- 底本
- Platonis Opera Tomus IV: Tetralogia VIII. Burnet, John, editor. Oxford: Clarendon Press, 1905.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:4.427-4.428
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-28
苏格拉底与对话者们一致认为,琐碎的日常法律并无必要,而宗教与祭祀等重大法律则应托付给德尔斐的阿波罗,至此城邦建设完成。接着,他们开始探讨这座完美城邦所蕴含的“智慧”这一美德,并指出它并非一般的技艺知识,而是由统治者所掌握的、关乎城邦整体的“守卫之知”。
καὶ μήν, ἔφη, οὐκ ἄλλο γέ τι ποιοῦσιν. ἐγὼ μὲν τοίνυν, ἦν δʼ ἐγώ, τὸ τοιοῦτον εἶδος νόμων πέρι καὶ πολιτείας οὔτʼ ἐν κακῶς οὔτʼ ἐν εὖ πολιτευομένῃ πόλει ᾤμην ἂν1 δεῖν τὸν ἀληθινὸν νομοθέτην πραγματεύεσθαι, ἐν τῇ μὲν ὅτι ἀνωφελῆ καὶ πλέον οὐδέν, ἐν δὲ τῇ ὅτι τὰ μὲν αὐτῶν κἂν ὁστισοῦν εὕροι, τὰ δὲ ὅτι αὐτόματα ἔπεισιν ἐκ τῶν ἔμπροσθεν ἐπιτηδευμάτων. τί οὖν, ἔφη, ἔτι ἂν ἡμῖν λοιπὸν τῆς νομοθεσίας εἴη; καὶ ἐγὼ εἶπον ὅτι ἡμῖν μὲν οὐδέν, τῷ μέντοι Ἀπόλλωνι τῷ ἐν Δελφοῖς τά γε μέγιστα καὶ κάλλιστα καὶ πρῶτα τῶν νομοθετημάτων. τὰ ποῖα; ἦ δʼ ὅς. ἱερῶν τε ἱδρύσεις καὶ θυσίαι καὶ ἄλλαι θεῶν τε καὶ δαιμόνων καὶ ἡρώων θεραπεῖαι· τελευτησάντων τε αὖ θῆκαι καὶ ὅσα τοῖς ἐκεῖ δεῖ ὑπηρετοῦντας ἵλεως αὐτοὺς ἔχειν. τὰ γὰρ δὴ τοιαῦτα οὔτʼ ἐπιστάμεθα ἡμεῖς οἰκίζοντές τε πόλιν οὐδενὶ ἄλλῳ πεισόμεθα, ἐὰν νοῦν ἔχωμεν, οὐδὲ χρησόμεθα ἐξηγητῇ ἀλλʼ ἢ τῷ πατρίῳ· οὗτος γὰρ δήπου ὁ θεὸς περὶ τὰ τοιαῦτα πᾶσιν ἀνθρώποις πάτριος ἐξηγητὴς τῆς γῆς ἐπὶ τοῦ ὀμφαλοῦ καθήμενος ἐξηγεῖται. καὶ καλῶς γʼ, ἔφη, λέγεις· καὶ ποιητέον οὕτω. ὠικισμένη μὲν τοίνυν, ἦν δʼ ἐγώ, ἤδη ἄν σοι εἴη, ὦ παῖ Ἀρίστωνος, ἡ πόλις· τὸ δὲ δὴ μετὰ τοῦτο σκόπει ἐν αὐτῇ, φῶς ποθὲν πορισάμενος ἱκανόν, αὐτός τε καὶ τὸν ἀδελφὸν παρακάλει καὶ Πολέμαρχον