- 底本
- Platonis Opera Tomus IV: Tetralogia VIII. Burnet, John, editor. Oxford: Clarendon Press, 1905.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:9.583-9.584
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-29
苏格拉底阐明了明智者的快乐最为优越、爱利者的快乐处于末位,随后通过上、下、中空间隐喻,揭示了将无痛的平静状态误认为快乐的心理幻觉。
τριῶν ἄρʼ οὐσῶν τῶν ἡδονῶν ἡ τούτου τοῦ μέρους τῆς ψυχῆς ᾧ μανθάνομεν ἡδίστη ἂν εἴη, καὶ ἐν ᾧ ἡμῶν τοῦτο ἄρχει, ὁ τούτου βίος ἥδιστος; πῶς δʼ οὐ μέλλει; ἔφη· κύριος γοῦν ἐπαινέτης ὢν ἐπαινεῖ τὸν ἑαυτοῦ βίον ὁ φρόνιμος. τίνα δὲ δεύτερον, εἶπον, βίον καὶ τίνα δευτέραν ἡδονήν φησιν ὁ κριτὴς εἶναι; δῆλον ὅτι τὴν τοῦ πολεμικοῦ τε καὶ φιλοτίμου· ἐγγυτέρω γὰρ αὐτοῦ ἐστιν ἢ ἡ τοῦ χρηματιστοῦ. ὑστάτην δὴ τὴν τοῦ φιλοκερδοῦς, ὡς ἔοικεν. τί μήν; ἦ δʼ ὅς. ταῦτα μὲν τοίνυν οὕτω δύʼ ἐφεξῆς ἂν εἴη καὶ δὶς νενικηκὼς ὁ δίκαιος τὸν ἄδικον· τὸ δὲ τρίτον Ὀλυμπικῶς τῷ σωτῆρί τε καὶ τῷ Ὀλυμπίῳ Διί,1 ἄθρει ὅτι οὐδὲ παναληθής ἐστιν ἡ τῶν ἄλλων ἡδονὴ πλὴν τῆς τοῦ φρονίμου οὐδὲ καθαρά, ἀλλʼ ἐσκιαγραφημένη τις, ὡς ἐγὼ δοκῶ μοι τῶν σοφῶν τινος ἀκηκοέναι. καίτοι τοῦτʼ ἂν εἴη μέγιστόν τε καὶ κυριώτατον τῶν πτωμάτων. πολύ γε· ἀλλὰ πῶς λέγεις; ὧδʼ, εἶπον, ἐξευρήσω, σοῦ ἀποκρινομένου ζητῶν ἅμα. Ἐρώτα δή, ἔφη. λέγε δή, ἦν δʼ ἐγώ· οὐκ ἐναντίον φαμὲν λύπην ἡδονῇ; καὶ μάλα. οὐκοῦν καὶ τὸ μήτε χαίρειν μήτε λυπεῖσθαι εἶναί τι; εἶναι μέντοι. μεταξὺ τούτοιν ἀμφοῖν ἐν μέσῳ ὂν ἡσυχίαν τινὰ περὶ ταῦτα τῆς ψυχῆς; ἢ οὐχ οὕτως αὐτὸ λέγεις; οὕτως, ἦ δʼ ὅς. ἆρʼ οὖν μνημονεύεις, ἦν δʼ ἐγώ, τοὺς τῶν καμνόντων λόγους, οὓς λέγουσιν ὅταν κάμνωσιν; ποίους; ὡς οὐδὲν ἄρα ἐστὶν ἥδιον τοῦ ὑγιαίνειν, ἀλλὰ σφᾶς ἐλελήθει, πρὶν κάμνειν, ἥδιστον ὄν.2 μέμνημαι, ἔφη. οὐκοῦν καὶ τῶν περιωδυνίᾳ τινὶ ἐχομένων ἀκούεις λεγόντων ὡς οὐδὲν ἥδιον τοῦ παύσασθαι ὀδυνώμενον; ἀκούω. καὶ ἐν ἄλλοις γε οἶμαι πολλοῖς τοιούτοις αἰσθάνῃ γιγνομένους τοὺς ἀνθρώπους, ἐν οἷς, ὅταν λυπῶνται, τὸ μὴ λυπεῖσθαι καὶ τὴν ἡσυχίαν τοῦ τοιούτου ἐγκωμιάζουσιν ὡς ἥδιστον, οὐ τὸ χαίρειν. τοῦτο γάρ, ἔφη, τότε ἡδὺ ἴσως καὶ ἀγαπητὸν γίγνεται, ἡσυχία. καὶ ὅταν παύσηται ἄρα, εἶπον, χαίρων τις, ἡ τῆς ἡδονῆς ἡσυχία λυπηρὸν ἔσται. ἴσως, ἔφη. ὃ μεταξὺ ἄρα νυνδὴ ἀμφοτέρων ἔφαμεν εἶναι, τὴν ἡσυχίαν, τοῦτό ποτε ἀμφότερα ἔσται, λύπη τε καὶ ἡδονή. ἔοικεν. ἦ καὶ δυνατὸν τὸ μηδέτερα ὂν ἀμφότερα γίγνεσθαι; οὔ μοι δοκεῖ. καὶ μὴν τό γε ἡδὺ ἐν ψυχῇ γιγνόμενον καὶ τὸ λυπηρὸν κίνησίς τις ἀμφοτέρω ἐστόν· ἢ οὔ; ναί.
“那么,既然有三种快乐,我们用以学习的灵魂部分的快乐,难道不是最愉快的吗?而在我们之中以此为统治者的那个人,他的生活难道不是最愉快的吗?” “怎么会不呢?”他说,“因为明智者作为一个有权威的赞扬者,赞扬着他自己的生活。” “那么,”我说,“裁判者认为哪种生活是第二位的,哪种快乐是第二位的快乐呢?” “显然是战士和爱名誉者的生活与快乐;因为这比起经商者的生活更接近于他(明智者)。” “而最后则是爱利者的生活,似乎是这样。” “怎么会不呢?”他说。“因此,这两者就如此相继,而正义者已经两次击败了非正义者;至于第三次,就像奥林匹亚式地献给救主和奥林匹亚的宙斯一样,请看:除了明智者的快乐之外,其他人的快乐甚至都不完全是真实的,也不是纯洁的,而只是一种阴影画,正如我想我从某位智者那里听到过的那样。然而,这确实将是最大、最致命的跌落(失败)。” “确实如此;但你这是什么意思?” “这样,”我说,“我将通过你的回答,在我们共同探究的过程中找出答案。” “那就提问吧,”他说。 “那么请说,”我说,“我们不是说痛苦是快乐的对立面吗?” “确实如此。” “那么,既不高兴也不痛苦的状态也存在吗?” “确实存在。” “处于这两者之间的中间状态,即灵魂关于这些事物的一种静谧?还是你不是这样说的?” “我是这样说的,”他说。 “那么,你还记得,”我说,“病人在生病时所说的话吗?” “什么话?” “就是说,没有什么比健康更愉快的了,但在生病之前,他们并没有意识到这是最愉快的。” “我记得,”他说。 “你难道没有听到那些处于剧烈痛苦之中的人说,没有什么比停止痛苦更愉快的了吗?” “我听过。” “而且在许多其他类似的情况下,我想你会注意到人们也是这样,当他们痛苦时,他们赞扬不痛苦和这种静谧是最愉快的,而不是赞扬高兴。” “因为,”他说,“在那个时候,静谧也许就变得愉快而可爱了。” “那么,当有人停止高兴时,”我说,“快乐的静谧就会变得痛苦。” “也许,”他说。 “那么,我们刚才说处于两者之间的那个东西——即静谧——有时就会同时变成两者,即痛苦和快乐。” “似乎是这样。” “但是,既非此亦非彼的东西,难道可能同时变成两者吗?” “在我看来不可能。” “而且,在灵魂中产生的愉快和痛苦,两者都是一种运动,不是吗?” “是的。”
