- 底本
- Platonis Opera Tomus IV: Tetralogia VIII. Burnet, John, editor. Oxford: Clarendon Press, 1905.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:5.453-5.454
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
苏格拉底和格劳孔探讨了女性承担与男性相同社会职责的可能性,以及这是否与“不同本性应从事不同行业”的建国原则相冲突。他们阐明,讨论不应陷入字面争论,而必须正确区分与工作实质相关的本性差异。
ἆρʼ οὖν οὐ πρῶτον μὲν τοῦτο περὶ αὐτῶν ἀνομολογητέον, εἰ δυνατὰ ἢ οὔ, καὶ δοτέον ἀμφισβήτησιν εἴτε τις φιλοπαίσμων εἴτε σπουδαστικὸς ἐθέλει ἀμφισβητῆσαι, πότερον δυνατὴ φύσις ἡ ἀνθρωπίνη ἡ θήλεια τῇ τοῦ ἄρρενος γένους κοινωνῆσαι εἰς ἅπαντα τὰ ἔργα ἢ οὐδʼ εἰς ἕν, ἢ εἰς τὰ μὲν οἵα τε, εἰς δὲ τὰ οὔ, καὶ τοῦτο δὴ τὸ περὶ τὸν πόλεμον ποτέρων ἐστίν; ἆρʼ οὐχ οὕτως ἂν κάλλιστά τις ἀρχόμενος ὡς τὸ εἰκὸς καὶ κάλλιστα τελευτήσειεν; πολύ γε, ἔφη. βούλει οὖν, ἦν δʼ ἐγώ, ἡμεῖς πρὸς ἡμᾶς αὐτοὺς ὑπὲρ τῶν ἄλλων ἀμφισβητήσωμεν, ἵνα μὴ ἔρημα τὰ τοῦ ἑτέρου λόγου πολιορκῆται;1 οὐδέν, ἔφη, κωλύει. λέγωμεν δὴ ὑπὲρ αὐτῶν ὅτι ὦ Σώκρατές τε καὶ Γλαύκων, οὐδὲν δεῖ ὑμῖν ἄλλους ἀμφισβητεῖν· αὐτοὶ γὰρ ἐν ἀρχῇ τῆς κατοικίσεως, ἣν ᾠκίζετε πόλιν, ὡμολογεῖτε δεῖν κατὰ φύσιν ἕκαστον ἕνα ἓν τὸ αὑτοῦ πράττειν. ὡμολογήσαμεν οἶμαι· πῶς γὰρ οὔ; ἔστιν οὖν ὅπως οὐ πάμπολυ διαφέρει γυνὴ ἀνδρὸς τὴν φύσιν; πῶς δʼ οὐ διαφέρει; οὐκοῦν ἄλλο καὶ ἔργον ἑκατέρῳ προσήκει προστάττειν τὸ κατὰ τὴν αὑτοῦ φύσιν; τί μήν; πῶς οὖν οὐχ ἁμαρτάνετε νυνὶ καὶ τἀναντία ὑμῖν αὐτοῖς λέγετε φάσκοντες αὖ τοὺς ἄνδρας καὶ τὰς γυναῖκας δεῖν τὰ αὐτὰ πράττειν, πλεῖστον κεχωρισμένην φύσιν ἔχοντας; ἕξεις τι, ὦ θαυμάσιε, πρὸς ταῦτʼ ἀπολογεῖσθαι; ὡς μὲν ἐξαίφνης, ἔφη, οὐ πάνυ ῥᾴδιον· ἀλλὰ σοῦ δεήσομαί τε καὶ δέομαι καὶ τὸν ὑπὲρ ἡμῶν λόγον, ὅστις ποτʼ ἐστίν, ἑρμηνεῦσαι. ταῦτʼ ἐστίν, ἦν δʼ ἐγώ, ὦ Γλαύκων, καὶ ἄλλα πολλὰ τοιαῦτα, ἃ ἐγὼ πάλαι προορῶν ἐφοβούμην τε καὶ ὤκνουν ἅπτεσθαι τοῦ νόμου