καὶ τοὺς ἄλλους, ἐάν πως ἴδωμεν ποῦ ποτʼ ἂν εἴη ἡ δικαιοσύνη καὶ ποῦ ἡ ἀδικία, καὶ τί ἀλλήλοιν διαφέρετον, καὶ πότερον δεῖ κεκτῆσθαι τὸν μέλλοντα εὐδαίμονα εἶναι, ἐάντε λανθάνῃ ἐάντε μὴ πάντας θεούς τε καὶ ἀνθρώπους. οὐδὲν λέγεις, ἔφη ὁ Γλαύκων· σὺ γὰρ ὑπέσχου ζητήσειν, ὡς οὐχ ὅσιόν σοι ὂν μὴ οὐ βοηθεῖν2 δικαιοσύνῃ εἰς δύναμιν παντὶ τρόπῳ. ἀληθῆ, ἔφην ἐγώ, ὑπομιμνῄσκεις, καὶ ποιητέον μέν γε οὕτως, χρὴ δὲ καὶ ὑμᾶς συλλαμβάνειν. ἀλλʼ, ἔφη, ποιήσομεν οὕτω. ἐλπίζω τοίνυν, ἦν δʼ ἐγώ, εὑρήσειν αὐτὸ ὧδε. οἶμαι ἡμῖν τὴν πόλιν, εἴπερ ὀρθῶς γε ᾤκισται, τελέως ἀγαθὴν εἶναι. ἀνάγκη γʼ, ἔφη. δῆλον δὴ ὅτι σοφή τʼ ἐστὶ καὶ ἀνδρεία καὶ σώφρων καὶ δικαία. δῆλον. οὐκοῦν ὅτι ἂν αὐτῶν εὕρωμεν ἐν αὐτῇ, τὸ ὑπόλοιπον ἔσται τὸ οὐχ ηὑρημένον;
“确实,”他说,“他们所做的正是这些事情。”“因此,”我说,“对于这类的法律和国制,我认为一个真正的立法者,无论是在治理不善的城邦还是在治理良好的城邦中,都不需要去费心操办:在前者中是因为它们毫无用处且毫无益处,而在后者中是因为其中一部分法律任何人都能找到,另一部分则会自发地从先前的习惯中产生。” “那么,”他说,“对我们来说,立法方面还剩下什么呢?”而我说:“对我们来说什么也没有;然而对于德尔斐的阿波罗来说,还留有最伟大、最美好、最根本的立法。”“什么样的事务?”他说。“神殿的建立、祭祀,以及对神明、代蒙和英雄的其他崇拜;还有死者的安葬,以及为了使阴间的亡魂保持安祥而必须对他们服侍的一切事物。因为这类事情我们自己并不懂得,在建立城邦时,” “如果我们有理智,我们就不会听从任何其他人,也不会采用除了祖传者以外的任何向导;因为这位神明确实坐在大地的中心上,在这些事情上作为全人类祖传的向导,进行指引。”“你说得非常好,”他说,“必须这样做。”“那么,”我说,“阿里斯通之子啊,你的城邦现在应该已经建立起来了。 但在此之后,你要在其中寻找,从某处取得充足的光亮,你本人也召唤你的兄弟和波勒马科斯以及其他人,看看我们能否设法看出正义到底在何处,非正义又在何处,它们两者之间有何区别,以及那个将要获得幸福的人必须拥有两者中的哪一个,不论他是否瞒过了所有的神明和人类。”葛劳康说:“你说得不对;因为你答应过要亲自去寻找,” “既然对你来说,如果不尽全力、想方设法地去援助正义,那将是不敬的。”“你提醒得对,”我说,“确实必须这样做,但你们也必须协助。”“好,”他说,“我们会这样做的。”“那么,”我说,“我希望通过这种方式找到它。我想,我们的城邦如果确实建得正确,那么它就是完美而美善的。”“必然如此,”他说。“那么很明显,它是智慧的、勇敢的、节制的、正义的。”“明显。”“那么,我们在其中找到的那些部分之外,剩下的部分不就是尚未被找到的部分吗?”
