← 柏拉图

蒂迈欧篇

§28-29

存在与生成的区分及宇宙论的局限

蒂迈欧在开始论述宇宙的生成时,首先界定了存在与生成的根本区别,阐明了宇宙必然有其生成的原因,并解释了人类关于宇宙的言论所具有的局限性,即只能提供“似真的神话”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28

ΤΙ. ἔστιν οὖν δὴ κατʼ ἐμὴν δόξαν πρῶτον διαιρετέον τάδε· τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γιγνόμενον μὲν ἀεί, ὂν δὲ οὐδέποτε;1 τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτόν, ἀεὶ κατὰ ταὐτὰ ὄν, τὸ δʼ αὖ δόξῃ μετʼ αἰσθήσεως ἀλόγου δοξαστόν, γιγνόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν. πᾶν δὲ αὖ τὸ γιγνόμενον ὑπʼ αἰτίου τινὸς ἐξ ἀνάγκης γίγνεσθαι· παντὶ γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν σχεῖν. ὅτου μὲν οὖν ἂν ὁ δημιουργὸς πρὸς τὸ κατὰ ταὐτὰ ἔχον βλέπων ἀεί, τοιούτῳ τινὶ προσχρώμενος παραδείγματι, τὴν ἰδέαν καὶ δύναμιν αὐτοῦ ἀπεργάζηται, καλὸν ἐξ ἀνάγκης οὕτως ἀποτελεῖσθαι πᾶν· οὗ δʼ ἂν εἰς γεγονός, γεννητῷ παραδείγματι προσχρώμενος, οὐ καλόν. ὁ δὴ πᾶς οὐρανὸς —ἢ κόσμος ἢ καὶ ἄλλο ὅτι ποτὲ ὀνομαζόμενος μάλιστʼ ἂν δέχοιτο, τοῦθʼ ἡμῖν ὠνομάσθω—σκεπτέον δʼ οὖν περὶ αὐτοῦ πρῶτον, ὅπερ ὑπόκειται περὶ παντὸς ἐν ἀρχῇ δεῖν σκοπεῖν, πότερον ἦν ἀεί, γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, ἢ γέγονεν, ἀπʼ ἀρχῆς τινος ἀρξάμενος. γέγονεν· ὁρατὸς γὰρ ἁπτός τέ ἐστιν καὶ σῶμα ἔχων, πάντα δὲ τὰ τοιαῦτα αἰσθητά, τὰ δʼ αἰσθητά, δόξῃ περιληπτὰ μετʼ αἰσθήσεως, γιγνόμενα καὶ γεννητὰ ἐφάνη. τῷ δʼ αὖ γενομένῳ φαμὲν ὑπʼ αἰτίου τινὸς ἀνάγκην εἶναι γενέσθαι.

蒂迈欧:那么,依我之见,首先必须做如下区分:什么是那始终存在而没有生成的,什么又是那始终生成而绝不存在的?前者可通过理性伴随智慧来把握,它始终保持同一;而后者则可通过伴随无理性感觉的意见来臆度,它生成并消灭,却从未真正存在。此外,凡是生成的东西,必然由于某种原因而生成;因为任何东西若没有原因,就不可能获得生成。因此,凡是造物主始终注视着那保持同一的事物,使用这样的范型作为模板来塑造其形式和力量时,这样完成的一切就必然是美好的;但如果他注视那已经生成的东西,使用一个被创造的模板,那就不美好了。至于这整个天——或让我们称之为“宇宙”,或它最乐意接受的其他任何名字——我们首先必须对它考虑那在万物开始时就规定要考虑的事情:它是始终存在、完全没有生成的起点,还是从某个起点开始而生成的?它是生成的;因为它是可见的、可触的,并且具有身体,而所有这些事物都是可感的,那些可感的事物,既然是通过伴随感觉的意见来把握的,就显现为在生成和被创造。而对于那已经生成的,我们说它必然是由于某种原因而生成的。

