← 柏拉图

理想国

§4.432-4.433

作为全邦和谐的节制与各守其职的正义

苏格拉底阐明节制是贯穿整个城邦的和谐之后,开始寻找最后一项美德——正义。他们得出结论,正义即是每个人根据天性“各守其职”而不插手他人闲事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.432

ὅτι οὐχ ὥσπερ ἡ ἀνδρεία καὶ ἡ σοφία ἐν μέρει τινὶ ἑκατέρα ἐνοῦσα ἡ μὲν σοφήν, ἡ δὲ ἀνδρείαν τὴν πόλιν παρείχετο, οὐχ οὕτω ποιεῖ αὕτη, ἀλλὰ διʼ ὅλης ἀτεχνῶς τέταται διὰ πασῶν1 παρεχομένη συνᾴδοντας τούς τε ἀσθενεστάτους ταὐτὸν καὶ τοὺς ἰσχυροτάτους καὶ τοὺς μέσους, εἰ μὲν βούλει, φρονήσει, εἰ δὲ βούλει, ἰσχύι, εἰ δέ, καὶ πλήθει ἢ χρήμασιν ἢ ἄλλῳ ὁτῳοῦν τῶν τοιούτων· ὥστε ὀρθότατʼ ἂν φαῖμεν ταύτην τὴν ὁμόνοιαν σωφροσύνην εἶναι, χείρονός τε καὶ ἀμείνονος κατὰ φύσιν συμφωνίαν ὁπότερον δεῖ ἄρχειν καὶ ἐν πόλει καὶ ἐν ἑνὶ ἑκάστῳ. πάνυ μοι, ἔφη, συνδοκεῖ. εἶεν, ἦν δʼ ἐγώ· τὰ μὲν τρία ἡμῖν ἐν τῇ πόλει κατῶπται, ὥς γε οὑτωσὶ δόξαι· τὸ δὲ δὴ λοιπὸν εἶδος, διʼ ὃ ἂν ἔτι ἀρετῆς μετέχοι πόλις, τί ποτʼ ἂν εἴη; δῆλον γὰρ ὅτι τοῦτʼ ἐστὶν ἡ δικαιοσύνη. δῆλον. οὐκοῦν, ὦ Γλαύκων, νῦν δὴ ἡμᾶς δεῖ ὥσπερ κυνηγέτας τινὰς θάμνον κύκλῳ περιίστασθαι προσέχοντας τὸν νοῦν, μή πῃ διαφύγῃ ἡ δικαιοσύνη καὶ ἀφανισθεῖσα ἄδηλος γένηται. φανερὸν γὰρ δὴ ὅτι ταύτῃ πῃ ἔστιν· ὅρα οὖν καὶ προθυμοῦ κατιδεῖν, ἐάν πως πρότερος ἐμοῦ ἴδῃς καὶ ἐμοὶ φράσῃς. εἰ γὰρ ὤφελον,2 ἔφη. ἀλλὰ μᾶλλον, ἐάν μοι ἑπομένῳ χρῇ καὶ τὰ δεικνύμενα δυναμένῳ καθορᾶν, πάνυ μοι μετρίως χρήσῃ. ἕπου, ἦν δʼ ἐγώ, εὐξάμενος μετʼ ἐμοῦ. ποιήσω ταῦτα, ἀλλὰ μόνον, ἦ δʼ ὅς, ἡγοῦ. καὶ μήν, εἶπον ἐγώ, δύσβατός γέ τις ὁ τόπος φαίνεται καὶ ἐπίσκιος· ἔστι γοῦν σκοτεινὸς καὶ δυσδιερεύνητος. ἀλλὰ γὰρ ὅμως ἰτέον. ἰτέον γάρ, ἔφη. καὶ ἐγὼ κατιδών, ἰοὺ ἰού, εἶπον, ὦ Γλαύκων· κινδυνεύομέν τι ἔχειν ἴχνος, καί μοι δοκεῖ οὐ πάνυ τι ἐκφευξεῖσθαι ἡμᾶς. εὖ ἀγγέλλεις, ἦ δʼ ὅς. ἦ μήν, ἦν δʼ ἐγώ, βλακικόν γε ἡμῶν τὸ πάθος. τὸ ποῖον; πάλαι, ὦ μακάριε, φαίνεται πρὸ ποδῶν ἡμῖν ἐξ ἀρχῆς κυλινδεῖσθαι, καὶ οὐχ ἑωρῶμεν ἄρʼ αὐτό, ἀλλʼ ἦμεν καταγελαστότατοι· ὥσπερ οἱ ἐν ταῖς χερσὶν ἔχοντες ζητοῦσιν ἐνίοτε ὃ ἔχουσιν, καὶ ἡμεῖς εἰς αὐτὸ μὲν οὐκ ἀπεβλέπομεν, πόρρω δέ ποι ἀπεσκοποῦμεν, ᾗ δὴ καὶ ἐλάνθανεν ἴσως ἡμᾶς. πῶς, ἔφη, λέγεις; οὕτως, εἶπον, ὡς δοκοῦμέν μοι καὶ λέγοντες αὐτὸ καὶ ἀκούοντες πάλαι οὐ μανθάνειν ἡμῶν αὐτῶν, ὅτι ἐλέγομεν τρόπον τινὰ αὐτό. μακρόν, ἔφη, τὸ προοίμιον τῷ ἐπιθυμοῦντι ἀκοῦσαι.

