← 柏拉图

理想国

§8.566-8.567

僭主巩固权力的手段与对外战争及清洗

苏格拉底阐述了民众保护人演变为僭主的具体过程,并详细描述了僭主为了维持统治而不断挑起外战、以及在城邦中反向“净化”优秀公民的残酷行径。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.566

ἆρʼ οὖν οὕτω καὶ ὃς ἂν δήμου προεστώς,1 λαβὼν σφόδρα πειθόμενον ὄχλον, μὴ ἀπόσχηται ἐμφυλίου αἵματος, ἀλλʼ ἀδίκως ἐπαιτιώμενος, οἷα δὴ φιλοῦσιν, εἰς δικαστήρια ἄγων μιαιφονῇ, βίον ἀνδρὸς ἀφανίζων, γλώττῃ τε καὶ στόματι ἀνοσίῳ γευόμενος φόνου συγγενοῦς, καὶ ἀνδρηλατῇ καὶ ἀποκτεινύῃ καὶ ὑποσημαίνῃ χρεῶν τε ἀποκοπὰς καὶ γῆς ἀναδασμόν, ἆρα τῷ τοιούτῳ ἀνάγκη δὴ τὸ μετὰ τοῦτο καὶ εἵμαρται ἢ ἀπολωλέναι ὑπὸ τῶν ἐχθρῶν ἢ τυραννεῖν καὶ λύκῳ ἐξ ἀνθρώπου γενέσθαι; πολλὴ ἀνάγκη, ἔφη. οὗτος δή, ἔφην, ὁ στασιάζων γίγνεται πρὸς τοὺς ἔχοντας τὰς οὐσίας. οὗτος. ἆρʼ οὖν ἐκπεσὼν μὲν καὶ κατελθὼν βίᾳ τῶν ἐχθρῶν τύραννος ἀπειργασμένος κατέρχεται; δῆλον. ἐὰν δὲ ἀδύνατοι ἐκβάλλειν αὐτὸν ὦσιν ἢ ἀποκτεῖναι διαβάλλοντες τῇ πόλει, βιαίῳ δὴ θανάτῳ ἐπιβουλεύουσιν ἀποκτεινύναι λάθρᾳ. φιλεῖ γοῦν, ἦ δʼ ὅς, οὕτω γίγνεσθαι. τὸ δὴ τυραννικὸν αἴτημα τὸ πολυθρύλητον ἐπὶ τούτῳ πάντες οἱ εἰς τοῦτο προβεβηκότες ἐξευρίσκουσιν, αἰτεῖν τὸν δῆμον φύλακάς τινας τοῦ σώματος, ἵνα σῶς αὐτοῖς ᾖ ὁ τοῦ δήμου βοηθός. καὶ μάλʼ, ἔφη. διδόασι δὴ οἶμαι δείσαντες μὲν ὑπὲρ ἐκείνου, θαρρήσαντες δὲ ὑπὲρ ἑαυτῶν. καὶ μάλα. οὐκοῦν τοῦτο ὅταν ἴδῃ ἀνὴρ χρήματα ἔχων καὶ μετὰ τῶν χρημάτων αἰτίαν μισόδημος εἶναι, τότε δὴ οὗτος, ὦ ἑταῖρε, κατὰ τὸν Κροίσῳ γενόμενον χρησμὸν— "πολυψήφιδα παρʼ Ἕρμον φεύγει, οὐδὲ μένει, οὐδʼ αἰδεῖται κακὸς εἶναι." οὐ γὰρ ἄν, ἔφη, δεύτερον αὖθις αἰδεσθείη. ὁ δέ γε οἶμαι, ἦν δʼ ἐγώ, καταληφθεὶς θανάτῳ δίδοται. ἀνάγκη. ὁ δὲ δὴ προστάτης ἐκεῖνος αὐτὸς δῆλον δὴ ὅτι "μέγας" "μεγαλωστὶ2" οὐ κεῖται, ἀλλὰ καταβαλὼν ἄλλους πολλοὺς ἕστηκεν ἐν τῷ δίφρῳ τῆς πόλεως, τύραννος ἀντὶ προστάτου ἀποτετελεσμένος. τί δʼ οὐ μέλλει; ἔφη. διέλθωμεν δὴ τὴν εὐδαιμονίαν, ἦν δʼ ἐγώ, τοῦ τε ἀνδρὸς καὶ τῆς πόλεως, ἐν ᾗ ἂν ὁ τοιοῦτος βροτὸς ἐγγένηται; πάνυ μὲν οὖν, ἔφη, διέλθωμεν. ἆρʼ οὖν, εἶπον, οὐ ταῖς μὲν πρώταις ἡμέραις τε καὶ χρόνῳ προσγελᾷ τε καὶ ἀσπάζεται πάντας, ᾧ ἂν περιτυγχάνῃ, καὶ οὔτε τύραννός φησιν εἶναι ὑπισχνεῖταί τε πολλὰ καὶ ἰδίᾳ καὶ δημοσίᾳ, χρεῶν τε ἠλευθέρωσε καὶ γῆν διένειμε δήμῳ τε καὶ τοῖς περὶ ἑαυτὸν καὶ πᾶσιν ἵλεώς τε καὶ πρᾷος εἶναι προσποιεῖται; ἀνάγκη, ἔφη. ὅταν δέ γε οἶμαι πρὸς τοὺς ἔξω ἐχθροὺς τοῖς μὲν καταλλαγῇ, τοὺς δὲ καὶ διαφθείρῃ, καὶ ἡσυχία ἐκείνων γένηται, πρῶτον μὲν πολέμους τινὰς ἀεὶ κινεῖ, ἵνʼ ἐν χρείᾳ ἡγεμόνος ὁ δῆμος ᾖ. εἰκός γε.

