- 底本
- Platonis Opera Tomus IV: Tetralogia VIII. Burnet, John, editor. Oxford: Clarendon Press, 1905.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg031.humanitext-grc2:53
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
蒂迈欧解释了宇宙形成前混沌中四种元素的物理分离,并阐述了神如何利用基于三角形的几何原理将它们最完美地组织起来。
ΤΙ. τὰ δὲ κινούμενα ἄλλα ἄλλοσε ἀεὶ φέρεσθαι διακρινόμενα, ὥσπερ τὰ ὑπὸ τῶν πλοκάνων τε καὶ ὀργάνων τῶν περὶ τὴν τοῦ σίτου κάθαρσιν σειόμενα καὶ ἀνικμώμενα τὰ μὲν πυκνὰ καὶ βαρέα ἄλλῃ, τὰ δὲ μανὰ καὶ κοῦφα εἰς ἑτέραν ἵζει φερόμενα ἕδραν· τότε οὕτω τὰ τέτταρα γένη σειόμενα ὑπὸ τῆς δεξαμενῆς, κινουμένης αὐτῆς οἷον ὀργάνου σεισμὸν παρέχοντος, τὰ μὲν ἀνομοιότατα πλεῖστον αὐτὰ ἀφʼ αὑτῶν ὁρίζειν,1 τὰ δὲ ὁμοιότατα μάλιστα εἰς ταὐτὸν συνωθεῖν, διὸ δὴ καὶ χώραν ταῦτα ἄλλα ἄλλην ἴσχειν, πρὶν καὶ τὸ πᾶν ἐξ αὐτῶν διακοσμηθὲν γενέσθαι. καὶ τὸ μὲν δὴ πρὸ τούτου πάντα ταῦτʼ εἶχεν ἀλόγως καὶ ἀμέτρως· ὅτε δʼ ἐπεχειρεῖτο κοσμεῖσθαι τὸ πᾶν, πῦρ πρῶτον καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα, ἴχνη μὲν ἔχοντα αὑτῶν ἄττα, παντάπασί γε μὴν διακείμενα ὥσπερ εἰκὸς ἔχειν ἅπαν ὅταν ἀπῇ τινος θεός, οὕτω δὴ τότε πεφυκότα ταῦτα πρῶτον διεσχηματίσατο εἴδεσί τε καὶ ἀριθμοῖς. τὸ δὲ ᾗ δυνατὸν ὡς κάλλιστα ἄριστά τε ἐξ οὐχ οὕτως ἐχόντων τὸν θεὸν αὐτὰ συνιστάναι,2 παρὰ πάντα ἡμῖν ὡς ἀεὶ τοῦτο λεγόμενον ὑπαρχέτω· νῦν δʼ οὖν τὴν διάταξιν αὐτῶν ἐπιχειρητέον ἑκάστων καὶ γένεσιν ἀήθει λόγῳ πρὸς ὑμᾶς δηλοῦν, ἀλλὰ γὰρ ἐπεὶ μετέχετε τῶν κατὰ παίδευσιν ὁδῶν διʼ ὧν ἐνδείκνυσθαι τὰ λεγόμενα ἀνάγκη, συνέψεσθε. πρῶτον μὲν δὴ πῦρ καὶ γῆ καὶ ὕδωρ καὶ ἀὴρ ὅτι σώματά ἐστι, δῆλόν που καὶ παντί· τὸ δὲ τοῦ σώματος εἶδος πᾶν καὶ βάθος ἔχει. τὸ δὲ βάθος αὖ πᾶσα ἀνάγκη τὴν ἐπίπεδον περιειληφέναι φύσιν· ἡ δὲ ὀρθὴ τῆς ἐπιπέδου βάσεως ἐκ τριγώνων συνέστηκεν. τὰ δὲ τρίγωνα πάντα ἐκ δυοῖν ἄρχεται τριγώνοιν, μίαν μὲν ὀρθὴν ἔχοντος ἑκατέρου γωνίαν, τὰς δὲ ὀξείας· ὧν τὸ μὲν ἕτερον ἑκατέρωθεν ἔχει μέρος γωνίας ὀρθῆς πλευραῖς ἴσαις διῃρημένης,3 τὸ δʼ ἕτερον ἀνίσοις ἄνισα μέρη νενεμημένης. ταύτην δὴ πυρὸς ἀρχὴν καὶ τῶν ἄλλων σωμάτων ὑποτιθέμεθα κατὰ τὸν μετʼ ἀνάγκης εἰκότα λόγον πορευόμενοι· τὰς δʼ ἔτι τούτων ἀρχὰς ἄνωθεν θεὸς οἶδεν καὶ ἀνδρῶν ὃς ἂν ἐκείνῳ φίλος ᾖ. δεῖ δὴ λέγειν ποῖα κάλλιστα σώματα γένοιτʼ ἂν τέτταρα, ἀνόμοια μὲν ἑαυτοῖς, δυνατὰ δὲ ἐξ ἀλλήλων αὐτῶν ἄττα διαλυόμενα γίγνεσθαι· τούτου γὰρ τυχόντες ἔχομεν τὴν ἀλήθειαν γενέσεως πέρι γῆς τε καὶ πυρὸς τῶν τε ἀνὰ λόγον ἐν μέσῳ. τόδε γὰρ οὐδενὶ συγχωρησόμεθα, καλλίω τούτων ὁρώμενα σώματα εἶναί που καθʼ ἓν γένος ἕκαστον ὄν. τοῦτʼ οὖν προθυμητέον, τὰ διαφέροντα κάλλει σωμάτων τέτταρα γένη συναρμόσασθαι καὶ φάναι τὴν τούτων ἡμᾶς φύσιν ἱκανῶς εἰληφέναι.