τοῦ περὶ τὴν τῶν γυναικῶν καὶ παίδων κτῆσιν καὶ τροφήν. οὐ μὰ τὸν Δία, ἔφη· οὐ γὰρ εὐκόλῳ ἔοικεν. οὐ γάρ, εἶπον. ἀλλὰ δὴ ὧδʼ ἔχει· ἄντε τις εἰς κολυμβήθραν μικρὰν ἐμπέσῃ ἄντε εἰς τὸ μέγιστον πέλαγος μέσον, ὅμως γε νεῖ οὐδὲν ἧττον. πάνυ μὲν οὖν. οὐκοῦν καὶ ἡμῖν νευστέον καὶ πειρατέον σῴζεσθαι ἐκ τοῦ λόγου, ἤτοι δελφῖνά τινα ἐλπίζοντας ἡμᾶς ὑπολαβεῖν ἂν ἤ τινα ἄλλην ἄπορον σωτηρίαν. ἔοικεν, ἔφη. φέρε δή, ἦν δʼ ἐγώ, ἐάν πῃ εὕρωμεν τὴν ἔξοδον. ὁμολογοῦμεν γὰρ δὴ ἄλλην φύσιν ἄλλο δεῖν ἐπιτηδεύειν, γυναικὸς δὲ καὶ ἀνδρὸς ἄλλην εἶναι· τὰς δὲ ἄλλας φύσεις τὰ αὐτά φαμεν νῦν δεῖν ἐπιτηδεῦσαι. ταῦτα ἡμῶν κατηγορεῖται; κομιδῇ γε.
那么,关于这些事,我们首先不应该在这一点上达成共识吗:这究竟是可能的还是不可能的?并且,无论是有意开玩笑的人还是严肃认真的人,只要有人想提出质难,我们就给他们辩驳的机会,即:女性的人类自然是否能够在一切活动中与男性一族的自然共同参与,还是说连一项也不行,或者在某些活动中可行而在另一些中不行,而关于战争的这项活动究竟属于这两者中的哪一种?如果一个人这样作为开端,不是最合情理、也最能完美地结束吗?」「的确如此,」他说。「那么,」我说,「你是否愿意我们自己代表对方提出质难,以免另一方论证的立场在无人防守的情况下被攻陷?」「没有任何妨碍,」他说。「那我们就替他们说吧:『苏格拉底,还有格劳孔,无需别人来对你们进行质难。因为你们自己在开始建立你们所创建的城邦时,就亲口承认,每个人都必须根据其本性,一人做一件属于他自己的事。』『我想我们是承认过的,因为怎能不承认呢?』『那么,在自然本性上,女人和男人是不是有极大的不同呢?』『怎能不同呢?』『因此,是不是应该给他们每个人分派不同的、符合他们各自本性的工作?』『当然。』『那么,你们现在难道不是犯了错误,并且说出了与你们自己相反的话吗?你们竟然又主张,拥有截然不同本性的男人和女人应该做同样的事。』『妙极了的朋友,对于这些,你有什么可以辩护的吗?』『突然之间,』他说,『这绝非易事。但我想要请求你,而且正在请求你,为我们的论证进行阐释,无论那论证究竟是什么。』「格劳孔,」我说,「这些以及其他许多类似的事情,正是我很早以前就预见到并感到恐惧的,也是我一直迟疑着不敢触碰关于妇女和儿童占有与抚养的这条法律的原因。」「凭宙斯起誓,」他说,「这确实看起来不容易。」「确实如此,」我说。「但情况就是这样:无论一个人是掉进了小游泳池,还是掉进了最广阔的汪洋大海之中,他同样都必须游泳。」「完全如此。」「因此,我们也必须游泳,并努力在论证中拯救自己,期望着要么有某只海豚能把我们驮起,要么有其他什么看似不可能的营救办法。」「看起来是这样,」他说。「来吧,」我说,「看我们能不能找到出路。因为我们确实承认,不同的本性应当从事不同的行业,而女人和男人的本性是不同的;然而我们现在又说,这些不同的本性应当从事相同的行业。我们被控告的就是这些吗?」「完全是这样。」
