← 柏拉图

理想国

§5.475-5.476

哲学家的定义与对美自身的观照

苏格拉底从“真正的爱者爱其对象的全体”这一前提出发,将哲学家定义为热爱全部智慧的人,进而区分了仅喜爱具体美感事物的看戏者与能够观照美自身理念的真正哲学家。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.475

καὶ ἑνὶ λόγῳ πάσας προφάσεις προφασίζεσθέ τε καὶ πάσας φωνὰς ἀφίετε, ὥστε μηδένα ἀποβάλλειν τῶν ἀνθούντων ἐν ὥρᾳ. εἰ βούλει, ἔφη, ἐπʼ ἐμοῦ λέγειν περὶ τῶν ἐρωτικῶν ὅτι οὕτω ποιοῦσι, συγχωρῶ τοῦ λόγου χάριν. τί δέ; ἦν δʼ ἐγώ· τοὺς φιλοίνους οὐ τὰ αὐτὰ ταῦτα ποιοῦντας ὁρᾷς; πάντα οἶνον ἐπὶ πάσης προφάσεως ἀσπαζομένους; καὶ μάλα. καὶ μὴν φιλοτίμους γε, ὡς ἐγᾦμαι, καθορᾷς ὅτι, ἂν μὴ στρατηγῆσαι δύνωνται, τριττυαρχοῦσιν, κἂν μὴ ὑπὸ μειζόνων καὶ σεμνοτέρων τιμᾶσθαι,1 ὑπὸ σμικροτέρων καὶ φαυλοτέρων τιμώμενοι ἀγαπῶσιν, ὡς ὅλως τιμῆς ἐπιθυμηταὶ ὄντες. κομιδῇ μὲν οὖν. τοῦτο δὴ φάθι ἢ μή· ἆρα ὃν ἄν τινος ἐπιθυμητικὸν λέγωμεν, παντὸς τοῦ εἴδους τούτου φήσομεν ἐπιθυμεῖν, ἢ τοῦ μέν, τοῦ δὲ οὔ; παντός, ἔφη. οὐκοῦν καὶ τὸν φιλόσοφον σοφίας φήσομεν ἐπιθυμητὴν εἶναι, οὐ τῆς μέν, τῆς δʼ οὔ, ἀλλὰ πάσης; ἀληθῆ. τὸν ἄρα περὶ τὰ μαθήματα δυσχεραίνοντα, ἄλλως τε καὶ νέον ὄντα καὶ μήπω λόγον ἔχοντα τί τε χρηστὸν καὶ μή, οὐ φήσομεν φιλομαθῆ οὐδὲ φιλόσοφον εἶναι, ὥσπερ τὸν περὶ τὰ σιτία δυσχερῆ οὔτε πεινῆν φαμεν οὔτʼ ἐπιθυμεῖν σιτίων, οὐδὲ φιλόσιτον ἀλλὰ κακόσιτον εἶναι. καὶ ὀρθῶς γε φήσομεν. τὸν δὲ δὴ εὐχερῶς ἐθέλοντα παντὸς μαθήματος γεύεσθαι καὶ ἁσμένως ἐπὶ τὸ μανθάνειν ἰόντα καὶ ἀπλήστως ἔχοντα, τοῦτον δʼ ἐν δίκῃ φήσομεν φιλόσοφον· ἦ γάρ; καὶ ὁ Γλαύκων ἔφη· πολλοὶ ἄρα καὶ ἄτοποι ἔσονταί σοι τοιοῦτοι. οἵ τε γὰρ φιλοθεάμονες πάντες ἔμοιγε δοκοῦσι τῷ καταμανθάνειν χαίροντες τοιοῦτοι εἶναι, οἵ τε φιλήκοοι ἀτοπώτατοί τινές εἰσιν ὥς γʼ ἐν φιλοσόφοις τιθέναι,2 οἳ πρὸς μὲν λόγους καὶ τοιαύτην διατριβὴν ἑκόντες οὐκ ἂν ἐθέλοιεν ἐλθεῖν, ὥσπερ δὲ ἀπομεμισθωκότες τὰ ὦτα ἐπακοῦσαι πάντων χορῶν περιθέουσι τοῖς Διονυσίοις οὔτε τῶν κατὰ πόλεις οὔτε τῶν κατὰ κώμας ἀπολειπόμενοι. τούτους οὖν πάντας καὶ ἄλλους τοιούτων τινῶν μαθητικοὺς καὶ τοὺς τῶν τεχνυδρίων φιλοσόφους φήσομεν; οὐδαμῶς, εἶπον, ἀλλʼ ὁμοίους μὲν φιλοσόφοις. τοὺς δὲ ἀληθινούς, ἔφη, τίνας λέγεις; τοὺς τῆς ἀληθείας, ἦν δʼ ἐγώ, φιλοθεάμονας. καὶ τοῦτο μέν γʼ, ἔφη, ὀρθῶς· ἀλλὰ πῶς αὐτὸ λέγεις; οὐδαμῶς, ἦν δʼ ἐγώ, ῥᾳδίως πρός γε ἄλλον· σὲ δὲ οἶμαι ὁμολογήσειν μοι τὸ τοιόνδε. τὸ ποῖον; ἐπειδή ἐστιν ἐναντίον καλὸν αἰσχρῷ, δύο αὐτὼ εἶναι.

