- 底本
- Platonis Opera Tomus IV: Tetralogia VIII. Burnet, John, editor. Oxford: Clarendon Press, 1905.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:3.404-3.405
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-28
苏格拉底主张,守护者需要简单而健全的体育,而奢侈的饮食会导致疾病和诉讼频发。他指出,城邦中对医学和法庭的过度依赖,是教育失败的最大证据。
ἆρʼ οὖν ἡ τῶνδε τῶν ἀσκητῶν ἕξις προσήκουσʼ ἂν εἴη τούτοις; ἴσως. ἀλλʼ, ἦν δʼ ἐγώ, ὑπνώδης αὕτη γέ τις καὶ σφαλερὰ πρὸς ὑγίειαν. ἢ οὐχ ὁρᾷς ὅτι καθεύδουσί τε τὸν βίον καί, ἐὰν σμικρὰ ἐκβῶσιν τῆς τεταγμένης διαίτης, μεγάλα καὶ σφόδρα νοσοῦσιν οὗτοι οἱ ἀσκηταί; ὁρῶ. κομψοτέρας δή τινος, ἦν δʼ ἐγώ, ἀσκήσεως δεῖ1 τοῖς πολεμικοῖς ἀθληταῖς, οὕς γε ὥσπερ κύνας ἀγρύπνους τε ἀνάγκη εἶναι καὶ ὅτι μάλιστα ὀξὺ ὁρᾶν καὶ ἀκούειν καὶ πολλὰς μεταβολὰς ἐν ταῖς στρατείαις μεταβάλλοντας ὑδάτων τε καὶ τῶν ἄλλων σίτων καὶ εἱλήσεων καὶ χειμώνων μὴ ἀκροσφαλεῖς εἶναι πρὸς ὑγίειαν. φαίνεταί μοι. ἆρʼ οὖν ἡ βελτίστη γυμναστικὴ ἀδελφή τις ἂν εἴη τῆς ἁπλῆς μουσικῆς ἣν ὀλίγον πρότερον διῇμεν; πῶς λέγεις; ἁπλῆ που καὶ ἐπιεικὴς γυμναστική, καὶ μάλιστα ἡ τῶν περὶ τὸν πόλεμον. πῇ δή; καὶ παρʼ Ὁμήρου, ἦν δʼ ἐγώ, τά γε τοιαῦτα μάθοι ἄν τις. οἶσθα γὰρ ὅτι ἐπὶ στρατιᾶς ἐν ταῖς τῶν ἡρώων ἑστιάσεσιν οὔτε ἰχθύσιν αὐτοὺς ἑστιᾷ, καὶ ταῦτα ἐπὶ θαλάττῃ ἐν Ἑλλησπόντῳ ὄντας, οὔτε ἑφθοῖς κρέασιν ἀλλὰ μόνον ὀπτοῖς, ἃ δὴ μάλιστʼ ἂν εἴη στρατιώταις εὔπορα· πανταχοῦ γὰρ ὡς ἔπος εἰπεῖν αὐτῷ τῷ πυρὶ χρῆσθαι εὐπορώτερον ἢ ἀγγεῖα συμπεριφέρειν. καὶ μάλα. οὐδὲ μὴν ἡδυσμάτων, ὡς ἐγᾦμαι, Ὅμηρος πώποτε ἐμνήσθη. ἢ τοῦτο μὲν καὶ οἱ ἄλλοι ἀσκηταὶ ἴσασιν, ὅτι τῷ μέλλοντι σώματι εὖ ἕξειν ἀφεκτέον τῶν τοιούτων ἁπάντων; καὶ ὀρθῶς γε, ἔφη, ἴσασί τε καὶ ἀπέχονται. Συρακοσίαν δέ, ὦ φίλε, τράπεζαν καὶ Σικελικὴν ποικιλίαν ὄψου, ὡς ἔοικας, οὐκ αἰνεῖς, εἴπερ σοι ταῦτα δοκεῖ ὀρθῶς ἔχειν. οὔ μοι δοκῶ. ψέγεις ἄρα καὶ Κορινθίαν κόρην φίλην εἶναι ἀνδράσιν μέλλουσιν εὖ σώματος ἕξειν. παντάπασι μὲν οὖν. οὐκοῦν καὶ Ἀττικῶν πεμμάτων τὰς δοκούσας εἶναι εὐπαθείας; ἀνάγκη. ὅλην γὰρ οἶμαι τὴν τοιαύτην σίτησιν καὶ δίαιταν τῇ μελοποιίᾳ τε καὶ ᾠδῇ τῇ ἐν τῷ παναρμονίῳ καὶ ἐν πᾶσι ῥυθμοῖς πεποιημένῃ ἀπεικάζοντες ὀρθῶς ἂν ἀπεικάζοιμεν.2 πῶς γὰρ οὔ; οὐκοῦν ἐκεῖ μὲν ἀκολασίαν ἡ ποικιλία ἐνέτικτεν, ἐνταῦθα δὲ νόσον, ἡ δὲ ἁπλότης κατὰ μὲν μουσικὴν ἐν ψυχαῖς σωφροσύνην, κατὰ δὲ γυμναστικὴν ἐν σώμασιν ὑγίειαν; ἀληθέστατα, ἔφη.
