← 柏拉图

理想国

§8.557-8.558

民主制的特征与民主型人物的欲望分析

苏格拉底阐述了穷人获胜后民主制的产生及其主要特征,如自由、多样性、宽容和无政府状态,指出其吸引力以及无差别分配平等的本质。随后,他引入寡头制人的儿子,通过定义必要与非必要的欲望,开始分析与民主制相对应的人格的产生。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.557

καὶ σφόδρα γε. δημοκρατία δὴ οἶμαι γίγνεται ὅταν1 οἱ πένητες νικήσαντες τοὺς μὲν ἀποκτείνωσι τῶν ἑτέρων, τοὺς δὲ ἐκβάλωσι, τοῖς δὲ λοιποῖς ἐξ ἴσου μεταδῶσι πολιτείας τε καὶ ἀρχῶν, καὶ ὡς τὸ πολὺ ἀπὸ κλήρων αἱ ἀρχαὶ ἐν αὐτῇ γίγνονται. ἔστι γάρ, ἔφη, αὕτη ἡ κατάστασις δημοκρατίας, ἐάντε καὶ διʼ ὅπλων γένηται ἐάντε καὶ διὰ φόβον ὑπεξελθόντων τῶν ἑτέρων. τίνα δὴ οὖν, ἦν δʼ ἐγώ, οὗτοι τρόπον οἰκοῦσι; καὶ ποία τις ἡ τοιαύτη αὖ πολιτεία; δῆλον γὰρ ὅτι ὁ τοιοῦτος ἀνὴρ δημοκρατικός τις ἀναφανήσεται. δῆλον, ἔφη. οὐκοῦν πρῶτον μὲν δὴ ἐλεύθεροι, καὶ ἐλευθερίας ἡ πόλις μεστὴ καὶ παρρησίας γίγνεται, καὶ ἐξουσία ἐν αὐτῇ ποιεῖν ὅτι τις βούλεται; λέγεταί γε δή, ἔφη. ὅπου δέ γε ἐξουσία, δῆλον ὅτι ἰδίαν ἕκαστος ἂν κατασκευὴν τοῦ αὑτοῦ βίου κατασκευάζοιτο ἐν αὐτῇ, ἥτις ἕκαστον ἀρέσκοι. δῆλον. παντοδαποὶ δὴ ἂν οἶμαι ἐν ταύτῃ τῇ πολιτείᾳ μάλιστʼ ἐγγίγνοιντο ἄνθρωποι. πῶς γὰρ οὔ; κινδυνεύει, ἦν δʼ ἐγώ, καλλίστη αὕτη τῶν πολιτειῶν εἶναι· ὥσπερ ἱμάτιον ποικίλον πᾶσιν ἄνθεσι πεποικιλμένον, οὕτω καὶ αὕτη πᾶσιν ἤθεσιν πεποικιλμένη καλλίστη ἂν φαίνοιτο. καὶ ἴσως μέν, ἦν δʼ ἐγώ, καὶ ταύτην, ὥσπερ οἱ παῖδές τε καὶ αἱ γυναῖκες τὰ ποικίλα θεώμενοι, καλλίστην ἂν πολλοὶ κρίνειαν. καὶ μάλʼ, ἔφη. καὶ ἔστιν γε, ὦ μακάριε, ἦν δʼ ἐγώ, ἐπιτήδειον ζητεῖν ἐν αὐτῇ πολιτείαν. τί δή; ὅτι πάντα γένη πολιτειῶν ἔχει διὰ τὴν ἐξουσίαν, καὶ κινδυνεύει τῷ βουλομένῳ πόλιν κατασκευάζειν, ὃ νυνδὴ ἡμεῖς ἐποιοῦμεν, ἀναγκαῖον εἶναι εἰς δημοκρατουμένην ἐλθόντι πόλιν, ὃς ἂν αὐτὸν ἀρέσκῃ τρόπος, τοῦτον ἐκλέξασθαι, ὥσπερ εἰς παντοπώλιον ἀφικομένῳ πολιτειῶν, καὶ ἐκλεξαμένῳ οὕτω κατοικίζειν. ἴσως γοῦν, ἔφη, οὐκ ἂν ἀποροῖ παραδειγμάτων.

