← 柏拉图

理想国

§9.578-9.579

掌握实权的僭主所处的恐惧与极端悲惨

苏格拉底论证,实际统治城邦的僭主比保持私人身份的僭主式人物更为悲惨,因为他处于被敌意包围的境地,且终生受到恐惧和无法满足的欲望的折磨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.578

καὶ ψυχὴν ἄρα τυραννικὴν πενιχρὰν καὶ ἄπληστον ἀνάγκη ἀεὶ εἶναι. οὕτως, ἦ δʼ ὅς. τί δέ; φόβου γέμειν ἆρʼ οὐκ ἀνάγκη τήν τε τοιαύτην πόλιν τόν τε τοιοῦτον ἄνδρα; πολλή γε. ὀδυρμούς τε καὶ στεναγμοὺς καὶ θρήνους καὶ ἀλγηδόνας οἴει ἔν τινι ἄλλῃ πλείους εὑρήσειν; οὐδαμῶς. ἐν ἀνδρὶ δὲ ἡγῇ τὰ τοιαῦτα ἐν ἄλλῳ τινὶ πλείω εἶναι ἢ ἐν τῷ μαινομένῳ ὑπὸ ἐπιθυμιῶν τε καὶ ἐρώτων τούτῳ τῷ τυραννικῷ; πῶς γὰρ ἄν; ἔφη. εἰς πάντα δὴ οἶμαι ταῦτά τε καὶ ἄλλα τοιαῦτα ἀποβλέψας τήν τε πόλιν τῶν πόλεων ἀθλιωτάτην ἔκρινας— οὐκοῦν ὀρθῶς; ἔφη. καὶ μάλα, ἦν δʼ ἐγώ. ἀλλὰ περὶ τοῦ ἀνδρὸς αὖ τοῦ τυραννικοῦ τί λέγεις εἰς ταὐτὰ ταῦτα ἀποβλέπων; μακρῷ, ἔφη, ἀθλιώτατον εἶναι τῶν ἄλλων ἁπάντων. τοῦτο, ἦν δʼ ἐγώ, οὐκέτʼ ὀρθῶς λέγεις. πῶς; ἦ δʼ ὅς. οὔπω, ἔφην, οἶμαι, οὗτός ἐστιν ὁ τοιοῦτος μάλιστα. ἀλλὰ τίς μήν; ὅδε ἴσως σοι ἔτι δόξει εἶναι τούτου ἀθλιώτερος. ποῖος; ὃς ἄν, ἦν δʼ ἐγώ, τυραννικὸς ὢν μὴ ἰδιώτην βίον καταβιῷ, ἀλλὰ δυστυχὴς ᾖ καὶ αὐτῷ ὑπό τινος συμφορᾶς ἐκπορισθῇ ὥστε τυράννῳ γενέσθαι.1 τεκμαίρομαί σε, ἔφη, ἐκ τῶν προειρημένων ἀληθῆ λέγειν. ναί, ἦν δʼ ἐγώ, ἀλλʼ οὐκ οἴεσθαι χρὴ τὰ τοιαῦτα, ἀλλʼ εὖ μάλα τῷ τοιούτῳ λόγῳ σκοπεῖν· περὶ γάρ τοι τοῦ μεγίστου ἡ σκέψις, ἀγαθοῦ τε βίου καὶ κακοῦ. ὀρθότατα, ἦ δʼ ὅς. σκόπει δὴ εἰ ἄρα τι λέγω. δοκεῖ γάρ μοι δεῖν ἐννοῆσαι ἐκ τῶνδε περὶ αὐτοῦ σκοποῦντας. ἐκ τίνων; ἐξ ἑνὸς ἑκάστου τῶν ἰδιωτῶν, ὅσοι πλούσιοι ἐν πόλεσιν ἀνδράποδα πολλὰ κέκτηνται. οὗτοι γὰρ τοῦτό γε προσόμοιον ἔχουσιν τοῖς τυράννοις, τὸ πολλῶν ἄρχειν· διαφέρει δὲ τὸ ἐκείνου πλῆθος. διαφέρει γάρ. οἶσθʼ οὖν ὅτι οὗτοι ἀδεῶς ἔχουσιν καὶ οὐ φοβοῦνται τοὺς οἰκέτας; τί γὰρ ἂν φοβοῖντο; οὐδέν, εἶπον· ἀλλὰ τὸ αἴτιον ἐννοεῖς; ναί, ὅτι γε πᾶσα ἡ πόλις ἑνὶ ἑκάστῳ βοηθεῖ τῶν ἰδιωτῶν. καλῶς, ἦν δʼ ἐγώ, λέγεις. τί δέ; εἴ τις θεῶν ἄνδρα ἕνα, ὅτῳ ἔστιν ἀνδράποδα πεντήκοντα ἢ καὶ πλείω, ἄρας ἐκ τῆς πόλεως αὐτόν τε καὶ γυναῖκα καὶ παῖδας θείη εἰς ἐρημίαν μετὰ τῆς ἄλλης οὐσίας τε καὶ τῶν οἰκετῶν, ὅπου αὐτῷ μηδεὶς τῶν ἐλευθέρων μέλλοι βοηθήσειν, ἐν ποίῳ ἄν τινι καὶ ὁπόσῳ φόβῳ οἴει γενέσθαι αὐτὸν περί τε αὑτοῦ καὶ παίδων καὶ γυναικός, μὴ ἀπόλοιντο ὑπὸ τῶν οἰκετῶν; ἐν παντί, ἦ δʼ ὅς, ἔγωγε.