“那么,这些锻炼者的身体状态适合他们吗?”“也许吧。”“但是,”我说,“这种状态某种程度上是嗜睡的,对健康也是危险的。难道你没看到,这些锻炼者一生都在沉睡,只要稍微偏离规定的饮食,就会生重病和急病吗?”“我看到了。”“那么,”我说,“对于战争的竞技者来说,需要某种更精细的锻炼,他们必须像猎犬一样保持警惕,尽可能敏锐地观察和聆听,在远征中经历水和其他食物、酷暑和严寒等许多变化时,不能在健康上过于脆弱。”“依我看确实如此。”“那么,最优秀的体育,难道不是我们刚才讨论的简单文艺的某种姐妹吗?”“你这是什么意思?”“简单而适度的体育,尤其是关于战争的体育。”“具体怎么说?”“从荷马那里,”我说,“人们也可以学到这类事情。因为你知道,在远征中,英雄们的宴席上他并不给他们鱼吃,而且这还是在他们处于赫勒斯滂海边的时候;他也不给他们吃煮肉,而只给他们吃烤肉,这确实最方便士兵:因为可以说,在任何地方使用火本身,都比随身携带器皿要方便得多。”“确实如此。”“而且,我的确认为,荷马从未提到过调味品。难道其他锻炼者不知道这一点吗:凡是想要身体保持良好状态的人,都必须远离所有这些东西?”“确实很对,”他说道,“他们知道并且远离这些。” “那么,亲爱的朋友,如果这些事情在你看来是正确的,你显然就不会赞美叙拉古的餐桌和西西里的各种佳肴了。”“我想我不会。”“那么,你也会谴责那些想要身体好的人,以科林斯少女为爱人。”“完全如此。”“那么,阿提卡的点心,那些被视为享受的东西,你也同样谴责吗?”“必然如此。”“因为我想,如果我们把所有这类饮食和生活方式,比作在全调式和所有节奏中创作的旋律和歌曲,我们就是做出了正确的比拟。”“怎么会不呢?”“那么,在文艺中多样性会产生放纵,而在体育中则会产生疾病;但在文艺中,简单会给灵魂带来节制,在体育中,简单会给身体带来健康,不是吗?”“最真实不过了,”他说道。
ἀκολασίας δὲ καὶ νόσων πληθυουσῶν ἐν πόλει ἆρʼ οὐ δικαστήριά τε καὶ ἰατρεῖα πολλὰ ἀνοίγεται, καὶ δικανική τε καὶ ἰατρικὴ σεμνύνονται, ὅταν δὴ καὶ ἐλεύθεροι πολλοὶ καὶ σφόδρα περὶ αὐτὰ σπουδάζωσιν; τί γὰρ οὐ μέλλει; τῆς δὲ κακῆς τε καὶ αἰσχρᾶς παιδείας ἐν πόλει ἆρα μή τι μεῖζον ἕξεις λαβεῖν τεκμήριον ἢ3 τὸ δεῖσθαι ἰατρῶν καὶ δικαστῶν ἄκρων μὴ μόνον τοὺς φαύλους τε καὶ χειροτέχνας, ἀλλὰ καὶ τοὺς ἐν ἐλευθέρῳ σχήματι προσποιουμένους τεθράφθαι; ἢ οὐκ αἰσχρὸν δοκεῖ καὶ ἀπαιδευσίας μέγα τεκμήριον τὸ ἐπακτῷ παρʼ ἄλλων, ὡς δεσποτῶν τε καὶ κριτῶν, τῷ δικαίῳ ἀναγκάζεσθαι χρῆσθαι, καὶ ἀπορίᾳ οἰκείων; πάντων μὲν οὖν, ἔφη, αἴσχιστον. ἦ δοκεῖ σοι, ἦν δʼ ἐγώ, τούτου αἴσχιον εἶναι τοῦτο, ὅταν δή τις μὴ μόνον τὸ πολὺ τοῦ βίου ἐν δικαστηρίοις φεύγων τε καὶ διώκων κατατρίβηται, ἀλλὰ καὶ ὑπὸ ἀπειροκαλίας ἐπʼ αὐτῷ δὴ τούτῳ πεισθῇ καλλωπίζεσθαι, ὡς δεινὸς ὢν περὶ τὸ ἀδικεῖν καὶ ἱκανὸς πάσας μὲν στροφὰς στρέφεσθαι, πάσας δὲ διεξόδους διεξελθὼν ἀποστραφῆναι λυγιζόμενος, ὥστε μὴ παρασχεῖν δίκην, καὶ ταῦτα σμικρῶν τε καὶ οὐδενὸς ἀξίων ἕνεκα, ἀγνοῶν ὅσῳ κάλλιον καὶ ἄμεινον τὸ παρασκευάζειν τὸν βίον αὑτῷ μηδὲν δεῖσθαι νυστάζοντος