← 柏拉图

理想国

§4.423-4.424

城邦的适度规模与文教秩序的维护

苏格拉底规定了城邦为保持单一与统一而应维持的适度规模,并强调在体育和音乐教育中坚守既定秩序、防止任何微小革新对于维护整个国家体制的极端重要性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.423

δύο μέν, κἂν ὁτιοῦν ᾖ, πολεμία ἀλλήλαις, ἡ μὲν πενήτων, ἡ δὲ πλουσίων· τούτων δʼ ἐν ἑκατέρᾳ πάνυ πολλαί, αἷς ἐὰν μὲν ὡς μιᾷ προσφέρῃ,1 παντὸς ἂν ἁμάρτοις, ἐὰν δὲ ὡς πολλαῖς, διδοὺς τὰ τῶν ἑτέρων τοῖς ἑτέροις χρήματά τε καὶ δυνάμεις ἢ καὶ αὐτούς, συμμάχοις μὲν ἀεὶ πολλοῖς χρήσῃ, πολεμίοις δʼ ὀλίγοις. καὶ ἕως ἂν ἡ πόλις σοι οἰκῇ σωφρόνως ὡς ἄρτι ἐτάχθη, μεγίστη ἔσται, οὐ τῷ εὐδοκιμεῖν λέγω, ἀλλʼ ὡς ἀληθῶς μεγίστη, καὶ ἐὰν μόνον ᾖ χιλίων τῶν προπολεμούντων·2 οὕτω γὰρ μεγάλην πόλιν μίαν οὐ ῥᾳδίως οὔτε ἐν Ἕλλησιν οὔτε ἐν βαρβάροις εὑρήσεις, δοκούσας δὲ πολλὰς καὶ πολλαπλασίας τῆς τηλικαύτης.3 ἢ ἄλλως οἴει; οὐ μὰ τὸν Δίʼ, ἔφη. οὐκοῦν, ἦν δʼ ἐγώ, οὗτος ἂν εἴη καὶ κάλλιστος ὅρος τοῖς ἡμετέροις ἄρχουσιν, ὅσην δεῖ τὸ μέγεθος τὴν πόλιν ποιεῖσθαι καὶ ἡλίκῃ οὔσῃ ὅσην χώραν ἀφορισαμένους τὴν ἄλλην χαίρειν ἐᾶν. τίς, ἔφη, ὅρος; οἶμαι μέν, ἦν δʼ ἐγώ, τόνδε· μέχρι οὗ ἂν ἐθέλῃ αὐξομένη εἶναι μία, μέχρι τούτου αὔξειν, πέρα δὲ μή. καὶ καλῶς γʼ, ἔφη. οὐκοῦν καὶ τοῦτο αὖ ἄλλο πρόσταγμα τοῖς φύλαξι προστάξομεν, φυλάττειν παντὶ τρόπῳ ὅπως μήτε σμικρὰ ἡ πόλις ἔσται μήτε μεγάλη δοκοῦσα, ἀλλά τις ἱκανὴ καὶ μία. καὶ φαῦλόν γʼ, ἔφη, ἴσως αὐτοῖς προστάξομεν. καὶ τούτου γε, ἦν δʼ ἐγώ, ἔτι φαυλότερον τόδε, οὗ καὶ ἐν τῷ πρόσθεν ἐπεμνήσθημεν λέγοντες ὡς δέοι, ἐάντε τῶν φυλάκων τις φαῦλος ἔκγονος γένηται, εἰς τοὺς ἄλλους αὐτὸν ἀποπέμπεσθαι, ἐάντʼ ἐκ τῶν ἄλλων σπουδαῖος, εἰς τοὺς φύλακας. τοῦτο δʼ ἐβούλετο δηλοῦν ὅτι καὶ τοὺς ἄλλους πολίτας, πρὸς ὅ τις πέφυκεν, πρὸς τοῦτο ἕνα πρὸς ἓν ἕκαστον ἔργον δεῖ κομίζειν, ὅπως ἂν ἓν τὸ αὑτοῦ ἐπιτηδεύων ἕκαστος μὴ πολλοὶ ἀλλʼ εἷς γίγνηται, καὶ οὕτω δὴ σύμπασα ἡ πόλις μία φύηται ἀλλὰ μὴ πολλαί. ἔστι γάρ, ἔφη, τοῦτο ἐκείνου σμικρότερον. οὔτοι, ἦν δʼ ἐγώ, ὦ ἀγαθὲ Ἀδείμαντε, ὡς δόξειεν ἄν τις, ταῦτα πολλὰ καὶ μεγάλα αὐτοῖς προστάττομεν ἀλλὰ πάντα φαῦλα, ἐὰν τὸ λεγόμενον ἓν μέγα φυλάττωσι, μᾶλλον δʼ ἀντὶ μεγάλου ἱκανόν. τί τοῦτο; ἔφη.