“因为,”我说,“它的作用不像勇气和智慧,那二者各自存在于城邦的某一部分,使城邦成为智慧的或勇敢的。节制并不如此,而是字面上贯穿于整个城邦,在所有的音阶中,使最弱者、最强者以及中间者都齐声歌唱——无论是在知虑上、在力量上,还是在人数、财富或任何其他这类事物上。因此,我们最正确地称这种一致为节制,它是本性上较坏者和较佳者关于谁应当统治的主客观协和,无论是在城邦中还是在每个个人中。” “我完全赞同,”他说。“好极了,”我说,“现在城邦中的这三项已经看清了,至少看起来是这样。那么,城邦据以能分得美德的剩下的一种,到底是什么呢?因为很明显,这就是正义。”“很明显。”“那么,格劳孔,现在我们必须像猎人一样,在灌木丛四周守候,全神贯注,别让正义在什么地方溜走,消失得无影无踪。因为很明显,它就在这附近的某个地方。所以你要看仔细,并努力去发现它,要是你比我先看到,就告诉我。”“但愿我能如此,”他说。“不过,如果你把我当作一个跟随者,并能看清向他展示之物的人,那你对我的要求就非常合适了。”“那就跟着我吧,”,我说,“并跟我一起祈祷。”“我会照办的,只是请你带路,”他说。“说真的,”我说,“这个地方看来很难走,而且树荫浓密;总之是黑暗且难以搜寻。但是,无论如何也得走下去。确实得走下去,”他说。我看到之后,便说:“啊哈,啊哈,格劳孔!我们似乎找到了某种足迹,我看我们完全不会让它跑掉。”“你带了好消息,”他说。“真的,”我说,“我们的状态一直很愚笨。”“哪种状态?”“好一阵子了,好人呐,它似乎从一开始就在我们的脚底下滚来滚去,我们居然没看到,真是太可笑了。就像手里拿着东西的人,有时还会去寻找他们手里拿着的东西一样,我们也不往它本身看,而是看着远处,这可能就是我们没注意到它的原因。”“你怎么说?”“我是说,”我说,“我们似乎很久以来就在谈论它、倾听它,却不知道自己其实在某种意义上已经把它说出来了。”“对于渴望倾听的人来说,这段前言太长了,”他说。