ἦ γενναία, ἦν δʼ ἐγώ, ὦ Γλαύκων, ἡ δύναμις τῆς ἀντιλογικῆς τέχνης. τί δή; ὅτι, εἶπον, δοκοῦσί μοι εἰς αὐτὴν καὶ ἄκοντες πολλοὶ ἐμπίπτειν καὶ οἴεσθαι οὐκ ἐρίζειν ἀλλὰ διαλέγεσθαι, διὰ τὸ μὴ δύνασθαι κατʼ εἴδη διαιρούμενοι τὸ λεγόμενον ἐπισκοπεῖν, ἀλλὰ κατʼ αὐτὸ τὸ ὄνομα διώκειν τοῦ λεχθέντος τὴν ἐναντίωσιν, ἔριδι, οὐ διαλέκτῳ πρὸς ἀλλήλους χρώμενοι. ἔστι γὰρ δή, ἔφη, περὶ πολλοὺς τοῦτο τὸ πάθος· ἀλλὰ μῶν καὶ πρὸς ἡμᾶς τοῦτο τείνει ἐν τῷ παρόντι; παντάπασι μὲν οὖν, ἦν δʼ ἐγώ· κινδυνεύομεν γοῦν ἄκοντες ἀντιλογίας ἅπτεσθαι. πῶς; τὸ μὴ τὴν αὐτὴν φύσιν ὅτι οὐ τῶν αὐτῶν δεῖ ἐπιτηδευμάτων τυγχάνειν2 πάνυ ἀνδρείως τε καὶ ἐριστικῶς κατὰ τὸ ὄνομα διώκομεν, ἐπεσκεψάμεθα δὲ οὐδʼ ὁπῃοῦν τί εἶδος τὸ τῆς ἑτέρας τε καὶ τῆς αὐτῆς φύσεως καὶ πρὸς τί τεῖνον ὡριζόμεθα τότε, ὅτε τὰ ἐπιτηδεύματα ἄλλῃ φύσει ἄλλα, τῇ δὲ αὐτῇ τὰ αὐτὰ ἀπεδίδομεν. οὐ γὰρ οὖν, ἔφη, ἐπεσκεψάμεθα. τοιγάρτοι, εἶπον, ἔξεστιν ἡμῖν, ὡς ἔοικεν, ἀνερωτᾶν ἡμᾶς αὐτοὺς εἰ ἡ αὐτὴ φύσις φαλακρῶν καὶ κομητῶν καὶ οὐχ ἡ ἐναντία, καὶ ἐπειδὰν ὁμολογῶμεν ἐναντίαν εἶναι, ἐὰν φαλακροὶ σκυτοτομῶσιν, μὴ ἐᾶν κομήτας, ἐὰν δʼ αὖ κομῆται, μὴ τοὺς ἑτέρους. γελοῖον μεντἂν εἴη, ἔφη. ἆρα κατʼ ἄλλο τι, εἶπον ἐγώ, γελοῖον, ἢ ὅτι τότε οὐ πάντως τὴν αὐτὴν καὶ τὴν ἑτέραν φύσιν ἐτιθέμεθα, ἀλλʼ ἐκεῖνο τὸ εἶδος τῆς ἀλλοιώσεώς τε καὶ ὁμοιώσεως μόνον ἐφυλάττομεν τὸ πρὸς αὐτὰ τεῖνον τὰ ἐπιτηδεύματα;3 οἷον ἰατρικὸν μὲν καὶ ἰατρικὴν τὴν ψυχὴν τὴν αὐτὴν φύσιν ἔχειν ἐλέγομεν· ἢ οὐκ οἴει; ἔγωγε. ἰατρικὸν δέ γε καὶ τεκτονικὸν ἄλλην; πάντως που. οὐκοῦν, ἦν δʼ ἐγώ, καὶ τὸ τῶν ἀνδρῶν καὶ τὸ τῶν γυναικῶν γένος, ἐὰν μὲν πρὸς τέχνην τινὰ ἢ ἄλλο ἐπιτήδευμα διαφέρον φαίνηται, τοῦτο δὴ φήσομεν ἑκατέρῳ δεῖν ἀποδιδόναι· ἐὰν δʼ αὐτῷ τούτῳ φαίνηται διαφέρειν, τῷ τὸ μὲν θῆλυ τίκτειν, τὸ δὲ ἄρρεν ὀχεύειν, οὐδέν τί πω φήσομεν μᾶλλον ἀποδεδεῖχθαι ὡς πρὸς ὃ ἡμεῖς λέγομεν διαφέρει γυνὴ ἀνδρός, ἀλλʼ ἔτι οἰησόμεθα δεῖν τὰ αὐτὰ ἐπιτηδεύειν τούς τε φύλακας ἡμῖν καὶ τὰς γυναῖκας αὐτῶν. καὶ ὀρθῶς γʼ, ἔφη.