““因此,僭主式的灵魂也必然总是贫困和无法满足的。”“正是如此,”他说。“那么这个呢?这样的城邦和这样的个人难道不也必然充满恐惧吗?”“非常充满。”“你认为在其他任何地方,能比在这里发现更多的哀嚎、呻吟、痛哭和痛苦吗?”“绝不可能。”“在人当中,你认为还有谁比这个被欲望和情欲逼得疯狂的僭主式的人,拥有更多此类痛苦呢?”“怎么会呢?”他说。 “那么,看看所有这些以及其他类似的情况,你判定那个城邦是所有城邦中最悲惨的——这难道不正确吗?”“确实如此,”他说。“正是,”我说。“但是,看着这些同样的事情,你对那个僭主式的人又怎么说呢?”“在所有人中,”他说,“他显然是最悲惨的。”“关于这一点,”我说,“你说的就不再正确了。”“怎么会呢?”他说。“我认为,”我说,“这样的人还不是最悲惨的。”“那么究竟是谁呢?”“或许另一个在你看来会比他还要悲惨。”“是哪一种人呢?” “那就是,”我说,“具有僭主本性,却无法过普通人的生活,而是不幸地被某种机缘赋予了成为僭主的机会的人。”“从前面所说的话来看,”他说,“我认为你说的对。”“是的,”我说,“但我们不能仅凭感觉这么想,而必须用这个论证好好加以考察;因为我们的探讨关系到最大的事情,即好生活与坏生活。”“最正确,”他说。“那么看看我的话是否有道理。因为在我看来,我们在考察他时,需要从这些方面来理解。” “从哪些方面?”“从城邦中那些拥有许多奴隶的富裕私人身上。因为他们至少在这一点上与僭主相似:他们统治着许多人;虽然僭主所统治的人数有所不同。”“确实不同。”“那么,你是否知道,这些人生活得毫无畏惧,并不害怕他们的家奴?”“因为他们有什么好怕的呢?”“没什么,”我说,“但你明白其中的原因吗?”“是的,因为整个城邦都在帮助每一个私人。” “说得好,”我说。“那么这个呢?如果某位神明把一个拥有五十个甚至更多奴隶的人,带离城邦,把他以及他的妻子和孩子们,连同其他财产和奴隶一起,安置在一片荒野里,在那里没有任何自由人会去帮助他,你认为他会陷入何种程度、多么巨大的恐惧之中,担心自己和妻子儿女会被奴隶们杀害呢?”“就我而言,”他说,“会陷入极度的恐惧之中。”

