- 底本
- Platonis Opera Tomus IV: Tetralogia VIII. Burnet, John, editor. Oxford: Clarendon Press, 1905.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:3.412-3.413
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-28
苏格拉底指出,神赐予人类音乐和体育是为了调和灵魂中激情和爱智的部分,并讨论了从守卫者中选拔统治者的标准,重点是通过测试来甄别那些在面对欺骗和强迫时能终生坚守城邦利益的人。
ἐπὶ δὴ δύʼ ὄντε τούτω,1 ὡς ἔοικε, δύο τέχνα θεὸν ἔγωγʼ ἄν τινα φαίην δεδωκέναι τοῖς ἀνθρώποις, μουσικήν τε καὶ γυμναστικὴν ἐπὶ τὸ θυμοειδὲς καὶ τὸ φιλόσοφον, οὐκ ἐπὶ ψυχὴν καὶ σῶμα, εἰ μὴ εἰ πάρεργον,2 ἀλλʼ ἐπʼ ἐκείνω, ὅπως ἂν ἀλλήλοιν συναρμοσθῆτον ἐπιτεινομένω καὶ ἀνιεμένω μέχρι τοῦ προσήκοντος. καὶ γὰρ ἔοικεν, ἔφη. τὸν κάλλιστʼ ἄρα μουσικῇ γυμναστικὴν κεραννύντα καὶ μετριώτατα τῇ ψυχῇ προσφέροντα, τοῦτον ὀρθότατʼ ἂν φαῖμεν εἶναι τελέως μουσικώτατον καὶ εὐαρμοστότατον, πολὺ μᾶλλον ἢ τὸν τὰς χορδὰς ἀλλήλαις συνιστάντα. εἰκότως γʼ, ἔφη, ὦ Σώκρατες. οὐκοῦν καὶ ἐν τῇ πόλει ἡμῖν, ὦ Γλαύκων, δεήσει τοῦ τοιούτου τινὸς ἀεὶ ἐπιστάτου, εἰ μέλλει ἡ πολιτεία σῴζεσθαι; δεήσει μέντοι ὡς οἷόν τέ γε μάλιστα. οἱ μὲν δὴ τύποι τῆς παιδείας τε καὶ τροφῆς οὗτοι ἂν εἶεν. χορείας γὰρ τί ἄν τις διεξίοι τῶν τοιούτων καὶ θήρας τε καὶ κυνηγέσια καὶ γυμνικοὺς ἀγῶνας καὶ ἱππικούς; σχεδὸν γάρ τι δῆλα δὴ ὅτι τούτοις ἑπόμενα δεῖ αὐτὰ εἶναι, καὶ οὐκέτι χαλεπὰ εὑρεῖν. ἴσως, ἦ δʼ ὅς, οὐ χαλεπά. εἶεν, ἦν δʼ ἐγώ· τὸ δὴ μετὰ τοῦτο τί ἂν ἡμῖν διαιρετέον εἴη; ἆρʼ οὐκ αὐτῶν τούτων οἵτινες ἄρξουσί τε καὶ ἄρξονται; τί μήν; οὐκοῦν ὅτι μὲν πρεσβυτέρους τοὺς ἄρχοντας δεῖ εἶναι, νεωτέρους δὲ τοὺς ἀρχομένους, δῆλον; δῆλον. καὶ ὅτι γε τοὺς ἀρίστους αὐτῶν; καὶ τοῦτο. οἱ δὲ γεωργῶν ἄριστοι ἆρʼ οὐ γεωργικώτατοι γίγνονται; ναί. νῦν δʼ, ἐπειδὴ φυλάκων αὐτοὺς ἀρίστους δεῖ εἶναι, ἆρʼ οὐ φυλακικωτάτους πόλεως; ναί. οὐκοῦν φρονίμους τε εἰς τοῦτο δεῖ ὑπάρχειν καὶ δυνατοὺς καὶ ἔτι κηδεμόνας τῆς πόλεως; ἔστι ταῦτα. κήδοιτο δέ γʼ ἄν