“总之,你们找尽各种借口,发出各种声音,以求不漏掉任何一个处于青春年华的人。” “如果你想,”他说,“以我为例来谈论多情的人,说他们就是这样做的,为了便于讨论,我同意这一点。” “那么这个呢?”我说。“难道你没看见爱酒的人也在做完全相同的事吗?在任何借口下都欢迎所有的酒?” “确实如此。” “而且,我认为你也注意到那些爱慕荣誉的人,如果他们当不上将军,就去当三十分队长,即使不能受到更伟大、更尊贵的人的尊敬,只要受到更渺小、更卑俗的人的尊敬,他们也心满意足,因为他们整体上就是荣誉的追求者。” “完全如此。” “现在请回答是或不是:当我们说某人是某物的追求者时,我们应当说他是追求这整个类别,还是追求其中的一部分而不追求另一部分?” “整体,”他说。 “那么,我们难道不也应该说,哲学家是智慧的追求者,不是追求其中的一部分而不追求另一部分,而是追求其全部吗?” “确实如此。” “因此,一个厌恶学习的人,特别是当他年轻且还不能辨别什么是有用的、什么是无用的时候,我们不能说他是好学者或哲学家,正如我们说一个挑食的人既不感到饥饿也不渴望食物,不是一个爱吃的人而是一个胃口不好的人。” “我们这样说确实很对。” “但是,凡是乐意品尝每一种学问、高兴地去学习且不知满足的人,我们就可以公正地称他为哲学家;不是吗?”格劳孔说:“那么,对你来说,会有很多且奇特的人成为这样的人。因为所有的爱看戏者在我看来似乎都是这样的人,因为他们乐于学习;而那些爱听音者,如果要把他们列入哲学家之中,也是一些最奇特的人,他们绝不愿自愿参与言论和这种消遣,却仿佛把耳朵租了出去一样,奔波于所有的合唱队,无论是在城里的还是在乡下的酒神节都不放过。那么,我们要把所有这些人,以及其他学习此类事物的人,还有那些热爱微末技术的人,都称为哲学家吗?” “绝非如此,”我说,“但他们类似于哲学家。” “那么,真正的哲学家,”他说,“你指的是哪些人呢?” “那些热爱观照真理的人,”我说。 “这确实是对的,”他说,“但你这话是什么意思?” “对别人解释绝非易事,”我说,“但我认为你会同意我以下这种看法。” “哪种看法?” “既然美与丑相反,它们就是两个。”