“确实如此。”“我想,当穷人获胜,杀死对方中的一些人,驱逐另一些人,并与剩下的人平等分享公民权和官职,而且其中官职大多通过抽签产生时,民主制便产生了。”“因为,”他说,“无论这是通过武力产生的,还是由于对方因恐惧而撤退产生的,这都是民主制的建立。”“‘那么,’我说,‘这些人是以怎样的方式生活呢?而这种政体又具有怎样的性质呢?因为显然,与此相应的人将显现为某种民主制的人。’”“‘显然如此,’他说。”“‘那么首先,他们岂不是自由的,城邦岂不充满了自由和言论自由,而且城邦中拥有做任何人想做的事的权力吗?’”“‘确实是这么说的,’他说。”“‘而凡是有这种权力的地方,显然每个人都会在这个城邦中安排自己独特的私人生活方式,只要是适合每个人的。’”“‘显然如此。’” “‘我想,在这种政体中,最容易产生各式样的人。’”“‘怎么会不产生呢?’”“‘这大概,’我说,‘是所有政体中最美妙的一种;就像一件用各种花朵装饰得五彩缤纷的华丽外衣,这种政体也因装饰着各种性格而显得最为美妙。’”“‘而且大概,’我说,‘就像小孩子和妇女欣赏五彩缤纷的东西一样,许多人也会判定这种政体是最美妙的。’”“‘非常赞同,’他说。” “‘而且,我亲爱的朋友,’我说,‘在其中寻找某种政体是很合适的。’”“‘为什么呢?’”“‘因为由于这种自由,它包罗了所有类型的政体。而且,对于任何想要组建城邦的人(就像我们刚才所做的那样),他似乎必须到一个实行民主制的城邦去,选择任何适合自己的类型,就像来到了一个政体的百货商场,选定之后就这样建立起自己的城邦。’” “‘至少,大概,’他说,‘不至于缺乏样本。’”

§8.558

τὸ δὲ μηδεμίαν ἀνάγκην,2 εἶπον, εἶναι ἄρχειν ἐν ταύτῃ τῇ πόλει, μηδʼ ἂν ᾖς ἱκανὸς ἄρχειν, μηδὲ αὖ ἄρχεσθαι, ἐὰν μὴ βούλῃ, μηδὲ πολεμεῖν πολεμούντων, μηδὲ εἰρήνην ἄγειν τῶν ἄλλων ἀγόντων, ἐὰν μὴ ἐπιθυμῇς εἰρήνης, μηδὲ αὖ, ἐάν τις ἄρχειν νόμος σε διακωλύῃ ἢ δικάζειν, μηδὲν ἧττον καὶ ἄρχειν καὶ δικάζειν, ἐὰν αὐτῷ σοι ἐπίῃ, ἆρʼ οὐ θεσπεσία καὶ ἡδεῖα ἡ τοιαύτη διαγωγὴ ἐν τῷ παραυτίκα; ἴσως, ἔφη, ἔν γε τούτῳ. τί δέ; ἡ πρᾳότης ἐνίων τῶν δικασθέντων οὐ κομψή; ἢ οὔπω εἶδες, ἐν τοιαύτῃ πολιτείᾳ καταψηφισθέντων θανάτου ἢ φυγῆς, οὐδὲν ἧττον αὐτῶν μενόντων τε καὶ ἀναστρεφομένων ἐν μέσῳ, ὡς οὔτε φροντίζοντος οὔτε ὁρῶντος οὐδενὸς περινοστεῖ ὥσπερ ἥρως; καὶ πολλούς γʼ, ἔφη. ἡ δὲ συγγνώμη καὶ οὐδʼ ὁπωστιοῦν σμικρολογία αὐτῆς, ἀλλὰ καταφρόνησις3 ὧν ἡμεῖς ἐλέγομεν σεμνύνοντες, ὅτε τὴν πόλιν ᾠκίζομεν, ὡς εἰ μή τις ὑπερβεβλημένην φύσιν ἔχοι, οὔποτʼ ἂν γένοιτο ἀνὴρ ἀγαθός, εἰ μὴ παῖς ὢν εὐθὺς παίζοι ἐν καλοῖς καὶ ἐπιτηδεύοι τὰ τοιαῦτα πάντα, ὡς μεγαλοπρεπῶς καταπατήσασʼ ἅπαντʼ αὐτὰ οὐδὲν φροντίζει ἐξ ὁποίων ἄν τις ἐπιτηδευμάτων ἐπὶ τὰ πολιτικὰ ἰὼν πράττῃ, ἀλλὰ τιμᾷ, ἐὰν φῇ μόνον εὔνους εἶναι τῷ πλήθει; πάνυ γʼ, ἔφη, γενναία. ταῦτά τε δή, ἔφην, ἔχοι ἂν καὶ τούτων ἄλλα ἀδελφὰ δημοκρατία, καὶ εἴη, ὡς ἔοικεν, ἡδεῖα πολιτεία καὶ ἄναρχος καὶ ποικίλη, ἰσότητά τινα ὁμοίως ἴσοις τε καὶ ἀνίσοις διανέμουσα. καὶ μάλʼ, ἔφη, γνώριμα λέγεις. ἄθρει δή, ἦν δʼ ἐγώ, τίς ὁ τοιοῦτος ἰδίᾳ. ἢ πρῶτον σκεπτέον, ὥσπερ τὴν πολιτείαν ἐσκεψάμεθα, τίνα τρόπον γίγνεται; ναί, ἔφη. ἆρʼ οὖν οὐχ ὧδε; τοῦ φειδωλοῦ ἐκείνου καὶ ὀλιγαρχικοῦ γένοιτʼ ἂν οἶμαι ὑὸς ὑπὸ τῷ πατρὶ τεθραμμένος ἐν τοῖς ἐκείνου ἤθεσι; τί γὰρ οὔ; βίᾳ δὴ καὶ οὗτος ἄρχων τῶν ἐν αὑτῷ ἡδονῶν, ὅσαι ἀναλωτικαὶ μέν, χρηματιστικαὶ δὲ μή· αἳ δὴ οὐκ ἀναγκαῖαι κέκληνται— δῆλον, ἔφη. βούλει οὖν, ἦν δʼ ἐγώ, ἵνα μὴ σκοτεινῶς διαλεγώμεθα, πρῶτον ὁρισώμεθα τάς τε ἀναγκαίους ἐπιθυμίας καὶ τὰς μή; βούλομαι, ἦ δʼ ὅς. οὐκοῦν ἅς τε οὐκ ἂν οἷοί τʼ εἶμεν ἀποτρέψαι, δικαίως ἂν ἀναγκαῖαι καλοῖντο, καὶ ὅσαι ἀποτελούμεναι ὠφελοῦσιν ἡμᾶς; τούτων γὰρ ἀμφοτέρων ἐφίεσθαι ἡμῶν τῇ φύσει ἀνάγκη. ἢ οὔ; καὶ μάλα.