§29

ΤΙ. τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς πάντας ἀδύνατον λέγειν·2 τόδε δʼ οὖν πάλιν ἐπισκεπτέον περὶ αὐτοῦ, πρὸς πότερον τῶν παραδειγμάτων ὁ τεκταινόμενος αὐτὸν ἀπηργάζετο, πότερον πρὸς τὸ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχον ἢ πρὸς τὸ γεγονός. εἰ μὲν δὴ καλός ἐστιν ὅδε ὁ κόσμος ὅ τε δημιουργὸς ἀγαθός, δῆλον ὡς πρὸς τὸ ἀίδιον ἔβλεπεν· εἰ δὲ ὃ μηδʼ εἰπεῖν τινι θέμις, πρὸς γεγονός. παντὶ δὴ σαφὲς ὅτι πρὸς τὸ ἀίδιον· ὁ μὲν γὰρ κάλλιστος τῶν γεγονότων, ὁ δʼ ἄριστος τῶν αἰτίων. οὕτω δὴ γεγενημένος πρὸς τὸ λόγῳ καὶ φρονήσει περιληπτὸν καὶ κατὰ ταὐτὰ ἔχον δεδημιούργηται· τούτων δὲ ὑπαρχόντων αὖ πᾶσα ἀνάγκη τόνδε τὸν κόσμον εἰκόνα τινὸς εἶναι. μέγιστον δὴ παντὸς ἄρξασθαι κατὰ φύσιν ἀρχήν. ὧδε οὖν περί τε εἰκόνος καὶ περὶ τοῦ παραδείγματος αὐτῆς διοριστέον, ὡς ἄρα τοὺς λόγους, ὧνπέρ εἰσιν ἐξηγηταί, τούτων αὐτῶν καὶ συγγενεῖς ὄντας· τοῦ μὲν οὖν μονίμου καὶ βεβαίου καὶ μετὰ νοῦ καταφανοῦς μονίμους καὶ ἀμεταπτώτους—καθʼ ὅσον οἷόν τε καὶ ἀνελέγκτοις προσήκει λόγοις εἶναι καὶ ἀνικήτοις, τούτου δεῖ μηδὲν ἐλλείπειν—τοὺς δὲ τοῦ πρὸς μὲν ἐκεῖνο ἀπεικασθέντος, ὄντος δὲ εἰκόνος εἰκότας ἀνὰ λόγον τε ἐκείνων ὄντας· ὅτιπερ πρὸς γένεσιν οὐσία, τοῦτο πρὸς πίστιν ἀλήθεια.3 ἐὰν οὖν, ὦ Σώκρατες, πολλὰ πολλῶν πέρι, θεῶν καὶ τῆς τοῦ παντὸς γενέσεως, μὴ δυνατοὶ γιγνώμεθα πάντῃ πάντως αὐτοὺς ἑαυτοῖς ὁμολογουμένους λόγους καὶ ἀπηκριβωμένους ἀποδοῦναι, μὴ θαυμάσῃς· ἀλλʼ ἐὰν ἄρα μηδενὸς ἧττον παρεχώμεθα εἰκότας, ἀγαπᾶν χρή, μεμνημένους ὡς ὁ λέγων ἐγὼ ὑμεῖς τε οἱ κριταὶ φύσιν ἀνθρωπίνην ἔχομεν, ὥστε περὶ τούτων τὸν εἰκότα μῦθον4 ἀποδεχομένους πρέπει τούτου μηδὲν ἔτι πέρα ζητεῖν. ΣΩ. ἄριστα, ὦ Τίμαιε, παντάπασί τε ὡς κελεύεις ἀποδεκτέον· τὸ μὲν οὖν προοίμιον θαυμασίως ἀπεδεξάμεθά σου, τὸν δὲ δὴ νόμον5 ἡμῖν ἐφεξῆς πέραινε. ΤΙ. λέγωμεν δὴ διʼ ἥντινα αἰτίαν γένεσιν καὶ τὸ πᾶν τόδε ὁ συνιστὰς συνέστησεν. ἀγαθὸς ἦν, ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε ἐγγίγνεται φθόνος· τούτου δʼ ἐκτὸς ὢν πάντα ὅτι μάλιστα ἐβουλήθη γενέσθαι παραπλήσια ἑαυτῷ.

