- 底本
- Platonis Opera Tomus IV: Tetralogia VIII. Burnet, John, editor. Oxford: Clarendon Press, 1905.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:3.408-3.409
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-28
苏格拉底以阿斯克勒庇俄斯子嗣的治疗实践为例,阐述了医术与司法的职责。他指出,优秀的医生应在年少时接触并亲身经历各种疾病,以此用灵魂治疗身体;而优秀的法官则必须在年轻时保持纯洁不受恶行污染,到年老时通过知识而非亲身体验来识破邪恶。
δῆλον, ἦν δʼ ἐγώ· καὶ οἱ παῖδες αὐτοῦ, ὅτι τοιοῦτος ἦν, οὐχ ὁρᾷς ὡς καὶ ἐν Τροίᾳ ἀγαθοὶ πρὸς τὸν πόλεμον ἐφάνησαν, καὶ τῇ ἰατρικῇ, ὡς ἐγὼ λέγω, ἐχρῶντο; ἢ οὐ μέμνησαι ὅτι καὶ τῷ Μενέλεῳ ἐκ τοῦ τραύματος οὗ ὁ Πάνδαρος ἔβαλεν— "αἷμʼ ἐκμυζήσαντες ἐπʼ ἤπια φάρμακʼ ἔπασσον," ὅτι δʼ ἐχρῆν μετὰ τοῦτο ἢ πιεῖν ἢ φαγεῖν1 οὐδὲν μᾶλλον ἢ τῷ Εὐρυπύλῳ προσέταττον, ὡς ἱκανῶν ὄντων τῶν φαρμάκων2 ἰάσασθαι ἄνδρας πρὸ τῶν τραυμάτων ὑγιεινούς τε καὶ κοσμίους ἐν διαίτῃ, κἂν εἰ τύχοιεν ἐν τῷ παραχρῆμα κυκεῶνα πιόντες, νοσώδη δὲ φύσει τε καὶ ἀκόλαστον οὔτε αὐτοῖς οὔτε τοῖς ἄλλοις ᾤοντο λυσιτελεῖν ζῆν, οὐδʼ ἐπὶ τούτοις τὴν τέχνην δεῖν εἶναι, οὐδὲ θεραπευτέον αὐτούς, οὐδʼ εἰ Μίδου πλουσιώτεροι εἶεν. πάνυ κομψούς, ἔφη, λέγεις Ἀσκληπιοῦ παῖδας. πρέπει, ἦν δʼ ἐγώ, καίτοι ἀπειθοῦντές γε ἡμῖν οἱ τραγῳδοποιοί τε καὶ Πίνδαρος Ἀπόλλωνος μέν φασιν Ἀσκληπιὸν εἶναι, ὑπὸ δὲ χρυσοῦ πεισθῆναι πλούσιον ἄνδρα θανάσιμον ἤδη ὄντα ἰάσασθαι, ὅθεν δὴ καὶ κεραυνωθῆναι αὐτόν. ἡμεῖς δὲ κατὰ τὰ προειρημένα οὐ πεισόμεθα αὐτοῖς ἀμφότερα, ἀλλʼ εἰ μὲν θεοῦ ἦν, οὐκ ἦν, φήσομεν, αἰσχροκερδής· εἰ δʼ αἰσχροκερδής, οὐκ ἦν θεοῦ. ὀρθότατα, ἦ δʼ ὅς, ταῦτά γε. ἀλλὰ περὶ τοῦδε τί λέγεις, ὦ Σώκρατες; ἆρʼ οὐκ ἀγαθοὺς δεῖ ἐν τῇ πόλει κεκτῆσθαι ἰατρούς; εἶεν δʼ ἄν που μάλιστα τοιοῦτοι ὅσοι πλείστους μὲν ὑγιεινούς, πλείστους δὲ νοσώδεις