「格劳孔,」我说,「辩驳之术的力量真是强大啊。」「为什么这么说呢?」「因为,」我说,「在我看来,许多人甚至是在违背自己意愿的情况下陷入其中的,并且以为自己不是在争吵而是在辩论,因为他们不能根据形相划分来考量所说的话,而是仅仅根据所说词语的名称本身来追求其对立,彼此之间用的是争斗,而不是辩证法。」「确实,」他说,「这种弊病普遍存在于许多人身上。但这难道在当前也波及到了我们吗?」「完全是这样,」我说。「至少,我们有在违背意愿的情况下触及辩驳的危险。」「怎么会呢?」「对于『不相同的本性不应当得到相同的行业』这一条,我们极其勇敢而又好辩地根据名词本身去追求,却根本没有考察:在我们把不同的行业分派给不同的本性、相同的行业分派给相同的本性时,我们当时所规定的『不同本性』和『相同本性』,究竟是何种形相,又是指向什么的。」「的确,」他说,「我们没有考察过。」「因此,」我说,「看来我们是可以问问我们自己的:秃头的人和长着头发的人,他们的本性是相同的还是相反的?而当我们承认是相反的时候,如果秃头的人做鞋匠,我们是否就不允许有头发的人做,或者反过来,如果有头发的人做,就不允许另一类人做?」「那可就滑稽了,」他说。「那么,」我说,「这显得滑稽,难道是因为别的,而不是因为我们当时并没有在所有方面确立『相同』和『不同』的本性,而仅仅保留了那种指向行业本身的、关于差异与相似的形相吗?例如,我们曾说,具有医术心灵的男子与具有医术心灵的女子具有相同的本性。你是不是这样认为?」「我是这样认为的。」「但一个具有医术心智的人和一个具有木工心智的人,他们的本性则是不同的?」「当然是的。」「因此,」我说,「对于男人和女人这一对性别也是如此。如果他们在某种技术或其他行业上显出有差异,我们就说必须把这一工作分派给其中一者;但如果仅仅在这一点上显出差异:即女性生育,而男性使之怀孕,那么我们要说,目前还完全没有证明在我们要说的方面女人不同于男人,而我们仍将认为,我们的守护者及其妻子应当从事相同的行业。」「非常正确,」他说。
- 453aἵνα μὴ ἔρημα τὰ τοῦ ἑτέρου λόγου πολιορκῆται
由连词 ἵνα 引导的目的从句。形容词 ἔρημα 是谓语性形容词,意为“空虚、无防备的”,修饰被动动词 πολιορκῆται(被围攻),构成一个比喻性表达:“免得对方的论证立论在无人防守的情况下被围攻陷落”。
- 454bτὸ μὴ τὴν αὐτὴν φύσιν ὅτι οὐ τῶν αὐτῶν δεῖ ἐπιτηδευμάτων τυγχάνειν
作为动词 διώκομεν 宾语的宾格短语,定冠词 τὸ 将整个以 μὴ τὴν αὐτὴν 开始的从句名词化。ὅτι 从句起着同位语或补足语的作用,解释前述短语,将逻辑命题“即不同的本性不应当得到相同的行业”名词化。
- 454cἀλλʼ ἐκεῖνο τὸ εἶδος τῆς ἀλλοιώσεώς τε καὶ ὁμοιώσεως μόνον ἐφυλάττομεν τὸ πρὸς αὐτὰ τεῖνον τὰ ἐπιτηδεύματα
这是一个倒装(hyperbaton)结构,定语分词短语 τὸ πρὸς αὐτὰ τεῖνον τὰ ἐπιτηδεύματα 修饰距离较远的先行词 τὸ εἶδος。介词 πρός 在此表示“与……相关、指向……”,强调他们当时考虑的并非任意的差异,而是严格限定于“直接与那些行业本身相关的差异与相似的形相”。
翻译:Gemini 3.5 Flash(2026-05-23 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