蒂迈欧:因此,要找到这万物的创作者和父亲是一项艰巨的工作,而且即便找到了,也无法对所有人宣告。然而,我们必须对它重新考虑这一点:建造者是朝着哪一个模板来塑造它的?是朝着那始终保持同一和同样状态的,还是朝着那已经生成的?如果这个宇宙是美好的,且其造物主是善的,那么显而易见,他是注视着那永恒者;但如果——这是任何人都不能说的大逆不道之言——他是注视着那已经生成的。对所有人来说,显而易见他是注视着那永恒者;因为它是被生成之物中最美好的,而他是原因中最优秀的。以此方式生成的宇宙,是朝着那通过言论和智慧所把握的、且保持同一的事物而建造出来的。在这些前提下,这个宇宙必然是某物的肖像。在任何事情中,按照本性从起点开始是最重要的。因此,对于肖像和它的模板必须做出如下界定:言论与它们所解释的那些事物本身是同族的。关于那稳定、牢固、且通过智慧而显明的事物的言论,必须是稳定且不可动摇的——在言论能够做到无可反驳、不可战胜的范围内,这绝不能有任何缺失;而关于那仿照永恒者而作出的、作为肖像的事物的言论,则必然是似真的,并与那些言论成比例。因为,实在对于生成的关系如何,真理对于信念的关系也如何。所以,苏格拉底,如果我们关于神明和宇宙的生成,在许多方面无法给出在各处都完全自相一致且精确无误的言论,请不要感到惊讶;相反,如果我们提供的言论不亚于任何其他人的似真性,我们就应当感到满意,要记住我这说话的人和你们这些裁判者都具有人的本性,因此对于这些事情,只要接受似真的神话,就不应该再寻求更进一步的东西。 苏格拉底:极好,蒂迈欧,我们完全应当按照你的吩咐来接受。你的前奏我们已经极其赞叹地接受了,接下来请依次为我们演奏这首正歌吧。 蒂迈欧:那么,让我们来谈谈,构建者是出于什么原因构建了生成和这整个万物。他是善的,而在善者之中,对于任何事物绝不会产生任何嫉妒。他超脱于嫉妒之外,因此他希望一切事物都尽可能地与自己相似。

语法注5 条
  1. 28τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γιγνόμενον μὲν ἀεί, ὂν δὲ οὐδέποτε;

    柏拉图哲学中存在论的核心对立,即“实在(真正在的永恒之物)”与“生成(不断变化和消灭之物)”的二元划分。前者是理智(νοῦς)的对象,后者是与感觉(αἴσθησις)相联系的意见(δόξα)的对象。

  2. 28cεὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς πάντας ἀδύνατον λέγειν

    通过连词 τε... καί 并列的两个分句。前半句表示发现创作者之艰难,后半句中宾格分词 εὑρόντα(发现者)作为不定式 λέγειν(宣告)的逻辑主语,强调了万物创造者的超越性以及向他人传达这一知识的绝对困难。

  3. 29cὅτιπερ πρὸς γένεσιν οὐσία, τοῦτο πρὸς πίστιν ἀλήθεια

    仅由名词并列构成的极简比例句式(省略了动词 ἐστίν 或 ἔχει)。它表明,“实在”之于“生成”的存在论关系,完全对应于“真理”之于“信念”的认识论关系。

  4. 29dεἰκότα μῦθον

    意为“似真的神话/说”的最重要概念,规定了本作整篇叙述的性质。由于物理宇宙仅仅是永恒之物的“肖像”(εἰκών),因此解释它的言论也无法达到不变的真理(ἀλήθεια),而不得不停留于适合肖像的“似真性”(εἰκώς)。

  5. 29dτὸ μὲν οὖν προοίμιον ... τὸν δὲ δὴ νόμον

    苏格拉底所作的双关性音乐及法律比喻。προοίμιον 兼指音乐的“前奏”与法律的“序言”,而 νόμος 兼指音乐的“旋律”与“法律(正文)”。这一巧妙的言辞交锋在赞叹蒂迈欧引言(序部)之美的同时,促使其进入宇宙生成的正歌(本论)。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0059.tlg031.humanitext-grc2:28-29