μετεχειρίσαντο, καὶ δικασταὶ αὖ ὡσαύτως οἱ παντοδαπαῖς φύσεσιν ὡμιληκότες. καὶ μάλα, εἶπον, ἀγαθοὺς λέγω. ἀλλʼ οἶσθα οὓς ἡγοῦμαι τοιούτους; ἂν εἴπῃς, ἔφη. ἀλλὰ πειράσομαι, ἦν δʼ ἐγώ· σὺ μέντοι οὐχ ὅμοιον πρᾶγμα τῷ αὐτῷ λόγῳ ἤρου. πῶς; ἔφη. ἰατροὶ μέν, εἶπον, δεινότατοι ἂν γένοιντο, εἰ ἐκ παίδων ἀρξάμενοι πρὸς τῷ μανθάνειν τὴν τέχνην ὡς πλείστοις τε καὶ πονηροτάτοις σώμασιν ὁμιλήσειαν καὶ αὐτοὶ πάσας νόσους κάμοιεν καὶ εἶεν μὴ πάνυ ὑγιεινοὶ φύσει. οὐ γὰρ οἶμαι σώματι σῶμα θεραπεύουσιν—οὐ γὰρ ἂν αὐτὰ ἐνεχώρει κακὰ εἶναί ποτε καὶ γενέσθαι—ἀλλὰ ψυχῇ σῶμα, ᾗ οὐκ ἐγχωρεῖ κακὴν γενομένην τε καὶ οὖσαν εὖ τι θεραπεύειν. ὀρθῶς, ἔφη.
“显然,”我说,“由于他是这样的人,你难道没看到他的儿子们在特洛伊战争中也表现得十分英勇,并且也使用了我所说的那种医术吗?还是说,你不记得在梅涅劳斯因潘达罗斯所射的伤口中,他们—— ‘吸出淤血并撒上温和的药物’ ——但在此之后,他们对他的饮食安排,并没有比对欧鲁菲洛斯指点得更多,因为他们认为对于那些在受伤前身体健康且在饮食上有节制的人来说,即使他们刚好在那个时候喝了混和饮料,这些药物也足以治愈他们;但对于天生病弱且无节制的人,他们认为无论是对其自身还是对他人,活着都毫无益处,医术也不应当为这些人存在,即使他们比米达斯还要富有,也不应当予以治疗。”“你所描述的阿斯克勒庇俄斯的儿子们,”他说,“真是非常高明。”“这是理所当然的,”我说,“虽然悲剧诗人们和品达不听从我们,声称阿斯克勒庇俄斯是阿波罗之子,却因黄金的诱惑而去医治一个已经濒死的富人,因而他也因此被雷电击中。但我们根据前面说过的原则,不能同时相信这两件事;相反,我们会说,如果他是神之子,他就不会贪图不义之财;如果他贪图不义之财,他就不是神之子。”“这再正确不过了,”他说。“但是关于这点你怎么说,苏格拉底?难道城邦不应该拥有优秀的医生吗?这样的人,想必是那些诊治过最多健康人、也诊治过最多病人的人,而法官也同样是那些与各种各样天性的人打过交道的人。”“确实,”我说,“我指的是非常优秀的那些人。但你知道我认为怎样的人是这样的人吗?”“如果你告诉我,我就知道。”他说。“那我试着说一说,”我说,“不过,你是在同一个论述里问了两个并不相似的事情。”“怎么说?”他说。“医生们,”我说,“如果他们从孩提时代开始,在学习医术的同时,又与尽可能多且尽可能糟糕的肉体接触,而且他们自己也患过所有疾病,天生也并不十分健康,那么他们就会变得最高明。因为我想,他们并不是用身体去治疗身体——否则就不容许这些治疗别人的身体本身变坏或生病——而是用灵魂去治疗身体,而对于灵魂来说,如果它变坏了或本来就很坏,就不可能把任何东西治疗好。”“没错,”他说。