τί μήν; ὥσπερ τοίνυν ἄλλων τινῶν τεττάρων, εἰ ἕν τι ἐζητοῦμεν αὐτῶν ἐν ὁτῳοῦν, ὁπότε πρῶτον ἐκεῖνο ἔγνωμεν, ἱκανῶς ἂν εἶχεν ἡμῖν, εἰ δὲ τὰ τρία πρότερον ἐγνωρίσαμεν, αὐτῷ ἂν τούτῳ ἐγνώριστο3 τὸ ζητούμενον· δῆλον γὰρ ὅτι οὐκ ἄλλο ἔτι ἦν ἢ τὸ ὑπολειφθέν. ὀρθῶς, ἔφη, λέγεις. οὐκοῦν καὶ περὶ τούτων, ἐπειδὴ τέτταρα ὄντα τυγχάνει, ὡσαύτως ζητητέον; δῆλα δή. καὶ μὲν δὴ πρῶτόν γέ μοι δοκεῖ ἐν αὐτῷ κατάδηλον εἶναι ἡ σοφία· καί τι ἄτοπον περὶ αὐτὴν φαίνεται. τί; ἦ δʼ ὅς. σοφὴ μὲν τῷ ὄντι δοκεῖ μοι ἡ πόλις εἶναι ἣν διήλθομεν· εὔβουλος γάρ, οὐχί; ναί. καὶ μὴν τοῦτό γε αὐτό, ἡ εὐβουλία, δῆλον ὅτι ἐπιστήμη τίς ἐστιν· οὐ γάρ που ἀμαθίᾳ γε ἀλλʼ ἐπιστήμῃ εὖ βουλεύονται. δῆλον. πολλαὶ δέ γε καὶ παντοδαπαὶ ἐπιστῆμαι ἐν τῇ πόλει εἰσίν. πῶς γὰρ οὔ; ἆρʼ οὖν διὰ τὴν τῶν τεκτόνων ἐπιστήμην σοφὴ καὶ εὔβουλος ἡ πόλις προσρητέα; οὐδαμῶς, ἔφη, διά γε ταύτην, ἀλλὰ τεκτονική. οὐκ ἄρα διὰ τὴν ὑπὲρ τῶν ξυλίνων σκευῶν ἐπιστήμην, βουλευομένη ὡς ἂν ἔχοι βέλτιστα, σοφὴ κλητέα πόλις. οὐ μέντοι. τί δέ; τὴν ὑπὲρ τῶν ἐκ τοῦ χαλκοῦ ἤ τινα ἄλλην τῶν τοιούτων; οὐδʼ ἡντινοῦν, ἔφη. οὐδὲ τὴν ὑπὲρ τοῦ καρποῦ τῆς γενέσεως ἐκ τῆς γῆς, ἀλλὰ γεωργική. δοκεῖ μοι. τί δʼ; ἦν δʼ ἐγώ· ἔστι τις ἐπιστήμη ἐν τῇ ἄρτι ὑφʼ ἡμῶν οἰκισθείσῃ παρά τισι τῶν πολιτῶν, ᾗ οὐχ ὑπὲρ τῶν ἐν τῇ πόλει τινὸς βουλεύεται, ἀλλʼ ὑπὲρ αὑτῆς ὅλης, ὅντινα τρόπον αὐτή τε πρὸς αὑτὴν καὶ πρὸς τὰς ἄλλας πόλεις ἄριστα ὁμιλοῖ; ἔστι μέντοι. τίς, ἔφην ἐγώ, καὶ ἐν τίσιν; αὕτη, ἦ δʼ ὅς, ἡ φυλακική, καὶ ἐν τούτοις τοῖς ἄρχουσιν οὓς νυνδὴ τελέους φύλακας ὠνομάζομεν. διὰ ταύτην οὖν τὴν ἐπιστήμην τί τὴν πόλιν προσαγορεύεις; εὔβουλον, ἔφη, καὶ τῷ ὄντι σοφήν. πότερον οὖν, ἦν δʼ ἐγώ, ἐν τῇ πόλει οἴει ἡμῖν χαλκέας πλείους ἐνέσεσθαι ἢ τοὺς ἀληθινοὺς φύλακας τούτους; πολύ, ἔφη, χαλκέας. οὐκοῦν, ἔφην, καὶ τῶν ἄλλων ὅσοι ἐπιστήμας ἔχοντες ὀνομάζονταί τινες εἶναι, πάντων τούτων οὗτοι ἂν εἶεν ὀλίγιστοι; πολύ γε.