不论是什么样的城邦,至少都有两个是互相对立的,一个是穷人的城邦,另一个是富人的城邦。在这每一个城邦中又有极多的小城邦。如果你把它们当作一个城邦来对待,你就会完全失策;但如果把它们当作许多个来对待,把其中一部分人的财产、权力甚至他们自身给予另一部分人,你就会始终拥有许多盟友和极少的敌人。只要你的城邦能够像刚才规定的那样节制地治理,它就会是最大的——我不是说名义上,而是真正最大,即使捍卫它的战士只有一千人。因为这样的一座大城邦,你在希腊人或蛮族中都不易找到,虽然你会发现许多看起来是这样,且规模比这大上许多倍的城邦。或者你另有想法?“不,凭宙斯起誓,没有,”他说。“那么,”我说,“对于我们的统治者来说,这应该是一个最美好的限度:他们应当把城邦建设到多大,以及在达到这个规模时,应当划定多少土地,而对剩余的土地听之任之,不再扩大。”“是什么限度呢?”他说。“我认为,”我说,“是这个:只要城邦在增长的同时仍愿意保持为一个整体,就让它增长到那个程度,而不要超越它。” “这很好,”他说。“那么,我们还要给守卫者规定另外一个指令:用尽一切办法防范,使城邦既不变得弱小,也不显得庞大,而是规模适度且保持为一。”“那我们给他们规定的,可能是一项微不足道的任务了,”他说。“而比这”我说,“还要更加微不足道的,是我们在前面也提到过的那个要求,即如果守卫者生下平庸的后代,就要把他送到其他人那里去;如果其他人中生出优秀的后代,则要送到守卫者这里来。这其实是为了表明:对于其他公民,也必须让每个人各按其天性,去从事那唯一适合他的工作,以便每个人在从事自己单一的职业时,不再是多重的人,而是一个人,这样整个城邦就能作为一个整体生长,而不是分裂为许多城邦。”“确实,”他说,“这比刚才那个更微不足道。”“不,我亲爱的阿得曼托斯,”我说,“我们并不是像别人所认为的那样,在给他们规定许多宏大的任务,而是只要他们能防范那所谓的‘一件大事’,或者说,不是大事,而是‘足够的事’,那么一切就都是微不足道的了。”“这是什么事呢?”他说。

