← 柏拉图

理想国

§3.394

诗歌的三种文体与护卫者模仿的适宜性

苏格拉底通过重写《伊利亚特》的另一个场景展示了没有模仿的单纯叙述,并将诗歌在风格上分为三类(纯粹模仿、纯粹叙述、两者的混合),随后开始探讨护卫者是否应当进行模仿。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.394

ταῦτα δὲ εἰπόντος αὐτοῦ οἱ μὲν ἄλλοι ἐσέβοντο καὶ συνῄνουν, ὁ δὲ Ἀγαμέμνων ἠγρίαινεν ἐντελλόμενος νῦν τε ἀπιέναι καὶ αὖθις μὴ ἐλθεῖν, μὴ αὐτῷ τό τε σκῆπτρον καὶ τὰ τοῦ θεοῦ στέμματα οὐκ ἐπαρκέσοι·1 πρὶν δὲ λυθῆναι αὐτοῦ τὴν θυγατέρα, ἐν Ἄργει ἔφη γηράσειν μετὰ οὗ· ἀπιέναι δʼ ἐκέλευεν καὶ μὴ ἐρεθίζειν, >ἵνα σῶς οἴκαδε ἔλθοι. ὁ δὲ πρεσβύτης ἀκούσας ἔδεισέν τε καὶ ἀπῄει σιγῇ, ἀποχωρήσας δὲ ἐκ τοῦ στρατοπέδου πολλὰ τῷ Ἀπόλλωνι ηὔχετο, τάς τε ἐπωνυμίας τοῦ θεοῦ ἀνακαλῶν καὶ ὑπομιμνῄσκων καὶ ἀπαιτῶν, εἴ τι πώποτε ἢ ἐν ναῶν οἰκοδομήσεσιν ἢ ἐν ἱερῶν θυσίαις κεχαρισμένον δωρήσαιτο· ὧν δὴ χάριν κατηύχετο τεῖσαι τοὺς Ἀχαιοὺς τὰ ἃ δάκρυα2 τοῖς ἐκείνου βέλεσιν. οὕτως, ἦν δʼ ἐγώ, ὦ ἑταῖρε, ἄνευ μιμήσεως ἁπλῆ διήγησις γίγνεται. μανθάνω, ἔφη. μάνθανε τοίνυν, ἦν δʼ ἐγώ, ὅτι ταύτης αὖ ἐναντία γίγνεται, ὅταν τις τὰ τοῦ ποιητοῦ τὰ μεταξὺ τῶν ῥήσεων ἐξαιρῶν τὰ ἀμοιβαῖα καταλείπῃ. καὶ τοῦτο, ἔφη, μανθάνω, ὅτι ἔστιν τὸ περὶ τὰς τραγῳδίας τοιοῦτον. ὀρθότατα, ἔφην, ὑπέλαβες, καὶ οἶμαί σοι ἤδη δηλοῦν ὃ ἔμπροσθεν οὐχ οἷός τʼ ἦ, ὅτι τῆς ποιήσεώς τε καὶ μυθολογίας ἡ μὲν διὰ μιμήσεως ὅλη ἐστίν, ὥσπερ σὺ λέγεις, τραγῳδία τε καὶ κωμῳδία, ἡ δὲ διʼ ἀπαγγελίας αὐτοῦ τοῦ ποιητοῦ—εὕροις δʼ ἂν αὐτὴν μάλιστά που ἐν διθυράμβοις— ἡ δʼ αὖ διʼ ἀμφοτέρων ἔν τε τῇ τῶν ἐπῶν ποιήσει, πολλαχοῦ δὲ καὶ ἄλλοθι, εἴ μοι μανθάνεις. ἀλλὰ συνίημι, ἔφη, ὃ τότε ἐβούλου λέγειν. καὶ τὸ πρὸ τούτου δὴ ἀναμνήσθητι, ὅτι ἔφαμεν ἃ μὲν λεκτέον ἤδη εἰρῆσθαι, ὡς δὲ λεκτέον ἔτι σκεπτέον εἶναι. ἀλλὰ μέμνημαι. τοῦτο τοίνυν αὐτὸ ἦν ὃ ἔλεγον, ὅτι χρείη διομολογήσασθαι πότερον ἐάσομεν τοὺς ποιητὰς μιμουμένους ἡμῖν τὰς διηγήσεις ποιεῖσθαι ἢ τὰ μὲν μιμουμένους, τὰ δὲ μή, καὶ ὁποῖα ἑκάτερα, ἢ οὐδὲ μιμεῖσθαι. μαντεύομαι, ἔφη, σκοπεῖσθαί σε εἴτε παραδεξόμεθα τραγῳδίαν τε καὶ κωμῳδίαν εἰς τὴν πόλιν, εἴτε καὶ οὔ. ἴσως, ἦν δʼ ἐγώ, ἴσως δὲ καὶ πλείω ἔτι τούτων· οὐ γὰρ δὴ ἔγωγέ πω οἶδα, ἀλλʼ ὅπῃ ἂν ὁ λόγος ὥσπερ πνεῦμα φέρῃ, ταύτῃ ἰτέον.3 καὶ καλῶς γʼ, ἔφη, λέγεις. τόδε τοίνυν, ὦ Ἀδείμαντε, ἄθρει, πότερον μιμητικοὺς ἡμῖν δεῖ εἶναι τοὺς φύλακας ἢ οὔ· ἢ καὶ τοῦτο τοῖς ἔμπροσθεν ἕπεται, ὅτι εἷς ἕκαστος ἓν μὲν ἂν ἐπιτήδευμα καλῶς ἐπιτηδεύοι, πολλὰ δʼ οὔ, ἀλλʼ εἰ τοῦτο ἐπιχειροῖ, πολλῶν ἐφαπτόμενος πάντων ἀποτυγχάνοι ἄν, ὥστʼ εἶναί που ἐλλόγιμος; τί δʼ οὐ μέλλει; οὐκοῦν καὶ περὶ μιμήσεως ὁ αὐτὸς λόγος, ὅτι πολλὰ ὁ αὐτὸς μιμεῖσθαι εὖ ὥσπερ ἓν οὐ δυνατός; οὐ γὰρ οὖν.