τις μάλιστα τούτου ὃ τυγχάνοι φιλῶν. ἀνάγκη. καὶ μὴν τοῦτό γʼ ἂν μάλιστα φιλοῖ, ᾧ συμφέρειν ἡγοῖτο τὰ αὐτὰ καὶ ἑαυτῷ καὶ ἐκείνου μὲν εὖ πράττοντος οἴοιτο συμβαίνειν καὶ ἑαυτῷ εὖ πράττειν, μὴ δέ, τοὐναντίον. οὕτως, ἔφη. ἐκλεκτέον ἄρʼ ἐκ τῶν ἄλλων φυλάκων τοιούτους ἄνδρας, οἳ ἂν σκοποῦσιν ἡμῖν μάλιστα φαίνωνται παρὰ πάντα τὸν βίον, ὃ μὲν ἂν τῇ πόλει ἡγήσωνται συμφέρειν, πάσῃ προθυμίᾳ ποιεῖν, ὃ δʼ ἂν μή, μηδενὶ τρόπῳ πρᾶξαι ἂν ἐθέλειν. ἐπιτήδειοι γάρ, ἔφη. δοκεῖ δή μοι τηρητέον αὐτοὺς εἶναι ἐν ἁπάσαις ταῖς ἡλικίαις, εἰ φυλακικοί εἰσι τούτου τοῦ δόγματος καὶ μήτε γοητευόμενοι μήτε βιαζόμενοι ἐκβάλλουσιν ἐπιλανθανόμενοι δόξαν τὴν τοῦ ποιεῖν δεῖν ἃ τῇ πόλει βέλτιστα. τίνα, ἔφη, λέγεις τὴν ἐκβολήν;
“既然这两个部分存在,看来,我会说某个神向人类赋予了两种技术,即音乐和体育,针对的是激情和爱智的部分,而不是针对灵魂和身体,除非只是顺带而言,而是针对那两个部分,以便它们在适当的拉紧和放松到合适程度时,能够相互调和。”“确实看来如此。”他说。“那么,将体育与音乐最完美地结合、并最适度地应用于灵魂的人,我们最正确地会称这个人是完全最有文化和最和谐的人,远甚于那些将琴弦相互调准的人。”“很合理,苏格拉底。”他说。“那么在我们的城邦中,格劳孔,我们难道不也需要这样一位始终存在的管理者,如果这个国家要得以保存的话?” “确实需要,尽最大可能。”“那么这些就是教育和抚育的基本样式。因为像这样的人的舞蹈、狩猎、打猎、体育竞赛和赛马,人们何必一一细说呢?因为这些事情几乎显然必须遵循上述样式,而且不再难于发现。”“也许,”他说,“不难。”“很好,”我说,“在这之后,我们应当区分什么呢?难道不正是从这些人中区分谁来统治和谁被统治吗?” “当然是这样。”“那么,统治者必须是年长者,而被统治者必须是年轻者,这很明显,对吧?”“很明显。”“而且统治者必须是他们中最优秀的?”“这也是。”“而最优秀的农夫,难道不就是最精通农耕的人吗?”“是的。”“那么现在,既然他们必须是最优秀的守卫者,难道他们不就是最长于守护城邦的人吗?”“是的。”“因此,他们在这个任务上必须是明智的、有能力的,并且还要关爱城邦,对吧?” “确实如此。”“而一个人最关爱的,就是他恰好爱着的东西。”“必然如此。”“而且他最爱的就是这样的对象:他认为对它有利的事,也同样对自己有利,当它好起来时,他也认为自己同样好起来,若非如此,则相反。”“确实如此。”他说。“因此,我们必须从其他守卫者中挑选出这样的人,在我们的观察下,他们似乎在整个一生中,都以极大的热情去做他们认为对城邦有利的事,而对于不利的事,则绝不以任何方式愿意去做。”“他们确实是合适的人选。”他说。“那么,在我看来,必须在所有年龄段对他们进行监视,看他们是否是这一信念的守卫者,并且既不因受到蛊惑,也不因受到强迫而通过遗忘丢弃‘必须做对城邦最有利的事’这一意见。”“您所说的丢弃是什么意思?”他说。