§5.476

πῶς δʼ οὔ; οὐκοῦν ἐπειδὴ δύο, καὶ ἓν ἑκάτερον; καὶ τοῦτο. καὶ περὶ δὴ δικαίου καὶ ἀδίκου καὶ ἀγαθοῦ καὶ κακοῦ καὶ πάντων τῶν εἰδῶν πέρι ὁ αὐτὸς λόγος, αὐτὸ μὲν ἓν ἕκαστον εἶναι, τῇ δὲ τῶν πράξεων καὶ σωμάτων καὶ ἀλλήλων3 κοινωνίᾳ πανταχοῦ φανταζόμενα πολλὰ φαίνεσθαι ἕκαστον. ὀρθῶς, ἔφη, λέγεις. ταύτῃ τοίνυν, ἦν δʼ ἐγώ, διαιρῶ, χωρὶς μὲν οὓς νυνδὴ ἔλεγες φιλοθεάμονάς τε καὶ φιλοτέχνους καὶ πρακτικούς, καὶ χωρὶς αὖ περὶ ὧν ὁ λόγος, οὓς μόνους ἄν τις ὀρθῶς προσείποι φιλοσόφους. πῶς, ἔφη, λέγεις; οἱ μέν που, ἦν δʼ ἐγώ, φιλήκοοι καὶ φιλοθεάμονες τάς τε καλὰς φωνὰς ἀσπάζονται καὶ χρόας καὶ σχήματα καὶ πάντα τὰ ἐκ τῶν τοιούτων δημιουργούμενα, αὐτοῦ δὲ τοῦ καλοῦ ἀδύνατος αὐτῶν ἡ διάνοια τὴν φύσιν ἰδεῖν τε καὶ ἀσπάσασθαι. ἔχει γὰρ οὖν δή, ἔφη, οὕτως. οἱ δὲ δὴ ἐπʼ αὐτὸ τὸ καλὸν δυνατοὶ ἰέναι τε καὶ ὁρᾶν καθʼ αὑτὸ ἆρα οὐ σπάνιοι ἂν εἶεν; καὶ μάλα. ὁ οὖν καλὰ μὲν πράγματα νομίζων, αὐτὸ δὲ κάλλος μήτε νομίζων μήτε, ἄν τις ἡγῆται ἐπὶ τὴν γνῶσιν αὐτοῦ, δυνάμενος ἕπεσθαι, ὄναρ ἢ ὕπαρ δοκεῖ σοι ζῆν; σκόπει δέ. τὸ ὀνειρώττειν ἆρα οὐ τόδε ἐστίν, ἐάντε ἐν ὕπνῳ τις ἐάντʼ ἐγρηγορὼς τὸ ὅμοιόν τῳ μὴ ὅμοιον ἀλλʼ αὐτὸ ἡγῆται εἶναι ᾧ ἔοικεν;4 ἐγὼ γοῦν ἄν, ἦ δʼ ὅς, φαίην ὀνειρώττειν τὸν τοιοῦτον. τί δέ; ὁ τἀναντία τούτων ἡγούμενός τέ τι αὐτὸ καλὸν καὶ δυνάμενος καθορᾶν καὶ αὐτὸ καὶ τὰ ἐκείνου μετέχοντα, καὶ οὔτε τὰ μετέχοντα αὐτὸ οὔτε αὐτὸ τὰ μετέχοντα ἡγούμενος, ὕπαρ ἢ ὄναρ αὖ καὶ οὗτος δοκεῖ σοι ζῆν; καὶ μάλα, ἔφη, ὕπαρ. οὐκοῦν τούτου μὲν τὴν διάνοιαν ὡς γιγνώσκοντος γνώμην ἂν ὀρθῶς φαῖμεν εἶναι, τοῦ δὲ δόξαν ὡς δοξάζοντος; πάνυ μὲν οὖν. τί οὖν ἐὰν ἡμῖν χαλεπαίνῃ οὗτος, ὅν φαμεν δοξάζειν ἀλλʼ οὐ γιγνώσκειν, καὶ ἀμφισβητῇ ὡς οὐκ ἀληθῆ λέγομεν; ἕξομέν τι παραμυθεῖσθαι αὐτὸν καὶ πείθειν ἠρέμα, ἐπικρυπτόμενοι ὅτι οὐχ ὑγιαίνει; δεῖ γέ τοι δή, ἔφη. ἴθι δή, σκόπει τί ἐροῦμεν πρὸς αὐτόν. ἢ βούλει ὧδε πυνθανώμεθα παρʼ αὐτοῦ, λέγοντες ὡς εἴ τι οἶδεν οὐδεὶς αὐτῷ φθόνος, ἀλλʼ ἅσμενοι ἂν ἴδοιμεν εἰδότα τι. ἀλλʼ ἡμῖν εἰπὲ τόδε· ὁ γιγνώσκων γιγνώσκει τὶ ἢ οὐδέν; σὺ οὖν μοι ὑπὲρ ἐκείνου ἀποκρίνου. ἀποκρινοῦμαι, ἔφη, ὅτι γιγνώσκει τί. πότερον ὂν ἢ οὐκ ὄν;