“当然。”“因此,正如对于其他任意四个事物,如果我们要在某个东西中寻找其中之一,一旦我们首先认出了那一个,我们就会感到满足;但如果我们先认出了其他三个,通过这个事实本身,所寻找的那一个也就被认出来了,因为很明显它只能是剩下的那一个。”“你说得对,”他说。“那么,关于这些德性,既然它们刚好是四个,我们也必须用同样的方法来寻找吗?”“显然如此。”“而且,在我看来,首先智慧在其中显而易见;并且关于它出现了一些奇特的事情。” “什么事?”他说。“我们所讨论的这个城邦,在我看来确实是智慧的;因为它是善于筹划的,难道不是吗?”“是的。”“而且,正是这种‘善于筹划’,显然是某种知识;因为他们绝不是通过愚昧、而是通过知识来进行良好筹划的。”“明显。”“然而,城邦中存在着许多且各种各样的知识。”“怎么会没有呢?”“那么,难道是因为木工的知识,城邦才应当被称为是智慧的和善于筹划的吗?” “绝非如此,”他说,“决不能因为这种知识而如此称呼,而只能称其为精于木工。”“因此,城邦不应当因为关于木制器皿的知识、因筹划如何使其达到最佳,而被召为是智慧的。”“确实不该。”“那么,关于青铜制品的知识,或者其他任何这类知识呢?”“任何一种都不是,”他说。“也不是因为关于土地作物生产的知识,那种知识叫农业。”“我认为是这样。”“那这个呢?”我说,“在我们刚才建立的城邦中,是否有某种由部分市民所掌握的知识,它不针对城邦中某件具体的事物,而是针对城邦的整体,” “筹划其自身如何能与自身以及与其他城邦进行最好的交往?”“确实有。”“那是什么知识,”我说,“又在谁的手中?”“就是这个,”他说,“守卫的知识,它存在于我们刚才称之为‘完全的守卫者’的那些统治者之中。”“那么,因为这种知识,你称这个城邦为什么?”“善于筹划,”他说,“而且确实智慧。”“那么,”我说,“你认为在我们的城邦中,是铜匠” “更多,还是这些真正的守卫者更多?”“当然是铜匠多得多,”他说。“那么,”我说,“在所有那些拥有知识并因而闻名的人当中,这些人(守卫者)是不是最少的?”“确实少得多。”
- 427aᾤμην ἂν
此处为未完成过去时直陈语气加上语气词 ἄν。它并非表示与过去事实相反的虚拟条件,而是表示现在语气委婉的主张(“我本以为”、“我认为”),起到了潜在直陈语气的效果。
- 427eμὴ οὐ βοηθεῖν
由于前置形容词短语 οὐχ ὅσιον(不敬虔)含有否定意义,其后的不定式(βοηθεῖν)前使用了双重否定惯用表达 μὴ οὐ。在语义上,它应当被理解为单重否定:“不援助(正义)”。
- 428aαὐτῷ ἂν τούτῳ ἐγνώριστο
αὐτῷ τούτῳ 是中性单数指示代词的与格,表示原因或工具(“正是借此”)。动词 ἐγνώριστο(γνωρίζω 的过去完成时被动直陈语气第三人称单数)带有语气词 ἂν,表示过去某种假设的完成状态(“早已被认出来了”)。
翻译:Gemini 3.5 Flash(2026-05-23 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
