← 柏拉图

理想国

§7.534-7.535

认识的四种状态与辩证法学习者的选拔

苏格拉底通过梳理线段的比喻重新定义了灵魂的状态,并强调了通过辩证法定义善的理念的重要性。他还进一步指出,在选拔修习辩证法这一最高学问的统治者候选人时,应当选择肉体与精神上都强韧且协调的天然禀赋者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.534

ἀρκέσει οὖν, ἦν δʼ ἐγώ, ὥσπερ τὸ πρότερον, τὴν μὲν πρώτην μοῖραν ἐπιστήμην καλεῖν, δευτέραν δὲ διάνοιαν, τρίτην δὲ πίστιν καὶ εἰκασίαν τετάρτην· καὶ συναμφότερα μὲν ταῦτα δόξαν, συναμφότερα δʼ ἐκεῖνα νόησιν· καὶ δόξαν μὲν περὶ γένεσιν, νόησιν δὲ περὶ οὐσίαν· καὶ ὅτι οὐσία πρὸς γένεσιν,1 νόησιν πρὸς δόξαν, καὶ ὅτι νόησις πρὸς δόξαν, ἐπιστήμην πρὸς πίστιν καὶ διάνοιαν πρὸς εἰκασίαν· τὴν δʼ ἐφʼ οἷς ταῦτα ἀναλογίαν καὶ διαίρεσιν διχῇ ἑκατέρου, δοξαστοῦ τε καὶ νοητοῦ, ἐῶμεν, ὦ Γλαύκων, ἵνα μὴ ἡμᾶς πολλαπλασίων λόγων ἐμπλήσῃ ἢ ὅσων οἱ παρεληλυθότες. ἀλλὰ μὴν ἔμοιγʼ, ἔφη, τά γε ἄλλα, καθʼ ὅσον δύναμαι ἕπεσθαι, συνδοκεῖ. ἦ καὶ διαλεκτικὸν καλεῖς τὸν λόγον ἑκάστου λαμβάνοντα τῆς οὐσίας; καὶ τὸν μὴ ἔχοντα, καθʼ ὅσον ἂν μὴ ἔχῃ λόγον αὑτῷ τε καὶ ἄλλῳ διδόναι, κατὰ τοσοῦτον νοῦν περὶ τούτου οὐ φήσεις ἔχειν; πῶς γὰρ ἄν, ἦ δʼ ὅς, φαίην; οὐκοῦν καὶ περὶ τοῦ ἀγαθοῦ ὡσαύτως· ὃς ἂν μὴ ἔχῃ διορίσασθαι τῷ λόγῳ ἀπὸ τῶν ἄλλων πάντων ἀφελὼν τὴν τοῦ ἀγαθοῦ ἰδέαν, καὶ ὥσπερ ἐν μάχῃ διὰ πάντων ἐλέγχων διεξιών, μὴ κατὰ δόξαν ἀλλὰ κατʼ οὐσίαν προθυμούμενος ἐλέγχειν, ἐν πᾶσι τούτοις ἀπτῶτι τῷ λόγῳ διαπορεύηται,2 οὔτε αὐτὸ τὸ ἀγαθὸν φήσεις εἰδέναι τὸν οὕτως ἔχοντα οὔτε ἄλλο ἀγαθὸν οὐδέν, ἀλλʼ εἴ πῃ εἰδώλου τινὸς ἐφάπτεται, δόξῃ, οὐκ ἐπιστήμῃ ἐφάπτεσθαι, καὶ τὸν νῦν βίον ὀνειροπολοῦντα καὶ ὑπνώττοντα, πρὶν ἐνθάδʼ ἐξεγρέσθαι, εἰς Ἅιδου πρότερον ἀφικόμενον τελέως ἐπικαταδαρθεῖν; νὴ τὸν Δία, ἦ δʼ ὅς, σφόδρα γε πάντα ταῦτα φήσω. ἀλλὰ μὴν τούς γε σαυτοῦ παῖδας, οὓς τῷ λόγῳ τρέφεις τε καὶ παιδεύεις, εἴ ποτε ἔργῳ τρέφοις, οὐκ ἂν ἐάσαις, ὡς ἐγᾦμαι, ἀλόγους ὄντας ὥσπερ γραμμάς,3 ἄρχοντας ἐν τῇ πόλει κυρίους τῶν μεγίστων εἶναι. οὐ γὰρ οὖν, ἔφη. νομοθετήσεις δὴ αὐτοῖς ταύτης μάλιστα τῆς παιδείας ἀντιλαμβάνεσθαι, ἐξ ἧς ἐρωτᾶν τε καὶ ἀποκρίνεσθαι ἐπιστημονέστατα οἷοί τʼ ἔσονται; νομοθετήσω, ἔφη, μετά γε σοῦ.