“我说:‘那么,如果民众的保护人也像这样,在得到了极其听话的群众后,不肯克制不流同胞的血,而是像他们惯常做的那样,诬告他们,把他们拉上法庭,进行谋杀,消灭人的生命,用不圣洁的舌头和口尝同族之血,并且驱逐甚至杀戮,并暗示要废除债务和重新分配土地——对于这样的人来说,在此之后,难道不是必然且命中注定,要么被仇敌所灭,要么成为僭主,从人变成狼吗?’”“确实是极大的必然,”他说。 “我说:‘这就是那个对有产者发动内乱的人。’”“就是他。”“‘那么,如果他被驱逐后,违背仇敌的意愿强行返回,他回来时是不是已经成了一个彻底的僭主?’”“显然是的。” “‘但如果仇敌无法驱逐他,也无法通过在城邦中诽谤他来杀死他,他们就会合谋在暗中用暴力结束他的生命。’”“至少事情往往会这样发生,”他说。 “‘于是,所有走到这一步的人都会想出那个著名的、众所周知的僭主要求:向平民索要一些人身卫兵,好让平民的保护者安全无虞。’”“确实如此,”他说。 “‘我想,平民因为替他担心,同时也为自己感到放心,就会把卫兵给他。’ “‘确实如此。’“‘那么,当一个有钱、且因其有钱而背负着嫌疑的“仇视平民者”看到这一点时,那时,朋友,他就会按照给克洛伊索斯的那个神谕—— “沿着多石的赫尔莫斯河逃跑, 不作停留,也不耻于做个懦夫。” ’”“他说:‘因为他不会再有第二次机会去感到羞耻了。’”“我说:‘我想,被抓住的人就会被处死。’”“必然如此。”“‘而那个保护人自己,显然不会“伟大”地“伟大”地躺下,而是推翻了许多别的人,站立在城邦的战车上,从保护人彻底变成了僭主。’”“怎么会不呢?”他说。 “我说:‘那么,让我们来详述一下这个人和产生这种凡夫俗子的城邦的幸福吧。’”“当然可以,”他说,“让我们详述一下。”“我说:‘那么,在最初的日子和时间里,他是不是对遇到的每一个人都报以微笑并打招呼,否认自己是僭主,并在私下和公开场合都许下许多诺言,免除债务,将土地分配给平民和自己身边的人,并对所有人装出和蔼可亲、温和宽厚的样子?’”“必然如此,”他说。 “‘但是,我想,当他与国外的某些仇敌和解,并消灭了另一些仇敌,从而使那些方面归于平静时,他首先总是挑起一些战争,好让平民需要一个领导者。’”“确实很有可能。”