δικαστὴς δέ γε, ὦ φίλε, ψυχῇ ψυχῆς ἄρχει,3 ᾗ οὐκ ἐγχωρεῖ ἐκ νέας ἐν πονηραῖς ψυχαῖς τεθράφθαι τε καὶ ὡμιληκέναι καὶ πάντα ἀδικήματα αὐτὴν ἠδικηκυῖαν διεξεληλυθέναι, ὥστε ὀξέως ἀφʼ αὑτῆς τεκμαίρεσθαι τὰ τῶν ἄλλων ἀδικήματα οἷον κατὰ σῶμα νόσους· ἀλλʼ ἄπειρον αὐτὴν καὶ ἀκέραιον δεῖ κακῶν ἠθῶν νέαν οὖσαν γεγονέναι, εἰ μέλλει καλὴ κἀγαθὴ οὖσα κρινεῖν ὑγιῶς τὰ δίκαια. διὸ δὴ καὶ εὐήθεις νέοι ὄντες οἱ ἐπιεικεῖς φαίνονται καὶ εὐεξαπάτητοι ὑπὸ τῶν ἀδίκων, ἅτε οὐκ ἔχοντες ἐν ἑαυτοῖς παραδείγματα ὁμοιοπαθῆ τοῖς πονηροῖς. καὶ μὲν δή, ἔφη, σφόδρα γε αὐτὸ πάσχουσι. τῷ τοι, ἦν δʼ ἐγώ, οὐ νέον ἀλλὰ γέροντα δεῖ τὸν ἀγαθὸν δικαστὴν εἶναι, ὀψιμαθῆ γεγονότα τῆς ἀδικίας4 οἷόν ἐστιν, οὐκ οἰκείαν ἐν τῇ αὑτοῦ ψυχῇ ἐνοῦσαν ᾐσθημένον, ἀλλʼ ἀλλοτρίαν ἐν ἀλλοτρίαις μεμελετηκότα ἐν πολλῷ χρόνῳ διαισθάνεσθαι οἷον πέφυκε κακόν, ἐπιστήμῃ, οὐκ ἐμπειρίᾳ οἰκείᾳ κεχρημένον. γενναιότατος γοῦν, ἔφη, ἔοικεν εἶναι ὁ τοιοῦτος δικαστής. καὶ ἀγαθός γε, ἦν δʼ ἐγώ, ὃ σὺ ἠρώτας· ὁ γὰρ ἔχων ψυχὴν ἀγαθὴν ἀγαθός. ὁ δὲ δεινὸς ἐκεῖνος καὶ καχύποπτος, ὁ πολλὰ αὐτὸς ἠδικηκὼς καὶ πανοῦργός τε καὶ σοφὸς οἰόμενος εἶναι, ὅταν μὲν ὁμοίοις ὁμιλῇ, δεινὸς φαίνεται ἐξευλαβούμενος, πρὸς τὰ ἐν αὑτῷ παραδείγματα ἀποσκοπῶν· ὅταν δὲ ἀγαθοῖς καὶ πρεσβυτέροις ἤδη πλησιάσῃ, ἀβέλτερος αὖ φαίνεται, ἀπιστῶν παρὰ καιρὸν καὶ ἀγνοῶν ὑγιὲς ἦθος, ἅτε οὐκ ἔχων παράδειγμα τοῦ τοιούτου. πλεονάκις δὲ πονηροῖς ἢ χρηστοῖς ἐντυγχάνων σοφώτερος ἢ ἀμαθέστερος δοκεῖ εἶναι αὑτῷ τε καὶ ἄλλοις. παντάπασι μὲν οὖν, ἔφη, ἀληθῆ. οὐ τοίνυν, ἦν δʼ ἐγώ, τοιοῦτον χρὴ τὸν δικαστὴν ζητεῖν τὸν ἀγαθόν τε καὶ σοφόν, ἀλλὰ τὸν πρότερον· πονηρία μὲν γὰρ ἀρετήν τε καὶ αὑτὴν οὔποτʼ ἂν γνοίη, ἀρετὴ δὲ φύσεως παιδευομένης5 χρόνῳ ἅμα αὑτῆς τε καὶ πονηρίας ἐπιστήμην λήψεται. σοφὸς οὖν οὗτος, ὥς μοι δοκεῖ, ἀλλʼ οὐχ ὁ κακὸς γίγνεται. καὶ ἐμοί, ἔφη, συνδοκεῖ.