“那么,”我说,“正如以前那样,将第一部分称为知识,第二部分称为理智思考,第三部分称为信念,第四部分称为想象,这应该就足够了。我们把后两者合称为意见,前两者合称为理智;并且意见是关于生成的,理智是关于存在(实在)的。存在与生成之比,等于理智与意见之比;理智与意见之比,又等于知识与信念之比以及理智思考与想象之比。至于这些研究所对应的比率,以及把这两个领域(意见领域和理智领域)各自一分为二的划分,格劳孔,我们还是先放一边吧,免得这带给我们的讨论要比已经进行过的讨论多出许多倍。” “无论如何,”他说,“就我能够跟上的而言,在其他方面我是赞同的。”“那么,你是否也将那个能把握每一个事物存在之理路的人称为辩证法家?而对于那个无法做到这一点的人,只要他不能给自己和他人提供理路,你难道不认为他在该事物上缺乏理智吗?”“当然,”他说,“我怎能不这样说呢?”“那么关于善也是同样如此:如果有人不能用理路将善的理念从其他所有事物中区分开来并予以定义,而且不能像在战斗中那样穿过所有的驳斥,热切地不是根据意见而是根据实在来进行驳斥,并在所有这些过程中以不可动摇的理路走过来,你难道不会说,处于这种状态的人既不知道善本身,也不知道任何其他的善,即使他触及了善的某种影像,那也是通过意见而不是知识触及的,而且他在现世的生活中做梦、沉睡,在现世醒来之前,就已先抵达哈德斯并完全陷入了沉睡吗?”“誓以宙斯,”他说,“我一定会非常强烈地肯定这一切。”“然而,你用言论所抚养和教育的你的孩子们,如果有一天你实际上抚养他们,我想你绝不会允许他们在像無理线那样没有理性的情况下,成为城邦的统治者并掌握最重大事务的决定权。”“当然不会,”他说。“那么你将立法要求他们特别参与这种教育,使他们能够以最科学的方式进行提问和回答吗?” “我将立法要求,”他说,“至少会与你一起。”