§8.567

οὐκοῦν καὶ ἵνα χρήματα εἰσφέροντες πένητες γιγνόμενοι πρὸς τῷ καθʼ ἡμέραν ἀναγκάζωνται εἶναι καὶ ἧττον αὐτῷ ἐπιβουλεύωσι; δῆλον. καὶ ἄν γέ τινας οἶμαι ὑποπτεύῃ ἐλεύθερα φρονήματα ἔχοντας μὴ ἐπιτρέψειν αὐτῷ ἄρχειν, ὅπως ἂν τούτους μετὰ προφάσεως ἀπολλύῃ ἐνδοὺς τοῖς πολεμίοις; τούτων πάντων ἕνεκα τυράννῳ ἀεὶ ἀνάγκη πόλεμον ταράττειν; ἀνάγκη. ταῦτα δὴ ποιοῦντα ἕτοιμον μᾶλλον ἀπεχθάνεσθαι τοῖς πολίταις; πῶς γὰρ οὔ; οὐκοῦν καί τινας τῶν συγκαταστησάντων καὶ ἐν δυνάμει ὄντων παρρησιάζεσθαι καὶ πρὸς αὐτὸν καὶ πρὸς ἀλλήλους, ἐπιπλήττοντας τοῖς γιγνομένοις, οἳ ἂν τυγχάνωσιν ἀνδρικώτατοι ὄντες; εἰκός γε. ὑπεξαιρεῖν δὴ τούτους πάντας δεῖ τὸν τύραννον, εἰ μέλλει ἄρξειν, ἕως ἂν μήτε φίλων μήτʼ ἐχθρῶν λίπῃ μηδένα ὅτου τι ὄφελος. δῆλον. ὀξέως ἄρα δεῖ ὁρᾶν αὐτὸν τίς ἀνδρεῖος, τίς μεγαλόφρων, τίς φρόνιμος, τίς πλούσιος· καὶ οὕτως εὐδαίμων ἐστίν, ὥστε τούτοις ἅπασιν ἀνάγκη αὐτῷ, εἴτε βούλεται εἴτε μή, πολεμίῳ εἶναι καὶ ἐπιβουλεύειν, ἕως ἂν καθήρῃ τὴν πόλιν. καλόν γε, ἔφη, καθαρμόν.3 ναί, ἦν δʼ ἐγώ, τὸν ἐναντίον ἢ οἱ ἰατροὶ τὰ σώματα· οἱ μὲν γὰρ τὸ χείριστον ἀφαιροῦντες λείπουσι τὸ βέλτιστον, ὁ δὲ τοὐναντίον. ὡς ἔοικε γάρ, αὐτῷ, ἔφη, ἀνάγκη, εἴπερ ἄρξει. ἐν μακαρίᾳ ἄρα, εἶπον ἐγώ, ἀνάγκῃ4 δέδεται, ἣ προστάττει αὐτῷ ἢ μετὰ φαύλων τῶν πολλῶν οἰκεῖν, καὶ ὑπὸ τούτων μισούμενον, ἢ μὴ ζῆν. ἐν τοιαύτῃ, ἦ δʼ ὅς. ἆρʼ οὖν οὐχὶ ὅσῳ ἂν μᾶλλον τοῖς πολίταις ἀπεχθάνηται ταῦτα δρῶν, τοσούτῳ πλειόνων καὶ πιστοτέρων δορυφόρων δεήσεται; πῶς γὰρ οὔ; τίνες οὖν οἱ πιστοί; καὶ πόθεν αὐτοὺς μεταπέμψεται; αὐτόματοι, ἔφη, πολλοὶ ἥξουσι πετόμενοι, ἐὰν τὸν μισθὸν διδῷ. κηφῆνας, ἦν δʼ ἐγώ, νὴ τὸν κύνα, δοκεῖς αὖ τινάς μοι λέγειν ξενικούς τε καὶ παντοδαπούς. ἀληθῆ γάρ, ἔφη, δοκῶ σοι. τίς δὲ αὐτόθεν; ἆρʼ οὐκ ἂν ἐθελήσειεν— πῶς; τοὺς δούλους ἀφελόμενος τοὺς πολίτας, ἐλευθερώσας, τῶν περὶ ἑαυτὸν δορυφόρων ποιήσασθαι. σφόδρα γʼ, ἔφη· ἐπεί τοι καὶ πιστότατοι αὐτῷ οὗτοί εἰσιν.