ἐγώ σοι, ἔφην, ἐρῶ. φαίνεταί μοι δόξα ἐξιέναι ἐκ διανοίας ἢ ἑκουσίως ἢ ἀκουσίως, ἑκουσίως μὲν ἡ ψευδὴς τοῦ μεταμανθάνοντος, ἀκουσίως δὲ πᾶσα ἡ ἀληθής. τὸ μὲν τῆς ἑκουσίου, ἔφη, μανθάνω, τὸ δὲ τῆς ἀκουσίου δέομαι μαθεῖν. τί δέ; οὐ καὶ σὺ ἡγῇ, ἔφην ἐγώ, τῶν μὲν ἀγαθῶν ἀκουσίως στέρεσθαι τοὺς ἀνθρώπους, τῶν δὲ κακῶν ἑκουσίως; ἢ οὐ τὸ μὲν ἐψεῦσθαι τῆς ἀληθείας κακόν, τὸ δὲ ἀληθεύειν ἀγαθόν; ἢ οὐ τὸ τὰ ὄντα δοξάζειν ἀληθεύειν δοκεῖ σοι εἶναι; ἀλλʼ, ἦ δʼ ὅς, ὀρθῶς λέγεις, καί μοι δοκοῦσιν ἄκοντες ἀληθοῦς δόξης στερίσκεσθαι. οὐκοῦν κλαπέντες ἢ γοητευθέντες ἢ βιασθέντες τοῦτο πάσχουσιν; οὐδὲ νῦν, ἔφη, μανθάνω. τραγικῶς, ἦν δʼ ἐγώ, κινδυνεύω λέγειν. κλαπέντας3 μὲν γὰρ τοὺς μεταπεισθέντας λέγω καὶ τοὺς ἐπιλανθανομένους, ὅτι τῶν μὲν χρόνος, τῶν δὲ λόγος ἐξαιρούμενος λανθάνει· νῦν γάρ που μανθάνεις; ναί. τοὺς τοίνυν βιασθέντας λέγω οὓς ἂν ὀδύνη τις ἢ ἀλγηδὼν μεταδοξάσαι ποιήσῃ. καὶ τοῦτʼ, ἔφη, ἔμαθον, καὶ ὀρθῶς λέγεις. τοὺς μὴν γοητευθέντας, ὡς ἐγᾦμαι, κἂν σὺ φαίης εἶναι οἳ ἂν μεταδοξάσωσιν ἢ ὑφʼ ἡδονῆς κηληθέντες ἢ ὑπὸ φόβου τι δείσαντες. ἔοικε γάρ, ἦ δʼ ὅς, γοητεύειν πάντα ὅσα ἀπατᾷ. ὃ τοίνυν ἄρτι ἔλεγον, ζητητέον τίνες ἄριστοι φύλακες τοῦ παρʼ αὑτοῖς δόγματος, τοῦτο ὡς ποιητέον ὃ ἂν τῇ πόλει ἀεὶ δοκῶσι βέλτιστον εἶναι. τηρητέον δὴ εὐθὺς ἐκ παίδων προθεμένοις4 ἔργα ἐν οἷς ἄν τις τὸ τοιοῦτον μάλιστα ἐπιλανθάνοιτο καὶ ἐξαπατῷτο, καὶ τὸν μὲν μνήμονα καὶ δυσεξαπάτητον ἐγκριτέον, τὸν δὲ μὴ ἀποκριτέον. ἦ γάρ; ναί. καὶ πόνους γε αὖ καὶ ἀλγηδόνας καὶ ἀγῶνας αὐτοῖς θετέον, ἐν οἷς ταὐτὰ ταῦτα τηρητέον. ὀρθῶς, ἔφη. οὐκοῦν, ἦν δʼ ἐγώ, καὶ τρίτου εἴδους τούτοις γοητείας ἅμιλλαν ποιητέον, καὶ θεατέον—ὥσπερ τοὺς πώλους ἐπὶ τοὺς ψόφους τε καὶ θορύβους ἄγοντες σκοποῦσιν εἰ φοβεροί, οὕτω νέους ὄντας εἰς δείματʼ ἄττα κομιστέον καὶ εἰς ἡδονὰς αὖ μεταβλητέον, βασανίζοντας πολὺ μᾶλλον ἢ χρυσὸν ἐν πυρί—εἰ δυσγοήτευτος καὶ εὐσχήμων ἐν πᾶσι φαίνεται, φύλαξ αὑτοῦ ὢν ἀγαθὸς καὶ μουσικῆς ἧς ἐμάνθανεν, εὔρυθμόν τε καὶ εὐάρμοστον ἑαυτὸν ἐν πᾶσι τούτοις παρέχων, οἷος δὴ ἂν ὢν καὶ ἑαυτῷ καὶ πόλει χρησιμώτατος εἴη.