§7.535

ἆρʼ οὖν δοκεῖ σοι, ἔφην ἐγώ, ὥσπερ θριγκὸς τοῖς μαθήμασιν ἡ διαλεκτικὴ ἡμῖν ἐπάνω κεῖσθαι, καὶ οὐκέτʼ ἄλλο τούτου μάθημα ἀνωτέρω ὀρθῶς ἂν ἐπιτίθεσθαι, ἀλλʼ ἔχειν ἤδη τέλος τὰ τῶν μαθημάτων; ἔμοιγʼ, ἔφη. διανομὴ τοίνυν, ἦν δʼ ἐγώ, τὸ λοιπόν σοι, τίσιν ταῦτα τὰ μαθήματα δώσομεν καὶ τίνα τρόπον. δῆλον, ἔφη. μέμνησαι οὖν τὴν προτέραν ἐκλογὴν τῶν ἀρχόντων, οἵους ἐξελέξαμεν; πῶς γάρ, ἦ δʼ ὅς, οὔ; τὰ μὲν ἄλλα τοίνυν, ἦν δʼ ἐγώ, ἐκείνας τὰς φύσεις οἴου δεῖν ἐκλεκτέας εἶναι· τούς τε γὰρ βεβαιοτάτους καὶ τοὺς ἀνδρειοτάτους προαιρετέον, καὶ κατὰ δύναμιν τοὺς εὐειδεστάτους· πρὸς δὲ τούτοις ζητητέον μὴ μόνον γενναίους τε καὶ βλοσυροὺς τὰ ἤθη, ἀλλὰ καὶ ἃ τῇδε τῇ παιδείᾳ τῆς φύσεως πρόσφορα ἑκτέον αὐτοῖς. ποῖα δὴ διαστέλλῃ; δριμύτητα, ὦ μακάριε, ἔφην, δεῖ αὐτοῖς πρὸς τὰ μαθήματα ὑπάρχειν, καὶ μὴ χαλεπῶς μανθάνειν. πολὺ γάρ τοι μᾶλλον ἀποδειλιῶσι ψυχαὶ ἐν ἰσχυροῖς μαθήμασιν ἢ ἐν γυμνασίοις· οἰκειότερος γὰρ αὐταῖς ὁ πόνος, ἴδιος ἀλλʼ οὐ κοινὸς ὢν μετὰ τοῦ σώματος. ἀληθῆ, ἔφη. καὶ μνήμονα δὴ καὶ ἄρρατον καὶ πάντῃ φιλόπονον ζητητέον. ἢ τίνι τρόπῳ οἴει τά τε τοῦ σώματος ἐθελήσειν τινὰ διαπονεῖν καὶ τοσαύτην μάθησίν τε καὶ μελέτην ἐπιτελεῖν; οὐδένα, ἦ δʼ ὅς, ἐὰν μὴ παντάπασί γʼ ᾖ εὐφυής. τὸ γοῦν νῦν ἁμάρτημα, ἦν δʼ ἐγώ, καὶ ἡ ἀτιμία φιλοσοφίᾳ διὰ ταῦτα προσπέπτωκεν, ὃ καὶ πρότερον εἴπομεν, ὅτι οὐ κατʼ ἀξίαν αὐτῆς ἅπτονται· οὐ γὰρ νόθους ἔδει ἅπτεσθαι, ἀλλὰ γνησίους. πῶς; ἔφη. πρῶτον μέν, εἶπον, φιλοπονίᾳ οὐ χωλὸν δεῖ εἶναι4 τὸν ἁψόμενον, τὰ μὲν ἡμίσεα φιλόπονον ὄντα, τὰ δʼ ἡμίσεα ἄπονον. ἔστι δὲ τοῦτο, ὅταν τις φιλογυμναστὴς μὲν καὶ φιλόθηρος ᾖ καὶ πάντα τὰ διὰ τοῦ σώματος φιλοπονῇ, φιλομαθὴς δὲ μή, μηδὲ φιλήκοος μηδὲ ζητητικός, ἀλλʼ ἐν πᾶσι τούτοις μισοπονῇ· χωλὸς δὲ καὶ ὁ τἀναντία τούτου μεταβεβληκὼς τὴν φιλοπονίαν. ἀληθέστατα, ἔφη, λέγεις. οὐκοῦν καὶ πρὸς ἀλήθειαν, ἦν δʼ ἐγώ, ταὐτὸν τοῦτο ἀνάπηρον ψυχὴν θήσομεν, ἣ ἂν τὸ μὲν ἑκούσιον ψεῦδος μισῇ καὶ χαλεπῶς φέρῃ αὐτή τε καὶ ἑτέρων ψευδομένων ὑπεραγανακτῇ, τὸ δʼ ἀκούσιον εὐκόλως προσδέχηται καὶ ἀμαθαίνουσά που ἁλισκομένη μὴ ἀγανακτῇ, ἀλλʼ εὐχερῶς ὥσπερ θηρίον ὕειον ἐν ἀμαθίᾳ μολύνηται;