§4.433

ἀλλʼ, ἦν δʼ ἐγώ, ἄκουε εἴ τι ἄρα λέγω. ὃ γὰρ ἐξ ἀρχῆς ἐθέμεθα δεῖν ποιεῖν διὰ παντός, ὅτε τὴν πόλιν κατῳκίζομεν, τοῦτό ἐστιν, ὡς ἐμοὶ δοκεῖ, ἤτοι τούτου τι εἶδος ἡ δικαιοσύνη. ἐθέμεθα δὲ δήπου καὶ πολλάκις ἐλέγομεν, εἰ μέμνησαι, ὅτι ἕνα ἕκαστον ἓν δέοι ἐπιτηδεύειν τῶν περὶ τὴν πόλιν, εἰς ὃ αὐτοῦ ἡ φύσις ἐπιτηδειοτάτη πεφυκυῖα εἴη. ἐλέγομεν γάρ. καὶ μὴν ὅτι γε τὸ τὰ αὑτοῦ πράττειν3 καὶ μὴ πολυπραγμονεῖν δικαιοσύνη ἐστί, καὶ τοῦτο ἄλλων τε πολλῶν ἀκηκόαμεν καὶ αὐτοὶ πολλάκις εἰρήκαμεν. εἰρήκαμεν γάρ. τοῦτο τοίνυν, ἦν δʼ ἐγώ, ὦ φίλε, κινδυνεύει τρόπον τινὰ γιγνόμενον ἡ δικαιοσύνη εἶναι, τὸ τὰ αὑτοῦ πράττειν. οἶσθα ὅθεν τεκμαίρομαι; οὐκ, ἀλλὰ λέγʼ, ἔφη. δοκεῖ μοι, ἦν δʼ ἐγώ, τὸ ὑπόλοιπον ἐν τῇ πόλει ὧν ἐσκέμμεθα, σωφροσύνης καὶ ἀνδρείας καὶ φρονήσεως, τοῦτο εἶναι, ὃ πᾶσιν ἐκείνοις τὴν δύναμιν παρέσχεν ὥστε ἐγγενέσθαι, καὶ ἐγγενομένοις γε σωτηρίαν παρέχειν, ἕωσπερ ἂν ἐνῇ. καίτοι ἔφαμεν δικαιοσύνην ἔσεσθαι τὸ ὑπολειφθὲν ἐκείνων, εἰ τὰ τρία εὕροιμεν. καὶ γὰρ ἀνάγκη, ἔφη. ἀλλὰ μέντοι, ἦν δʼ ἐγώ, εἰ δέοι γε κρῖναι τί τὴν πόλιν ἡμῖν τούτων μάλιστα ἀγαθὴν ἀπεργάσεται ἐγγενόμενον, δύσκριτον ἂν εἴη πότερον ἡ ὁμοδοξία τῶν ἀρχόντων τε καὶ ἀρχομένων, ἢ ἡ περὶ δεινῶν τε καὶ μή, ἅττα ἐστί, δόξης ἐννόμου σωτηρία4 ἐν τοῖς στρατιώταις ἐγγενομένη, ἢ ἡ ἐν τοῖς ἄρχουσι φρόνησίς τε καὶ φυλακὴ ἐνοῦσα, ἢ τοῦτο μάλιστα ἀγαθὴν αὐτὴν ποιεῖ ἐνὸν καὶ ἐν παιδὶ καὶ ἐν γυναικὶ καὶ δούλῳ καὶ ἐλευθέρῳ καὶ δημιουργῷ καὶ ἄρχοντι καὶ ἀρχομένῳ, ὅτι τὸ αὑτοῦ ἕκαστος εἷς ὢν ἔπραττε καὶ οὐκ ἐπολυπραγμόνει. δύσκριτον, ἔφη· πῶς δʼ οὔ; ἐνάμιλλον ἄρα, ὡς ἔοικε, πρὸς ἀρετὴν πόλεως τῇ τε σοφίᾳ αὐτῆς καὶ τῇ σωφροσύνῃ καὶ τῇ ἀνδρείᾳ ἡ τοῦ ἕκαστον ἐν αὐτῇ τὰ αὑτοῦ πράττειν δύναμις. καὶ μάλα, ἔφη. οὐκοῦν δικαιοσύνην τό γε τούτοις ἐνάμιλλον ἂν εἰς ἀρετὴν πόλεως θείης; παντάπασι μὲν οὖν. σκόπει δὴ καὶ τῇδε εἰ οὕτω δόξει· ἆρα τοῖς ἄρχουσιν ἐν τῇ πόλει τὰς δίκας προστάξεις δικάζειν; τί μήν; ἦ ἄλλου οὑτινοσοῦν μᾶλλον ἐφιέμενοι δικάσουσιν ἢ τούτου, ὅπως ἂν ἕκαστοι μήτʼ ἔχωσι τἀλλότρια μήτε τῶν αὑτῶν στέρωνται; οὔκ, ἀλλὰ τούτου. ὡς δικαίου ὄντος; ναί.