δικαστοῦ; οὔκ, ἀλλὰ τοῦτʼ, ἔφη, ἐκείνου ἔτι αἴσχιον. τὸ δὲ ἰατρικῆς, ἦν δʼ ἐγώ, δεῖσθαι ὅτι μὴ τραυμάτων ἕνεκα ἤ τινων ἐπετείων νοσημάτων ἐπιπεσόντων, ἀλλὰ διʼ ἀργίαν τε καὶ δίαιταν οἵαν διήλθομεν, ῥευμάτων τε καὶ πνευμάτων ὥσπερ λίμνας ἐμπιμπλαμένους φύσας τε καὶ κατάρρους νοσήμασιν ὀνόματα τίθεσθαι ἀναγκάζειν τοὺς κομψοὺς Ἀσκληπιάδας, οὐκ αἰσχρὸν δοκεῖ; καὶ μάλʼ, ἔφη· ὡς ἀληθῶς καινὰ ταῦτα καὶ ἄτοπα νοσημάτων ὀνόματα. οἷα, ἦν δʼ ἐγώ, ὡς οἶμαι, οὐκ ἦν ἐπʼ Ἀσκληπιοῦ. τεκμαίρομαι δέ, ὅτι αὐτοῦ οἱ ὑεῖς ἐν Τροίᾳ Εὐρυπύλῳ τετρωμένῳ ἐπʼ οἶνον Πράμνειον ἄλφιτα πολλὰ ἐπιπασθέντα καὶ τυρὸν ἐπιξυσθέντα, ἃ δὴ δοκεῖ φλεγματώδη εἶναι, οὐκ ἐμέμψαντο τῇ δούσῃ πιεῖν, οὐδὲ Πατρόκλῳ τῷ ἰωμένῳ ἐπετίμησαν.
“当城邦中放纵和疾病蔓延时,难道不会开办许多法庭和诊所吗?而且,当许多自由人也极其热衷于这些事务时,诉讼和医术难道不会变得自命不凡吗?”“怎么会不呢?”“但对于城邦里卑劣和丑陋的教育,你还能找到比这更大的证据吗:不仅卑劣之辈和手工业者,连那些自称接受过自由民式养育的人,也需要优秀的医生和法官?” “或者,由于缺乏自己人(的裁判),而被迫使用从别人那里引进的、犹如主人和裁判者一般的正义,难道不显得可耻、不显得是缺乏教养的巨大证据吗?”“在所有事情中,”他说,“这是最可耻的。”“那么,”我说,“在你看,有没有比这更可耻的事情呢?即当某人不仅把大半生耗在法庭上进行起诉和辩护,而且由于缺乏审美品味,竟被说服去为此装点自夸,仿佛自己极善于作恶,能够使出百般手段,穿过所有通道以逃避惩罚,而这一切还是为了些微不足道的小事,他却不知道,把自己的生活安排得根本不需要一个打瞌睡的法官,该是多么美好和高尚?”“不,”他说,“这比那还要可耻。”“而需要医术,”我说,“不是因为受伤或由于季节性疾病的侵袭,而是由于懒惰和我们所说的那种饮食,体内充斥着如池塘般的水湿和气体,迫使高明的阿斯克勒庇俄斯子孙们不得不给气体和卡他等病症起名字,这难道不显得可耻吗?”“确实如此,”他说,“这些确实是新奇而奇妙的病名。”“依我看,这些病名在阿斯克勒庇俄斯时代是不存在的,”我说。“我之所以这样推测,是因为在特洛伊,当欧律皮洛斯受伤时,他的儿子们对于给他喝撒有许多大麦粉并擦上干酪的普拉姆尼昂酒的女佣,并没有予以非难,也没有责备治疗他的帕特洛克罗斯,而这些东西确实被认为是会产生粘液的。”
- 404aκομψοτέρας δή τινος... δεῖ
无人称动词 δεῖ 支配所需事物的属格(κομψοτέρας ἀσκήσεως)和需要主体的与格(τοῖς πολεμικοῖς ἀθληταῖς),表示“对于……而言需要……”。这里强调了与普通运动员相比,军事竞技者需要更高标准的身体锻炼。
- 404eἀπεικάζοντες ὀρθῶς ἂν ἀπεικάζοιμεν
现在分词 ἀπεικάζοντες 在此充当条件分词(“如果我们加以比拟的话”),修饰主句中表示潜在可能性的希求法 ἂν ἀπεικάζοιμεν(“我们将会做出正确的比拟”)。
- 405aτῆς δὲ κακῆς τε καὶ αἰσχρᾶς παιδείας... ἆρα μή τι μεῖζον ἕξεις λαβεῖν τεκμήριον ἢ...
句首的属格 παιδείας 是修饰比较级 μεῖζον 的比较属格,因修辞强调而置于句首。语气词组合 ἆρα μή 引导一个预期否定回答的疑问句(“你总不会有……更大的证据吧?”)。
翻译:Gemini 3.5 Flash(2026-05-23 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