当他说了这些话时,其他人表示敬畏并同意,但阿伽门农却大发雷霆,命令他现在就离开,以后也不要再来,免得权杖和神明的花冠对他不起保护作用。他说,在他的女儿被释放之前,她将在阿尔戈斯与他一起变老。他命令他离开,不要激怒他,以便能平安回家。老人听了,感到害怕,默默地离去。他退出了军营,向阿波罗热切祈祷,呼唤神明的各种名号,提醒并要求神明记住:如果他曾在建造神庙或奉献祭品方面送过任何令人愉悦的礼物,就请看在这些礼物的份上,让阿开亚人用神明的箭来偿还他的眼泪。我说:“我的朋友,就像这样,在没有模仿的情况下,就形成了单纯的叙述。”他说:“我明白了。”我说:“那么,你也要明白,当有人把诗人在台词之间的过渡部分拿掉,而留下相互交替的对话时,情况就会正好相反。”他说:“这个我也明白了,这就是悲剧的情况。”我说:“你理解得完全正确。我想我现在能向你说明我刚才无法说清楚的事情了,那就是:在诗歌和神话创作中,有一种是完全通过模仿进行的,正如你所说,就是悲剧和喜剧;另一种是通过诗人自己的叙述进行的——你最能在狄提朗博斯(酒神赞歌)中发现这种形式;还有一种则是通过这两者结合进行的,这存在于叙事诗的创作中,也存在于其他许多地方,如果你听懂了我的话。”他说:“是的,我领会了你那时想说的话。”“而且,请回想一下在这之前的事:我们曾说该说什么已经说过了,但该怎么说还需要考虑。”“我记得。” “所以,这正是我刚才所说的,我们必须共同商定:我们是允许诗人在为我们进行叙述时使用模仿,还是在某些地方模仿而在另一些地方不模仿,以及这两者各自是什么样的,还是根本不准他们模仿。”他说:“我猜,你是在考虑我们是否要将悲剧和喜剧引入我们的城邦,还是不引入。”我说:“也许是这样,但也许多于这些。因为我自己也还不知道,但无论讨论像风一样把我们吹向哪里,我们都必须朝那里走。”他说:“你说得真好。” “那么,阿得曼托斯,请考虑这一点:我们的护卫者应该成为模仿者吗,还是不应该?或者,这也会从前面的论点中推导出来:每个人只能把一个行业做好,而不能做好很多行业;如果他尝试做很多事,涉足很多行业,他就会在所有事情上都失败,从而在任何方面都毫无成就?”“怎么会不这样呢?”“那么,对于模仿来说,不也是同样的道理吗?也就是说,同一个人不能像模仿好一件事情那样,去把许多事情都模仿好?”“确实不能。”

语法注3 条
  1. 394μὴ αὐτῷ τό τε σκῆπτρον καὶ τὰ τοῦ θεοῦ στέμματα οὐκ ἐπαρκέσοι

    间接引语中的担忧表达。在暗示威胁或恐惧的动词之后使用 μὴ ... οὐκ(担心“不……”)的句式。由于主句动词为过去时(ἠγρίαινεν),此处使用将来欲求法(ἐπαρκέσοι)代替了直接引语中的将来直陈式。

  2. 394aτεῖσαι τοὺς Ἀχαιοὺς τὰ ἃ δάκρυα

    动词 τίνω(此处为过去时主动不定式,意为“使……偿还”)的双宾格。它带两个宾格:受罚的对象(τοὺς Ἀχαιοὺς)和作为惩罚理由或代价的事物(τὰ ἃ δάκρυα,“他的眼泪”)。

  3. 394dὅπῃ ἂν ὁ λόγος ὥσπερ πνεῦμα φέρῃ, ταύτῃ ἰτέον

    动形容词 ἰτέον 以无人称方式使用,表示义务或必要(“必须前进”)。带有虚拟式的关系从句 ὅπῃ ἂν ... φέρῃ 表示一种一般性或不确定的未来条件。

翻译:Gemini 3.5 Flash(2026-05-23 发布)urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:3.394