“但是,”我说,“听着,看我说的对不对。因为我们从一开始在建立城邦时,就规定必须始终做的一件事,我的看法是,这要么就是正义,要么就是它的某种形式。我们曾规定,而且你若记得,我们多次说过,每个人都必须专业从事城邦事务中的一件,即他的天性最适合的那件事。”“我们确实说过。”“而且,各守其职,不插手他人的闲事是正义,这不仅我们听许多人说过,我们自己也多次说过。我们确实说过。”“那么,朋友,”我说,“这在某种意义上发生时,似乎就是正义:各守其职。你知道我是从何推测出来的吗?”“不知道,请告诉我,”他说。“在我看来,”我说,“城邦中除了节制、勇气和知虑之外剩下的东西,就是它,它赋予了所有那些德性存在于城邦中的力量,并且在它们存在之后,只要它在其中,就赋予它们以保存。然而我们曾说,如果我们找到了那三样,剩下的就是正义。” “确实必须如此,”他说。“但是,”我说,“如果非要评判这些德性中哪一个最能使我们的城邦完美,那将很难评判:到底是统治者和被统治者的一致,还是军人中保存关于可怕和不可怕之物的法律信念,还是统治者中的知虑和守护,还是以下这一点最能使城邦完美,即它存在于儿童、妇女、奴隶、自由人、手工业者、统治者和被统治者中,即每个人都是一个整体而各守其职,不插手闲事。”“确实很难评判,”他说,“怎么会不难呢?”“因此,看来每个人在城邦中各守其职的力量,在城邦美德方面,是能够与它的智慧、节制和勇气相提并论的。”“非常正确,”他说。“那么,你难道不会把在城邦美德上与这些相媲美的力量规定为正义吗?” “完全同意。”“那么再从这个角度来看,看是不是这样:你会命令城邦里的统治者执掌审判吗?”“当然。”“他们审判时,除了使每个人既不占有他人的东西,也不失去自己的东西之外,还会追求任何其他目的吗?”“不会,正是这个目的。”“因为这是正义的?”“是的。”

语法注4 条
  1. 432aδιʼ ὅλης ἀτεχνῶς τέταται διὰ πασῶν

    意为“字面上贯穿于整个城邦,在所有的音阶中”。短语“διὰ πασῶν”是音乐术语“διὰ πασῶν χορδῶν”(贯穿所有琴弦,即八度音程)的省略表达,在此隐喻节制作为一种和谐,包容了城邦中的所有社会阶层。

  2. 432cεἰ γὰρ ὤφελον

    直说过去时“ὤφελον”表达一种无法实现的愿望(“但愿我能”)。在这里,它作为一种谦虚的赞同,表明格劳孔热切希望自己能先发现正义,哪怕实际上可能办不到。

  3. 433aτὸ τὰ αὑτοῦ πράττειν

    带冠词的中性单数不定式短语,表达了柏拉图政治哲学中关于正义的核心定义:“各守其职(做自己的事)”。它与紧随其后的“不插手他人闲事”(μὴ πολυπραγμονεῖν)形成直接对比。

  4. 433cδόξης ἐννόμου σωτηρία

    意为“法律信念的保存”。这是对 430a-b 中定义的“公民勇气”的总结性表述,指军人们在任何情况下都保持通过教育获得的正确信念。

翻译:Gemini 3.5 Flash(2026-05-23 发布)urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:4.432-4.433