“怎么会不是呢?” “既然是两个,那么每一个不也就是一个吗?” “这也是。” “那么,对于正义与非正义、善与恶,以及所有的理念,同样的说法也适用:每一个其自身是一个,但由于与行动、身体以及彼此之间的结合,在各处显现,每一个都显现为多个。” “你说得对,”他说。 “那么,我就以此来进行区分,”我说,“一方面是那些你刚才所说的爱看戏者、爱艺术者和务实的人,” “另一方面是我们要讨论的人,唯有他们才能被正确地称为哲学家。” “你这是什么意思?”他说。 “我想,”我说,“那些爱听音者和爱看戏者喜爱美丽的声调、颜色、形状,以及所有用这些东西制成的事物,但他们的理智却无法看见并喜爱美自身的本质。” “确实如此,”他说。 “然而,那些能够走向美自身并凭其自身来观照它的人,难道不是极少数吗?” “确实非常少。” “那么,一个相信有美丽的事物,却不相信有美自身,并且如果有人引导他去认识它他也无法跟随的人,在你看来,他是生活在梦境中还是清醒着?想想看。做梦难道不就是这样吗:无论是在梦中还是在醒着时,把与某物相似的东西不看作相似的,而看作是它所模仿的那个事物本身?” “至少我,”他说,“会说这样的人是在做梦。” “那么,与这些人相反,认为存在着美自身,并且能够观照它自身以及分有它的事物,既不把分有它的事物看作它自身,也不把它自身看作分有它的事物的人——在你看来,他是清醒地生活着,还是在梦境中呢?” “当然是清醒的,”他说。 “那么,我们把前者的理智称为‘知识’(因为他有认识),而把后者的称为‘意见’(因为他只有看法),这样说难道不对吗?” “完全正确。” “那么,如果我们说他只有意见而没有知识的那个人,对我们发怒,并且争辩说我们说的不对,该怎么办?我们会有什么办法来安抚他并温和地劝导他,同时又不露痕迹地隐瞒他其实并不健康吗?” “这确实是必须的,”他说。 “来吧,想想我们要对他说什么。或者你是否愿意我们这样向他询问,对他说:如果他确实知道些什么,我们绝不嫉妒,反而会很高兴看到他知道。但是请告诉我们这一点:认识的人认识的是某样东西,还是什么都不是?那么,你替他回答我吧。” “我会回答,”他说,“他认识的是某样东西。” “是存在的东西,还是不存在的东西?”

语法注4 条
  1. 475bτιμᾶσθαι

    此处的动词不定式处于条件从句 κἂν μὴ 之中,承接前句 ἂν μὴ στρατηγῆσαι δύνωνται 的句式结构,省略了动词 δύνωνται,作为其补充不定式使用。

  2. 475dὥς γʼ ἐν φιλοσόφοις τιθέναι

    限制性绝对不定式。ὡς 结合不定动词,表达说话者视角的限制性条件,意为“如果要将他们归入哲学家之列的话”。

  3. 476aἀλλήλων

    属格代词,指代前文的“所有理念”(εἰδῶν),意指理念彼此之间的相互结合。此处解释了单一的理念如何通过与行动、身体以及其他理念的相互交融,从而在现象界中显现为多个。

  4. 476cτὸ ὅμοιόν τῳ μὴ ὅμοιον ἀλλʼ αὐτὸ ἡγῆται εἶναι ᾧ ἔοικεν

    由动词 ἡγῆται(认为、当作)引导的双宾格或宾语补足语结构。其直接宾语是 τὸ ὅμοιόν τῳ(与某物相似者,即摹本),补足语则是 μὴ ὅμοιον(不看作相似者)以及 αὐτὸ ᾧ ἔοικεν(它所模仿的那个事物本身,即原型)。

翻译:Gemini 3.5 Flash(2026-05-23 发布)urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:5.475-5.476