“然而,我的朋友,法官是用灵魂来统治灵魂的;对于这种灵魂来说,是不容许从小在邪恶的灵魂中长大、与之交往、并且亲自干尽各种不义之事,以便像根据肉体推测疾病那样,敏锐地根据自身来推测他人的不义行径的;相反,如果它想要作为高尚和善的灵魂来健全地裁判正义,它在年轻时必须对坏品行没有经验、未受污染。正因如此,正直的人在年轻时往往显得单纯,并且容易被不义之人欺骗,因为他们自己身上没有与恶人相似的情感范本。”“确实完全如此,”他说,“他们非常容易遭受这种事情。”“因此,”我说,“优秀的法官不应该是年轻人,而应该是老年人,他是很晚才学会不义是什么的人,他不是在自己的灵魂中察觉到它的存在,而是长期在别人的灵魂中观察这种外来的不义,从而通过知识、而不是自身的经验,辨识出它在本质上是何种邪恶。”“至少,”他说,“这样的法官似乎是最具高尚品质的。”“而且也是优秀的,”我说,“正如你刚才所问的;因为拥有善的灵魂的人就是优秀的。至于那个精明且多疑的人,他自己干了许多不义之事,是个无赖,自以为聪明,当他与同类交往时,他显得精明,因为他保持警惕,并对照自己内心的范本;但当他接近好人以及上了年纪的人时,他又显得愚蠢,不合时宜地怀疑别人,并且对健康的品行一无所知,因为他没有这种品行的范本。由于他遇到恶人的次数多于遇到好人的次数,无论是在他自己还是在别人看来,他都显得更聪明,而不是更无知。”“确实完全如此。”他说。“因此,”我说,“我们不应该在这样的人中寻找优秀且智慧的法官,而应该在前者中寻找;因为恶决不能认识德行和它自己,而受过教育的天性所具有的德行,随着时间的推移,将同时获得关于自身和关于恶的知识。”“因此,在我看来,变得智慧的是这个人,而不是坏人。”“我也同意。”他说。
- 408aὅτι δʼ ἐχρῆν μετὰ τοῦτο ἢ πιεῖν ἢ φαγεῖν
此处的 ὅτι 并非用作连词“因为”或指示声明,而是用作关系代词 ὅ τι(ὅστις 的中性单数宾格),意思是“任何……的事物”。因此,整个短语意为“在此之后有必要喝或吃的任何东西(他们并没有比对欧鲁菲洛斯指点得更多)”。
- 408aὡς ἱκανῶν ὄντων τῶν φαρμάκων
连词 ὡς 与属格独立结构(ἱκανῶν ὄντων τῶν φαρμάκων)连用,表达主句主语(阿斯克勒庇俄斯的儿子们)所持有的主观理由或假定(“基于药物已经足够治疗的理由”)。
- 409aψυχῇ ψυχῆς ἄρχει
与格 ψυχῇ 用作工具与格(“用灵魂”),而属格 ψυχῆς 则受表示统治或支配的动词 ἄρχει 支配(“统治灵魂”)。这突出了与医生的对比:医生是用灵魂治疗“身体”,而法官是用灵魂统治“灵魂”。
- 409bὀψιμαθῆ γεγονότα τῆς ἀδικίας
ὀψιμαθῆ 是形容词 ὀψιμαθής(晚学者)的单数宾格形式(作宾格补足语),它支配着宾格性属格 τῆς ἀδικίας(对于不义)。这指的是在人生后期通过知识来认识恶,而不是通过自身的亲身体验。
- 409dἀρετὴ δὲ φύσεως παιδευομένης
短语 φύσεως παιδευομένης 是修饰主语名词 ἀρετή(德行)的描摹属格(或性质属格),意为“属于受过教育之天性的德行”。