τὸ δὲ μήτε λυπηρὸν μήτε ἡδὺ οὐχὶ ἡσυχία μέντοι καὶ ἐν μέσῳ τούτοιν ἐφάνη ἄρτι; ἐφάνη γάρ. πῶς οὖν ὀρθῶς ἔστι τὸ μὴ ἀλγεῖν ἡδὺ ἡγεῖσθαι ἢ τὸ μὴ χαίρειν ἀνιαρόν; οὐδαμῶς. οὐκ ἔστιν ἄρα τοῦτο, ἀλλὰ φαίνεται, ἦν δʼ ἐγώ, παρὰ τὸ ἀλγεινὸν3 ἡδὺ καὶ παρὰ τὸ ἡδὺ ἀλγεινὸν τότε ἡ ἡσυχία, καὶ οὐδὲν ὑγιὲς τούτων τῶν φαντασμάτων πρὸς ἡδονῆς ἀλήθειαν, ἀλλὰ γοητεία τις. ὡς γοῦν ὁ λόγος, ἔφη, σημαίνει. ἰδὲ τοίνυν, ἔφην ἐγώ, ἡδονάς, αἳ οὐκ ἐκ λυπῶν εἰσίν, ἵνα μὴ πολλάκις οἰηθῇς ἐν τῷ παρόντι οὕτω τοῦτο πεφυκέναι, ἡδονὴν μὲν παῦλαν λύπης εἶναι, λύπην δὲ ἡδονῆς. ποῦ δή, ἔφη, καὶ ποίας λέγεις; πολλαὶ μέν, εἶπον, καὶ ἄλλαι, μάλιστα δʼ εἰ ʼθέλεις ἐννοῆσαι τὰς περὶ τὰς ὀσμὰς ἡδονάς. αὗται γὰρ οὐ προλυπηθέντι ἐξαίφνης ἀμήχανοι τὸ μέγεθος γίγνονται, παυσάμεναί τε λύπην οὐδεμίαν καταλείπουσιν. ἀληθέστατα, ἔφη. μὴ ἄρα πειθώμεθα καθαρὰν ἡδονὴν εἶναι τὴν λύπης ἀπαλλαγήν, μηδὲ λύπην τὴν ἡδονῆς. μὴ γάρ. ἀλλὰ μέντοι, εἶπον, αἵ γε διὰ τοῦ σώματος ἐπὶ τὴν ψυχὴν τείνουσαι καὶ λεγόμεναι ἡδοναί, σχεδὸν αἱ πλεῖσταί τε καὶ μέγισται, τούτου τοῦ εἴδους εἰσί, λυπῶν τινες ἀπαλλαγαί. εἰσὶ γάρ. οὐκοῦν καὶ αἱ πρὸ μελλόντων τούτων ἐκ προσδοκίας γιγνόμεναι προησθήσεις τε καὶ προλυπήσεις κατὰ ταὐτὰ ἔχουσιν; κατὰ ταὐτά. οἶσθʼ οὖν, ἦν δʼ ἐγώ, οἷαί εἰσιν καὶ ᾧ μάλιστα ἐοίκασιν; τῷ; ἔφη. νομίζεις τι, εἶπον, ἐν τῇ φύσει εἶναι τὸ μὲν ἄνω, τὸ δὲ κάτω, τὸ δὲ μέσον; ἔγωγε. οἴει οὖν ἄν τινα ἐκ τοῦ κάτω φερόμενον πρὸς μέσον ἄλλο τι οἴεσθαι ἢ ἄνω φέρεσθαι; καὶ ἐν μέσῳ στάντα, ἀφορῶντα ὅθεν ἐνήνεκται, ἄλλοθί που ἂν ἡγεῖσθαι εἶναι ἢ ἐν τῷ ἄνω, μὴ ἑωρακότα4 τὸ ἀληθῶς ἄνω; μὰ Δίʼ, οὐκ ἔγωγε, ἔφη, ἄλλως οἶμαι οἰηθῆναι ἂν τὸν τοιοῦτον. ἀλλʼ εἰ πάλιν γʼ, ἔφην, φέροιτο, κάτω τʼ ἂν οἴοιτο φέρεσθαι καὶ ἀληθῆ οἴοιτο; πῶς γὰρ οὔ; οὐκοῦν ταῦτα πάσχοι ἂν πάντα διὰ τὸ μὴ ἔμπειρος εἶναι τοῦ ἀληθινῶς ἄνω τε ὄντος καὶ ἐν μέσῳ καὶ κάτω; δῆλον δή.