§9.579

οὐκοῦν ἀναγκάζοιτο ἄν τινας ἤδη θωπεύειν αὐτῶν τῶν δούλων καὶ ὑπισχνεῖσθαι πολλὰ καὶ ἐλευθεροῦν οὐδὲν δεόμενος, καὶ κόλαξ αὐτὸς ἂν θεραπόντων ἀναφανείη; πολλὴ ἀνάγκη, ἔφη, αὐτῷ, ἢ ἀπολωλέναι. τί δʼ, εἰ καὶ ἄλλους, ἦν δʼ ἐγώ, ὁ θεὸς κύκλῳ κατοικίσειεν γείτονας πολλοὺς αὐτῷ, οἳ μὴ ἀνέχοιντο εἴ τις ἄλλος ἄλλου δεσπόζειν ἀξιοῖ, ἀλλʼ εἴ πού τινα τοιοῦτον λαμβάνοιεν, ταῖς ἐσχάταις τιμωροῖντο τιμωρίαις; ἔτι ἄν, ἔφη, οἶμαι, μᾶλλον ἐν παντὶ κακοῦ εἴη, κύκλῳ φρουρούμενος ὑπὸ πάντων πολεμίων. ἆρʼ οὖν οὐκ ἐν τοιούτῳ μὲν δεσμωτηρίῳ δέδεται ὁ τύραννος, φύσει ὢν οἷον διεληλύθαμεν, πολλῶν καὶ παντοδαπῶν φόβων καὶ ἐρώτων μεστός· λίχνῳ δὲ ὄντι αὐτῷ τὴν ψυχὴν μόνῳ τῶν ἐν τῇ πόλει οὔτε ἀποδημῆσαι ἔξεστιν οὐδαμόσε, οὔτε θεωρῆσαι ὅσων δὴ καὶ οἱ ἄλλοι ἐλεύθεροι ἐπιθυμηταί εἰσιν, καταδεδυκὼς δὲ ἐν τῇ οἰκίᾳ τὰ πολλὰ ὡς γυνὴ ζῇ, φθονῶν καὶ τοῖς ἄλλοις πολίταις, ἐάν τις ἔξω ἀποδημῇ καί τι ἀγαθὸν ὁρᾷ; παντάπασιν μὲν οὖν, ἔφη. οὐκοῦν τοῖς τοιούτοις κακοῖς πλείω καρποῦται ἀνὴρ ὃς ἂν κακῶς ἐν ἑαυτῷ πολιτευόμενος, ὃν νυνδὴ σὺ ἀθλιώτατον ἔκρινας, τὸν τυραννικόν, ὡς μὴ ἰδιώτης καταβιῷ,2 ἀλλὰ ἀναγκασθῇ ὑπό τινος τύχης τυραννεῦσαι καὶ ἑαυτοῦ ὢν ἀκράτωρ ἄλλων ἐπιχειρήσῃ ἄρχειν, ὥσπερ εἴ τις κάμνοντι σώματι καὶ ἀκράτορι ἑαυτοῦ μὴ ἰδιωτεύων ἀλλʼ ἀγωνιζόμενος πρὸς ἄλλα σώματα καὶ μαχόμενος ἀναγκάζοιτο διάγειν τὸν βίον. παντάπασιν, ἔφη, ὁμοιότατά τε καὶ ἀληθέστατα λέγεις, ὦ Σώκρατες. οὐκοῦν, ἦν δʼ ἐγώ, ὦ φίλε Γλαύκων, παντελῶς τὸ πάθος ἄθλιον, καὶ τοῦ ὑπὸ σοῦ κριθέντος χαλεπώτατα ζῆν χαλεπώτερον ἔτι ζῇ ὁ τυραννῶν; κομιδῇ γʼ, ἔφη. ἔστιν ἄρα τῇ ἀληθείᾳ, κἂν εἰ μή τῳ δοκεῖ, ὁ τῷ ὄντι τύραννος τῷ ὄντι δοῦλος τὰς μεγίστας θωπείας καὶ δουλείας καὶ κόλαξ τῶν πονηροτάτων, καὶ τὰς ἐπιθυμίας οὐδʼ ὁπωστιοῦν ἀποπιμπλάς, ἀλλὰ πλείστων ἐπιδεέστατος καὶ πένης τῇ ἀληθείᾳ φαίνεται, ἐάν τις ὅλην ψυχὴν ἐπίστηται θεάσασθαι,3 καὶ φόβου γέμων διὰ παντὸς τοῦ βίου, σφαδᾳσμῶν τε καὶ ὀδυνῶν πλήρης, εἴπερ τῇ τῆς πόλεως διαθέσει ἧς ἄρχει ἔοικεν. ἔοικεν δέ· ἦ γάρ; καὶ μάλα, ἔφη.