“我来告诉你,”我说。“在我看来,一种意见从理智中离去,要么是自愿的,要么是非自愿的:自愿的是通过重新学习而改变想法的人丢弃错误的意见;非自愿的则是所有正确的意见。”“关于自愿的情况,”他说,“我明白了;但关于非自愿的情况,我需要学习。”“怎么?难道你也不认为,”我说,“人类失去好的东西是非自愿的,而失去坏的东西是自愿的吗?难道背离真理不是坏事,拥有真理不是好事吗?难道你认为相信存在的事物不是拥有真理吗?”“不,”他说,“您说得对,我也认为人们失去正确的意见是非自愿的。” “那么,他们遭受这种情况,难道不是因为被偷走、被蛊惑或被强迫吗?”“即便现在,”他说,“我还是不明白。”“看来,”我说,“我的话有几分像悲剧台词了。我所说的‘被偷走’,是指那些被说服改变了想法的人,以及那些遗忘的人,因为对于后者,时间偷走了意见;对于前者,言论偷走了意见,且不为人所察觉。现在你明白了吧?”“是的。”“那么,我所说的‘被强迫’,是指那些因痛苦或悲哀而改变了意见的人。”“这个,”他说,“我明白了,您说得对。” “至于‘被蛊惑’,我想,你也会说是那些因为受到快乐的诱惑或受到恐惧的惊吓而改变意见的人。”“看来,”他说,“所有欺骗人的事物都在起蛊惑作用。”“那么,就是我刚才所说的:必须寻找谁是他们内心信念最优秀的守卫者,即‘必须做对城邦最有利的事’这一信念。我们必须从孩提时代起就对他们进行监视,给他们安排最容易遗忘和最容易被骗的工作,并将那些能记住且不易被骗的人选拔出来,把不合格的人淘汰。是这样吧?”“是的。”“而且还必须给他们设置劳苦、痛苦和竞争,并在这些过程中进行同样的监视。”“对。”他说。“那么,”我说,“我们不也必须为他们设置第三种类型的、关于蛊惑的检验,并进行观察吗?——就像人们把小马带到噪音和喧嚣中以观察它们是否胆怯一样,我们也必须在他们年轻时,将他们带入某些恐惧中,并再次将他们带入快乐中进行转换,比在火中检验黄金更严格地测试他们。——如果他显得不易被蛊惑,且在所有情况下都举止得体,是他自身以及他所学音乐的优秀守卫者,在所有这些检验中表现得有节奏和和谐,那么,这样的人对自己和对城邦都将是最有用的。”
- 412δύʼ ὄντε τούτω
介词 ἐπὶ 的双数宾语短语(数字 δύο、指示代词 τούτω 和存在动词分词 ὄντε),意为“针对存在着的这两个部分”。尽管在该语境下通常会使用属格独立结构,但此处它作为带介词 ἐπὶ 的宾格结构,表示方向或目的。
- 412εἰ μὴ εἰ πάρεργον
使用双重 εἰ(“除非如果”)的惯用表达,类似于拉丁语的 nisi si,意为“除非是作为副业/顺带而言”。第二个 εἰ 引导一个条件从句,对主句的陈述添加一个例外的假设。
- 413bκλαπέντας
动词 κλέπτω(偷窃)的被动不定过去时分词。此处并非指物理上的偷窃,而是比喻一种认知上的变化,即人们由于说服(λόγος)或时间的流逝(χρόνος),在不知不觉中从心中失去了正确的意见。
- 413cπροθεμένοις
动词 προτίθημι(提出、设置)的动介态不定过去时分词与格复数形式。它与动词性形容词 τηρητέον(必须监视)所要求的“施事者与格”(此处省略了 ἡμῖν“我们”)相呼应,表示“在给他们设置任务之后”这一伴随状况。
