερον τοῦ συμμέτρου πεφυκὸς ᾖ, πολλὰς μὲν καθʼ ἕκαστον ὠδῖνας, πολλὰς δʼ ἡδονὰς κτώμενος ἐν ταῖς ἐπιθυμίαις καὶ τοῖς περὶ τὰ τοιαῦτα τόκοις, ἐμμανὴς τὸ πλεῖστον γιγνόμενος τοῦ βίου διὰ τὰς μεγίστας ἡδονὰς καὶ λύπας, νοσοῦσαν καὶ ἄφρονα ἴσχων ὑπὸ τοῦ σώματος τὴν ψυχήν, οὐχ ὡς νοσῶν ἀλλʼ ὡς ἑκὼν κακὸς δοξάζεται· τὸ δὲ ἀληθὲς ἡ περὶ τὰ ἀφροδίσια ἀκολασία κατὰ τὸ πολὺ μέρος διὰ τὴν ἑνὸς γένους ἕξιν ὑπὸ μανότητος ὀστῶν ἐν σώματι ῥυώδη καὶ ὑγραίνουσαν νόσος ψυχῆς γέγονεν. καὶ σχεδὸν δὴ πάντα ὁπόσα ἡδονῶν ἀκράτεια καὶ ὄνειδος ὡς ἑκόντων λέγεται τῶν κακῶν, οὐκ ὀρθῶς ὀνειδίζεται· κακὸς μὲν γὰρ ἑκὼν οὐδείς,3 διὰ δὲ πονηρὰν ἕξιν τινὰ τοῦ σώματος καὶ ἀπαίδευτον τροφὴν ὁ κακὸς γίγνεται κακός, παντὶ δὲ ταῦτα ἐχθρὰ καὶ ἄκοντι προσγίγνεται. καὶ πάλιν δὴ τὸ περὶ τὰς λύπας ἡ ψυχὴ κατὰ ταὐτὰ διὰ σῶμα πολλὴν ἴσχει κακίαν.
蒂迈欧:但若注入的胆汁更多,凭借自身的受热制服纤维,使其沸腾并陷入无序,从而产生震荡;如果它足够强健能彻底制服纤维,它就会渗透到骨髓的类别中,将其烧灼并当场解开灵魂的系索,犹如解开船只的缆绳,放其自由。但是,当胆汁较少而身体虽在融化却仍能抵抗时,它本身就会被制服,要么排散到全身,要么通过血管被挤压进下腹腔或上腹腔,如同从发生叛乱的城市中逃亡的难民一样,从身体中逃逸出来,从而引发腹泻、赤痢和所有诸如此类的疾病。因此,主要因火的过剩而生病的身体会产生持续的高热和热病;因空气而产生一日热;因水而产生三日热,因为水比空气和火更迟缓;而因土而产生的,因它是这些元素中第四迟缓的,会在四倍的时间周期中得到净化,产生四日热并难以摆脱。身体的疾病便是以这种方式发生的,而关于灵魂的疾病,由于身体的状况,则以下列方式发生。确实,我们必须承认灵魂的疾病是愚蠢,而愚蠢有两种:一种是狂乱,另一种是无知。因此,无论人遭受何种痛苦从而染上这两者之一,都必须称之为疾病,并且必须把过度的快乐和痛苦视为灵魂的最大疾病。因为当一个人极度喜悦,或者相反因痛苦而受难时,由于急于在不适当的时候夺取前者并逃避后者,他既不能正确地看,也不能正确地听任何事物,而是处于狂乱之中,此时最不可能参与理性。而对于那些骨髓周围精液多而流动,就像一棵天然结实超过适度比例的树木一样的人来说,由于他在欲望中以及在与此类事物有关的生育中,每次都获得许多痛苦和许多快乐,在生命的绝大部分时间里都因为极大的快乐和痛苦而处于狂乱之中,因身体而拥有一颗有病且愚蠢的灵魂,他却被认为不是病了,而是自愿作恶。但事实是,在性爱方面的无节制在很大程度上已成为一种灵魂的疾病,这主要是由于一种元素的状况(即由于骨骼的疏松导致其在体内流动并使其潮湿)。事实上,几乎所有关于对快乐无节制的谴责,以及把恶人当作是自愿作恶的指责,都是不正确的。因为没有人是自愿作恶的,恶人之所以成为恶人,是因为身体的某种不良状况和缺乏教育的抚育;对任何人来说,这些都是敌对的,并且违背其意愿而发生。同样,在痛苦方面,灵魂也以同样的方式由于身体而染上许多恶德。
- 86ἔλυσεν / μεθῆκέν
在表示未来或一般条件假设的条件从句 ἐὰν μὲν ... γένηται 的主句中,使用了直陈式过去不定时(aorist)的 ἔλυσεν 和 μεθῆκεν。这是“箴言式过去不定时(gnomic aorist)”,用于以普遍真理的形式表达条件满足时会瞬间或必然产生的结果。
- 86cτὸ δὲ σπέρμα ὅτῳ
主格的 τὸ δὲ σπέρμα 被置于句首作为“悬空主格(nominativus pendens)”来引入主题,而不是作为主句动词的直接语法主语。主句动词 δοξάζεται 的实际主语是关系代词 ὅτῳ 所指代的那个人。
- 86dκακὸς μὲν γὰρ ἑκὼν οὐδείς
阐述了柏拉图哲学中著名的命题“没有人是自愿作恶的”。此处省略了系动词 ἐστι。形容词 ἑκὼν(自愿地、主动地)在语法上修饰主语 οὐδείς(没有人)。