“但是,既不痛苦也不愉快的东西,刚才不正是显得是静谧并处于两者之间吗?” “确实显得是这样。” “那么,把不痛苦视为愉快,或者把不高兴视为痛苦,怎么会是正确的呢?” “绝不可能。” “因此,这并不是真实的,但是,”我说,“此时静谧在痛苦之旁显得是愉快,在愉快之旁显得是痛苦。而在这些幻影中,对于快乐的真实性而言,没有什么是健康的,而只是一种魔术。” “至少正如论证所表明的那样,”他说。“那么,”我说,“看看那些不源于痛苦的快乐吧,免得你或许在目前认为这就是自然法则——即快乐是痛苦的止息,而痛苦是快乐的止息。” “你在哪里说的,又是指哪种快乐呢?”他说。 “还有很多别的,”我说,“但特别是,如果你愿意考虑的话,关于气味的快乐。因为这些快乐,在没有任何先期痛苦的情况下,会突然变得无比巨大,而在它们平息时,也不会留下任何痛苦。” “极其真实,”他说。“那么,让我们不要相信摆脱痛苦就是纯粹的快乐,也不要相信摆脱快乐就是痛苦。” “确实不要相信。” “然而,”我说,“那些通过肉体延伸到灵魂中并被称为快乐的,几乎大多数也是最大的,都是这种类型的,即对某些痛苦的摆脱。” “确实是这样。” “那么,在这些未来的事情发生之前,由于预期而产生的预期快乐和预期痛苦,不也是处于同样的情况吗?” “同样的情况。” “那么,”我说,“你知道它们是什么样的,以及它们最像什么吗?” “像什么?”他说。 “你认为,”我说,“在自然中,有上、有下、有中间吗?” “我认为有。” “那么,你认为,一个从下面被运送到中间的人,除了认为自己正在被往上运送之外,还会认为别吗?当他站在中间,向下看着他被运送上来的地方时,如果他没有见过真正的上面,他会认为自己是在上面以外的任何地方吗?” “凭宙斯发誓,我不会,”他说,“我不认为这样的人会认为有别的情况。” “但是,如果他再次被往下运送,”我说,“他会认为自己正在往下运送,并且认为这是真的吗?” “怎么会不呢?” “那么,他之所以遭受这一切,难道不是因为他对于真正的上、中、下缺乏经验吗?” “显然如此。”
- 583bτὸ δὲ τρίτον Ὀλυμπικῶς τῷ σωτῆρί τε καὶ τῷ Ὀλυμπίῳ Διί
τὸ δὲ τρίτον 是作副词用的中性宾格。该表达融合了古希腊宴会中将第三次奠酒献给“救主宙斯”的习俗,以及奥林匹亚竞技中第三轮决赛的隐喻。它作为一个独立的名词短语发挥作用,省略了表示献祭或奉献的动词(如 ἀνακείσθω 或 σπενδέσθω)。
- 583cσφᾶς ἐλελήθει ... ἥδιστον ὄν
这是动词 λανθάνω(此处为过去完成时 ἐλελήθει)与分词(ὄν)连用的古典句式,意为“(他们自己)没有注意到它是……”。在间接引语中,间接反身代词 σφᾶς(指代病人)作为该动词的宾格主语,而分词 ὄν 则与不定式 τὸ ὑγιαίνειν(健康)这一语义主语一致。
- 584aπαρὰ τὸ ἀλγεινὸν
介词 παρά 连用宾格,在此处表示“在……身旁”或“与……相比、并列”的对比/比较含义。它解释了心理错觉的机制,即无痛的平稳状态(静谧)仅仅因为与痛苦(τὸ ἀλγεινὸν)并置,在对比之下就显得像是“快乐”。
- 584dμὴ ἑωρακότα
带有否定词 μή 的完成时分词,含有假设/条件语气(“如果(没有见过真上)的话”)。使用 μή 而不是客观否定词 οὐ,是为了说明在假设的不具有经验的情况下,一个泛指的人(τινα)所处的条件状态。