“‘而且,’我说,‘在这个城邦里,即使你有能力统治,也没有任何强制你去统治的必要;如果你不愿意,也同样没有被统治的必要;当别人在打仗时你不需要去打仗;当别人在享受和平时,除非你渴望和平,否则你不需要保持和平;此外,即使有某种法律禁止你统治或审判,但只要你自己高兴,你依然可以去统治和审判。这样一种生活度日的方式,在目前看来,难道不是奇妙而令人愉快的吗?’”“‘可能吧,’他说,‘至少在这一点上。’”“‘那么,这又如何呢?一些被判刑的人的那种泰然自若,不也是挺高雅的吗?或者你还没有见过,在这样的政体中,有人被判处死刑或流放,却依然留在城里,在公众中间走动,仿佛没有人关心、也没有人看见一样,像个英雄一样到处游荡吗?’”“‘确实见过很多,’他说。” “‘还有它的宽容,以及绝非斤斤计较的态度,反而蔑视我们当初建立城邦时庄严宣称的那些原则——也就是说,除非某人具有非凡的天赋,否则如果他不从小在美好的事物中嬉戏并实践这一切,就永远无法成为一个优秀的人。民主制是多么豪迈地践踏了这一切,根本不关心一个人是从什么样的日常经历中步入政坛并开始活动的,只要他宣称自己对大众友好,就尊崇他,对吗?’”“‘确实非常慷慨豪迈,’他说。”“‘那么,’我说,‘民主制应该具有这些以及与此相似的其他特征,它似乎会是一种令人愉快、无政府状态且五彩缤纷的政体,将某种平等毫无区别地分配给平等者与不平等者。’”“‘而且,’他说,‘你说的这些确实是非常显而易见的。’”“‘那么请看,’我说,‘这样的人在私下里是怎样的人。或者我们是否应该首先像考察政体那样,考察他是以何种方式产生的?’”“‘是的,’他说。”“‘那么,难道不就是这样吗?我想,从那个省吃俭用且实行寡头制的人那里,会生出一个在父亲的习惯下抚养长大的儿子,对吧?’”“‘怎么会不呢?’”“‘而这个儿子,也会用强力去统治他自己内部的那些挥霍而不赚钱的快乐,也就是那些被称为非必要的快乐——’”“‘显然如此,’他说。”“‘那么,’我说,‘为了让我们的讨论不至于晦暗不明,你是否愿意我们首先给必要和非必要的欲望下一个定义?’”“‘我很愿意,’他说。”“‘那么,那些我们无法摆脱的欲望,以及那些得到满足后对我们有益的欲望,难道不应该被合理地称为必要的吗?’”“‘因为追求这两者是我们的本性所必然要求的。难道不是吗?’”“‘确实如此。’”

语法注3 条
  1. 557aδημοκρατία δὴ οἶμαι γίγνεται ὅταν...

    由 ὅταν(当……时)引导的从属句表示主句动词 γίγνεται 发生的时机或条件。后面的分句 καὶ ὡς τὸ πολὺ... 并非与 ὅταν 从句并列,而是作为与主句并列的独立陈述与之相连。

  2. 557eτὸ δὲ μηδεμίαν ἀνάγκην...

    从 τὸ δὲ μηδεμίαν ἀνάγκην... εἶναι ἄρχειν 开始的整个带冠词不定式短语作为句子的主语(由冠词 τό 实体化的对格不定式结构)。整个句子的主动词是省略的 ἐστίν(由 ἆρʼ οὐ...? 引导),而 ἡ τοιαύτη διαγωγή 充当主格表语。

  3. 558bἡ δὲ συγγνώμη καὶ οὐδʼ ὁπωστιοῦν σμικρολογία αὐτῆς, ἀλλὰ καταφρόνησις...

    这些主格名词短语(ἡ δὲ συγγνώμη 与 ἀλλὰ καταφρόνησις)延续了上一句(558a: ἆρʼ οὐ...;)的感叹或疑问。句中没有显式的主动词,它们作为反问句的延续,呈现了民主制的特征。

翻译:Gemini 3.5 Flash(2026-05-23 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:8.557-8.558