§4.424

τὴν παιδείαν, ἦν δʼ ἐγώ, καὶ τροφήν· ἐὰν γὰρ εὖ παιδευόμενοι μέτριοι ἄνδρες γίγνωνται, πάντα ταῦτα ῥᾳδίως διόψονται, καὶ ἄλλα γε ὅσα νῦν ἡμεῖς παραλείπομεν, τήν τε τῶν γυναικῶν κτῆσιν καὶ γάμων καὶ παιδοποιίας, ὅτι δεῖ ταῦτα κατὰ τὴν παροιμίαν πάντα ὅτι μάλιστα κοινὰ τὰ φίλων ποιεῖσθαι. ὀρθότατα γάρ, ἔφη, γίγνοιτʼ ἄν. καὶ μήν, εἶπον, πολιτεία ἐάνπερ ἅπαξ ὁρμήσῃ εὖ, ἔρχεται ὥσπερ κύκλος αὐξανομένη· τροφὴ γὰρ καὶ παίδευσις χρηστὴ σῳζομένη φύσεις ἀγαθὰς ἐμποιεῖ, καὶ αὖ φύσεις χρησταὶ τοιαύτης παιδείας ἀντιλαμβανόμεναι ἔτι βελτίους τῶν προτέρων φύονται, εἴς τε τἆλλα καὶ εἰς τὸ γεννᾶν, ὥσπερ καὶ ἐν τοῖς ἄλλοις ζῴοις. εἰκός γʼ, ἔφη. ὡς τοίνυν διὰ βραχέων εἰπεῖν, τούτου ἀνθεκτέον τοῖς ἐπιμεληταῖς τῆς πόλεως, ὅπως ἂν αὐτοὺς μὴ λάθῃ διαφθαρὲν ἀλλὰ παρὰ πάντα αὐτὸ φυλάττωσι, τὸ μὴ νεωτερίζειν περὶ γυμναστικήν τε καὶ μουσικὴν παρὰ τὴν τάξιν,4 ἀλλʼ ὡς οἷόν τε μάλιστα φυλάττειν, φοβουμένους ὅταν τις λέγῃ ὡς τὴν "ἀοιδὴν μᾶλλον ἐπιφρονέουσʼ ἄνθρωποι, ἥτις ἀειδόντεσσι νεωτάτη ἀμφιπέληται," μὴ πολλάκις τὸν ποιητήν τις οἴηται λέγειν5 οὐκ ᾄσματα νέα ἀλλὰ τρόπον ᾠδῆς νέον, καὶ τοῦτο ἐπαινῇ. δεῖ δʼ οὔτʼ ἐπαινεῖν τὸ τοιοῦτον οὔτε ὑπολαμβάνειν. εἶδος γὰρ καινὸν μουσικῆς μεταβάλλειν εὐλαβητέον ὡς ἐν ὅλῳ κινδυνεύοντα· οὐδαμοῦ γὰρ κινοῦνται μουσικῆς τρόποι ἄνευ πολιτικῶν νόμων τῶν μεγίστων, ὥς φησί τε Δάμων καὶ ἐγὼ πείθομαι. καὶ ἐμὲ τοίνυν, ἔφη ὁ Ἀδείμαντος, θὲς τῶν πεπεισμένων. τὸ δὴ φυλακτήριον, ἦν δʼ ἐγώ, ὡς ἔοικεν, ἐνταῦθά που οἰκοδομητέον τοῖς φύλαξιν, ἐν μουσικῇ. ἡ γοῦν παρανομία, ἔφη, ῥᾳδίως αὕτη λανθάνει παραδυομένη. ναί, ἔφην, ὡς ἐν παιδιᾶς γε μέρει καὶ ὡς κακὸν οὐδὲν ἐργαζομένη. οὐδὲ γὰρ ἐργάζεται, ἔφη, ἄλλο γε ἢ κατὰ σμικρὸν εἰσοικισαμένη ἠρέμα ὑπορρεῖ πρὸς τὰ ἤθη τε καὶ τὰ ἐπιτηδεύματα· ἐκ δὲ τούτων εἰς τὰ πρὸς ἀλλήλους συμβόλαια μείζων ἐκβαίνει, ἐκ δὲ δὴ τῶν συμβολαίων ἔρχεται ἐπὶ τοὺς νόμους καὶ πολιτείας σὺν πολλῇ, ὦ Σώκρατες, ἀσελγείᾳ, ἕως ἂν τελευτῶσα πάντα ἰδίᾳ καὶ δημοσίᾳ ἀνατρέψῃ. εἶεν, ἦν δʼ ἐγώ· οὕτω τοῦτʼ ἔχει; δοκεῖ μοι, ἔφη.