“‘这也是为了让他们因为缴纳战税而变得贫困,不得不专注于日常生计,从而减少对他密谋的机会吧?’”“显然是的。”“‘而且,我想,如果他怀疑某些具有自由思想的人不会允许他统治,他是不是就会寻找借口,将他们交给敌人来加以消灭?由于所有这些原因,僭主是不是总是必然要挑起战争?’”“必然如此。”“‘做了这些事情,他岂不是更容易被市民所憎恨?’”“怎么会不呢?”“‘那么,那些帮助建立他统治且有权势的人中,最勇敢的一批人,难道不会对他以及彼此之间直言不讳,谴责正在发生的事情吗?’”“确实很有可能。”“‘如果僭主想要统治下去,他就必须清除所有这些人,直到朋友和敌人中一个有用的人都不留下。’”“显然是的。”“‘因此,他必须敏锐地注视谁是勇敢的,谁是高傲的,谁明智的,谁是有钱的;他是如此“幸福”,以至于对所有这些人,无论他愿意与否,都必然要视其为敌并设法加害,直到他把城邦“净化”干净。’”“‘真是好一个“净化”啊,’他说。”“‘是的,’我说,‘这与医生对身体所做的正好相反。因为医生是清除最坏的,留下最好的,而他则是反过来。’”“他说:‘因为看来,如果他真的要统治,这对他来说就是必然的。’ “我说:‘那么,他是被一种“福气”的必然性所束缚,这种必然性命令他要么与大众中的卑鄙之徒生活在一起并被他们憎恨,要么就不活了。’”“‘确实在这样的必然性中,’他说。”“‘那么,他因为做这些事而越是被市民憎恨,他岂不是越需要更多、更忠实的护卫?’”“‘怎么会不呢?’”“‘那么,这些忠实的人是谁?他又从哪里召集他们呢?’”“他说:‘如果他给报酬,许多人会自动飞着来。’”“我说:‘凭着狗起誓,你好像又在跟我谈论那些外来的、形形色色的雄蜂了。’”“他说:‘因为我觉得我确实是这么想的。’”“‘那当地的人呢?难道他不想——’”“‘怎么做?’”“‘夺走市民的奴隶,将其解放,并在自己身边组成护卫。’”“‘非常想,’他说,‘因为这些人确实对他最忠实。’”

语法注4 条
  1. 566ὃς ἂν δήμου προεστώς...

    以 ὃς ἂν δήμου προεστώς 开始的关系从句非常长,中间夹杂了多个分词短语(λαβών、ἐπαιτιώμενος、ἄγων、γευόμενος),导致句子在后面以 ἆρα τῷ τοιούτῳ ἀνάγκη...(对于这样的人来说,难道不是必然……)重新开始时发生了句法脱节(破格句法/anacoluthon)。

  2. 566cμέγας μεγαλωστὶ

    模仿了荷马史诗(如《伊利亚特》18.26)中描写英雄之死时著名的表达“伟大的人伟大地躺着”(κεῖτο μέγας μεγαλωστί)。此处通过搭配 οὐ κεῖται(并非躺下),讽刺性地表现了僭主没有像英勇的战士那样倒下,而是踩着其他公民的身体伫立在权力的战车上。

  3. 567cκαλόν γε ... καθαρμόν

    讽刺性地使用了“净化”(καθαρμός)一词。医生的净化是通过清除身体里最坏的成分而留下最好的,而僭主的净化则是通过消灭最优秀的公民(勇敢、高尚、明智、富有的人)以确保其统治,两者的做法截然相反。

  4. 567dἐν μακαρίᾳ ... ἀνάγκῃ

    带有强烈反讽的表达,用“幸福的/被祝福的”(μακαρία)来修饰束缚着僭主的“必然性”(ἀνάγκη),凸显了他不得不与卑鄙之徒为伍、否则就无法生存的悲惨命运。

翻译:Gemini 3.5 Flash(2026-05-23 发布)urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:8.566-8.567