“那么,他难道不被迫去巴结那些奴隶中的某些人,许下许多诺言,并在没有必要的情况下释放他们,使他自己表现为仆人们的谄媚者吗?”“他有极大的必要这么做,”他说,“否则就会灭亡。”“那么,如果,”我说,“神在他周围安顿了许多其他的邻居,他们不能容忍任何人企图主宰他人,一旦抓住这样的人就会处以最严厉的惩罚,那会怎么样呢?” “那么,”他说,“我想他会更加陷入各种灾难之中,因为他被周围所有的敌人们监视着。”“僭主不正是被关在这样的监狱里吗?他本性上就是我们所描述的那样,充满了许多且各种各样的恐惧和欲望;虽然他的灵魂是贪婪的,但他却是城邦里唯一不能去任何地方旅行,也不能去观看其他自由人所向往的事物的人,他只能蜷缩在家里,大半生像女人一样生活, 嫉妒着其他公民,如果有人能出国旅行并看到美好的事物的话。”“完全如此,”他说。“那么,这样的人——那个由于自身内部管理不善而收获更多灾难的人,就是你刚才判定为最悲惨的僭主式的人——当他无法作为私人度过一生,而是被某种命运强迫去行使僭主统治,并且在无法控制自己的情况下企图统治他人时,这难道不就像一个身体病弱、无法控制自己的人,不作为私人生活,却被强迫在与他人的竞争和战斗中度过一生一样吗?” “完全如此,苏格拉底,”他说,“你说的极度相似,而且极其真实。”“那么,”我说,“我亲爱的格劳孔,这种状况不是完全悲惨吗?而僭主的生活,不是比你判定为生活最艰难的那个人还要更加艰难吗?”“确实如此,”他说。“因此在真理中,即使有人不这么认为,真正的僭主实际上也是真正的奴隶,对最卑劣的人进行着最大的谄媚和奴役, 并且丝毫无法满足自己的欲望,反而显得在绝大多数事物上最为匮乏,在真理中也是贫困的,如果有人懂得如何审视整个灵魂的话;而且他一生都充满恐惧,充满抽搐和痛苦,如果他确实类似于他所统治的城邦的状况的话。而他确实类似,不是吗?”“非常类似,”他说。”

语法注3 条
  1. 578cὥστε τυράννῳ γενέσθαι

    ὥστε 引导的不定式从句表示结果,依附于主句动词 ἐκπορισθῇ(被提供、获得机会),表示“结果成为僭主”。

  2. 579cὡς μὴ ἰδιώτης καταβιῷ

    此处的 ὡς 并非引导目的从句,而是带有某种假设或对比语气(“而非作为一个普通人度过一生”),与后文的 ἀλλὰ ἀναγκασθῇ 形成对照。否定词 μή 适用于假设或非事实的情境。

  3. 579eἐάν τις ὅλην ψυχὴν ἐπίστηται θεάσασθαι

    条件从句(ἐάν 搭配虚拟语气 ἐπίστηται),表示一般性或潜在的条件:“如果有人懂得如何审视整个灵魂”。此从句与主句中的直陈式现在时 φαίνεται 相呼应。

翻译:Gemini 3.5 Flash(2026-05-23 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:9.578-9.579