蒂迈欧:而那些运动着的事物被分离开来,不断地向着不同的方向运送。正像被那些用于清理谷物的筛子和工具所震动和扬起的谷物一样,紧密而沉重的东西落在一方,而稀疏和轻盈的东西则在被运送时落在另一处居所。在当时,那四个类别就这样被那作为受容者的容器所震动——它自身就像一个提供震动的工具般运动着——它将最不相似的东西彼此隔开最远,而将最相似的东西极力推向同一处。因此,甚至在宇宙由它们装饰生成之前,它们就各自占有了不同的空间。实际上,在此之前,这一切都处于无理性和无尺度的状态。但当宇宙开始被着手装饰时,火、水、地和空气——它们虽然保留了自身的某些痕迹,但其状态完全就像神不在场时任何事物所自然具有的那样——当时天然处于这种状态的这些东西,神首先通过形相和数量使它们具有了结构。而神如何从这些并不处于良好状态的事物中,将它们构建得尽善尽美,这必须作为我们在一切论述中始终存在的大前提。不过,现在我必须尝试通过一种不寻常的言论,向你们说明它们各处的配置与生成。好在由于你们分有着那些教育的途径,而这些途径是展示所言之物所必需的,因此你们能够跟上。首先,火、地、水和空气是物体(立体),这对于任何人都是显而易见的。而物体的一切形式也都具有深度(厚度)。而深度又必然包含着平面。平面的直边底面则是由三角形构成的。而所有的三角形都始于两种三角形:每一种都具有一个直角和其余的锐角。其中一者在直角两边由相等的边分割(等腰直角三角形),而另一者则由不等的边分割为不等的部(不等边直角三角形)。我们顺着伴随着必然性的合理言论,将此设定为火以及其他物体的原理。而比这些更高级的原理,则只有神以及与神亲近的人知道。因此,我们必须说明哪四个是可能生成的、最美丽的物体,它们彼此不相似,但其中一些通过溶解可以由彼此生成。因为如果达到了这一点,我们就掌握了关于地、火以及处于中间比例位置的那些元素生成的真理。因为我们绝不会向任何人让步,承认在每一个类别中存在着比这些更美丽的可见物体。因此,我们必须努力将这四种在美丽上出类拔萃的物体类别组合起来,并声称我们已经充分把握了它们的本性。
- 53aτὰ μὲν ἀνομοιότατα πλεῖστον αὐτὰ ἀφʼ αὑτῶν ὁρίζειν
不定式 ὁρίζειν 以及随后的 συνωθεῖν 和 ἴσχειν,要么作为紧接 σειόμενα 之后的叙事性不定式(历史不定式),要么作为由 52d 中 δεδόσθω λόγος 引导的间接陈述中的间接不定式。它们描绘了混沌中分化的动态过程。
- 53bτὸ δὲ ᾗ δυνατὸν ὡς κάλλιστα ἄριστά τε ἐξ οὐχ οὕτως ἐχόντων τὸν θεὸν αὐτὰ συνιστάναι
这个长名词短语作为主句中命令式动词 ὑπαρχέτω 的主语(主格)。冠词 τὸ 使以 συνιστάναι 开始的不定式从句名词化,意为“神将那些不处于良好状态的事物构建得尽善尽美这一事实”。
- 53dὧν τὸ μὲν ἕτερον ἑκατέρωθεν ἔχει μέρος γωνίας ὀρθῆς πλευραῖς ἴσαις διῃρημένης
该句由关系代词 ὧν(指代两种基本三角形)引导,几何化地描述了等腰直角三角形。πλευραῖς ἴσαις 是方式/手段与格(“通过相等的边”),分词 διῃρημένης 修饰 γωνίας ὀρθῆς(“被相等的边平分的直角”)。其结构表示该三角形具有被平分的直角两侧的等边。