“那么,你认为,”我说,“辩证法对我们来说是否就像学问的笠石一样放在最顶部,再没有其他学问可以正确地放在它之上,而学问的事情到此已经达到终点(完成)了呢?”“对我来说确实如此,”他说。“那么,剩下的就是分配的工作了,”我说,“我们要把这些学问给谁,以及用什么方式给。”“显然如此,”他说。“那么,你还记得以前选拔统治者时,我们挑选了什么样的人吗?”“当然记得,”他说。“那么,在其他方面,”我说,“要认为必须挑选具有那些天性的人:应该首选最坚定和最勇敢的人,并在可能范围内选择最英俊的人。此外,不仅要寻找性格高贵和刚毅的人,他们还必须具备适合这种教育的自然禀赋。”“那么,你具体区分哪些禀赋呢?”“我的好朋友,”我说,“他们必须对学问具有敏锐性,并且学习起来不感到困难。因为灵魂在艰难的学问面前,要比在体育训练中更容易退缩;因为这种劳苦对灵魂来说更为切身,是灵魂特有的,而不是与身体共有的。”“确实如此,”他说。“还必须寻找记忆力好、坚韧不拔且在各方面都热爱劳苦的人。否则,你认为有谁会愿意既承受身体的劳苦,又完成如此多的学习和演练呢?”“没有人会愿意,”他说,“除非他有极其优秀的自然禀赋。”“无论如何,目前哲学所遭受的错误和耻辱,”我说,“正是因为这些原因而落到她头上的,正如我们以前所说,因为人们用不配的方式去触碰她:不应该让庶子去触碰她,而应该让嫡子去触碰。”“怎么说呢?”他说。“首先,”我说,“那要去触碰她的人,在热爱劳苦方面不能是个瘸子,不能是一半热爱劳苦而另一半懒惰。当一个人热爱体育和狩猎,并在通过身体的一切事情上热爱劳苦,却不热爱学习,不热爱听讲,也不爱探求,而是在所有这些事情上厌恶劳苦时,就是这种情况。同样,将热爱劳苦的方向转变为与此完全相反的人,也是个瘸子。”“你说得太对了,”他说。“那么对于真理,”我说,“我们是否也要同样认为,那种憎恨蓄意的虚伪、对此难以容忍,并在自己和他人撒谎时极度愤怒,却轻易接受无意的虚伪、在自己被发现无知时并不生气,反而像猪猡般野兽一样轻易地在无知中玷污自己的灵魂,是一个残缺的灵魂呢?”

语法注4 条
  1. 534aκαὶ ὅτι οὐσία πρὸς γένεσιν...

    “存在与生成之比,等于理智与意见之比”这一比例关系的描述。此处省略了动词和相当于“正如”(ὥσπερ)的词,数学上的比例关系(存在 : 生成 :: 理智 : 意见 :: 知识 : 信念 :: 理智思考 : 想象)通过宾格名词和带前置词 πρὸς 的名词的并列,极其简洁地表达出来。

  2. 534bὃς ἂν μὴ ἔχῃ... διαπορεύηται

    带有虚拟语气(ἔχῃ, διαπορεύηται)的关系代词从句(ὃς ἄν)起到了条件从句(“如果有人不能……”)的作用。这个长从句被置于主句之前,其主语在主句中被宾格分词短语 τὸν οὕτως ἔχοντα(“处于这种状态的人”)所承接,并作为不定式 εἰδέναι 的主语。

  3. 534dἀλόγους ὄντας ὥσπερ γραμμάς

    这是一个数学双关语,利用了 ἀλόγους 的双重含义:既指“没有言论/理性的”,也指几何学中“无理的(不可通约的)”(如 álogoι grammaí,“无理线”)。在这里,将不学辩证法、保持“没有理性”的国家统治者候选人,比作几何学中的“无理线”。

  4. 535dχωλὸν δεῖ εἶναι

    隐喻表达“瘸子(不完全)”的呈现。在这里,将仅热衷于身体活动而忽视精神探求的人(或反之)称为“在热爱劳苦方面是个瘸子(χωλός)”,以此阐明哲学探求中必不可少的整全和谐的重要性。

翻译:Gemini 3.5 Flash(2026-05-23 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:7.534-7.535