“教育和培养,”我说。“因为如果他们受到了良好的教育而成为有节度的人,他们就会轻易看清所有这些事情,以及我们现在所忽略的其他所有事情——即妇女的占有、婚姻和生育,这些都必须按照谚语所说,尽可能做到‘朋友之物皆共享’。”“因为这样才是最正确的,”他说。“而且,”我说,“一个国家体制一旦有了一个良好的开端,就会像圆环一样不断增长着前进。因为良好的培养和教育被保持下来,就会产生优良的禀赋,而优良的禀赋在接受了这样的教育后,又会生出比前代更优秀的后代,无论是在其他方面还是在生育上,就像在其他动物中那样。” “很可能,”他说。“因此,简而言之,城邦的管理者必须坚守这一点,以免它在不注意中被败坏,而是要在一切事情中防范它,绝不在体育和音乐方面进行违反既定秩序的革新,而是要尽可能地保持它们,在有人说人们更看重『那首从歌者口中飞出的最新的歌』时感到恐惧,免得有人误以为诗人说的不是『新歌』而是『歌的新样式』,并对此加以赞美。然而,人们既不应当赞美这种东西,也不应当接受它。因为必须提防改变音乐的新样式,以免危害到整个国家。因为音乐的样式决不能在不触动最重大的政治法律的情况下被改变,正如戴蒙所说,我也深信不疑。”“那么也把我,”阿得曼托斯说,“算在深信此道的人之中吧。” “那么,看来,”我说,“守卫者们的堡垒就必须建在音乐这个地方了。”“无论如何,”他说,“这种无法无天的事情很容易在不经意间溜进来。”“是的,”我说,“是以游戏的姿态,仿佛不带来任何危害似的。”“确实,它不带来任何直接危害,”他说,“除了它会一点一点地安顿下来,悄悄流入人们的性格和习惯中;并从这里,以更大的规模侵入人与人之间的契约与交易,又从契约,苏格拉底,带着极大的放肆侵犯法律和国家体制,直到最后把私人和公共的一切都颠覆掉。”“好吧,”我说,“事情确实是这样吗?”“我觉得是这样,”他说。

语法注5 条
  1. 423aαἷς ἐὰν μὲν ὡς μιᾷ προσφέρῃ

    关系代词 αἷς(与格)的前行词是紧接其前的 πολλαί(许多个城邦),并作为由虚拟语气构成的泛指条件从句 ἐὰν ... προσφέρῃ 中的动词宾语。主句 ἂν ἁμάρτοις(希求语气加 ἄν)表示潜在的可能性。

  2. 423aκαὶ ἐὰν μόνον ᾖ χιλίων τῶν προπολεμούντων

    虚拟语气动词 ᾖ(省略的主语是 ἡ πόλις)后,χιλίων τῶν προπολεμούντων(一千名战斗者)是表示构成或性质的属格(属格表语),意为“即便城邦仅仅由一千名战士组成”。

  3. 423bδοκούσας δὲ πολλὰς καὶ πολλαπλασίας τῆς τηλικαύτης

    该句作为前文动词 εὑρήσεις(你将寻找)的宾格宾语。分词 δοκούσας 之后省略了 εἶναι(显得是那样的),而 τῆς τηλικαύτης 是由表示倍数关系的比较级词汇 πολλαπλασίας(许多倍于)所要求的比较属格。

  4. 424bτὸ μὴ νεωτερίζειν περὶ γυμναστικήν τε καὶ μουσικὴν παρὰ τὴν τάξιν

    带冠词的不定式短语 τὸ μὴ νεωτερίζειν... 扮演同位语(解释)的角色,具体说明了主句形容词 ἀνθεκτέον(必须坚守,支配属格)的属格宾语指示代词 τούτου 的具体内容。

  5. 424cμὴ πολλάκις τὸν ποιητήν τις οἴηται λέγειν

    这是由前文的分词 φοβουμένους(恐惧)所引导的表示担忧的 μή 从句(带虚拟语气 οἴηται)。副词 πολλάκις 在此并非“经常”之意,而是在担忧从句中表示“或许”、“万一”,用以舒缓语气的可能性。

翻译:Gemini 3.5 Flash(2026-05-23 发布)urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:4.423-4.424