← 柏拉图

理想国

§3.386-3.387

清除对冥界的恐怖描写与过度哀悼的诗句

苏格拉底主张,为了让年轻人变得勇敢,必须清除所有将冥界描绘得恐怖可怕的诗句和称呼,并建议去掉对名人的哀悼描写,因为高尚的人不会畏惧死亡,也不会为同伴的逝去过度悲伤。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.386

τὰ μὲν δὴ περὶ θεούς, ἦν δʼ ἐγώ, τοιαῦτʼ ἄττα, ὡς ἔοικεν, ἀκουστέον τε καὶ οὐκ ἀκουστέον εὐθὺς ἐκ παίδων τοῖς θεούς τε τιμήσουσιν καὶ γονέας τήν τε ἀλλήλων φιλίαν μὴ περὶ σμικροῦ ποιησομένοις.1 καὶ οἶμαί γʼ, ἔφη, ὀρθῶς ἡμῖν φαίνεσθαι. τί δὲ δὴ εἰ μέλλουσιν εἶναι ἀνδρεῖοι; ἆρα οὐ ταῦτά τε λεκτέον καὶ οἷα αὐτοὺς ποιῆσαι ἥκιστα τὸν θάνατον δεδιέναι; ἢ ἡγῇ τινά ποτʼ ἂν γενέσθαι ἀνδρεῖον ἔχοντα ἐν αὑτῷ τοῦτο τὸ δεῖμα; μὰ Δία, ἦ δʼ ὅς, οὐκ ἔγωγε. τί δέ; τἀν Ἅιδου ἡγούμενον εἶναί τε καὶ δεινὰ εἶναι οἴει τινὰ θανάτου ἀδεῆ ἔσεσθαι καὶ ἐν ταῖς μάχαις αἱρήσεσθαι πρὸ ἥττης τε καὶ δουλείας θάνατον; οὐδαμῶς. δεῖ δή, ὡς ἔοικεν, ἡμᾶς ἐπιστατεῖν καὶ περὶ τούτων τῶν μύθων τοῖς ἐπιχειροῦσιν λέγειν, καὶ δεῖσθαι μὴ λοιδορεῖν ἁπλῶς οὕτως τὰ ἐν Ἅιδου ἀλλὰ μᾶλλον ἐπαινεῖν, ὡς οὔτε ἀληθῆ ἂν λέγοντας οὔτε ὠφέλιμα2 τοῖς μέλλουσιν μαχίμοις ἔσεσθαι. δεῖ μέντοι, ἔφη. ἐξαλείψομεν ἄρα, ἦν δʼ ἐγώ, ἀπὸ τοῦδε τοῦ ἔπους ἀρξάμενοι πάντα τὰ τοιαῦτα— "βουλοίμην κʼ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ ἀνδρὶ παρʼ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν" καὶ τὸ— "οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη σμερδαλέʼ, εὐρώεντα, τά τε στυγέουσι θεοί περ" καὶ— "ὢ πόποι, ἦ ῥά τις ἔστι καὶ εἰν Ἀΐδαο δόμοισιν ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν" καὶ τὸ— "οἴῳ πεπνῦσθαι, ταὶ δὲ σκιαὶ ἀΐσσουσι" καὶ— "ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδόσδε βεβήκει, ὃν πότμον γοόωσα, λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην"

“关于神明的事,”我说,“看来,那些将要敬神、敬父母且不轻视彼此友谊的人,从小就应该听和不应该听的,大概就是这些了。” 他说:“我想,我们的看法显见是正确的。” “那么,如果他们要成为勇敢的人呢?难道不应该对他们说这些话,并且说一些能让他们最不害怕死亡的话吗?” “还是说,你认为有人在内心怀有这种恐惧的同时,还能变得勇敢吗?” 他说:“宙斯在上,我可不这么认为。” “那么又如何?你认为一个相信冥界存在且非常可怕的人,会无惧于死亡,并在战斗中选择死亡而不是战败和奴役吗?” “绝不可能。” “因此,看来我们有必要监督那些企图讲述这些神话的人,请求他们不要这样简单地安全地诋毁冥界的事物,而要更多地加以赞美,因为他们说的话既不真实,也不益于那些将要成为战士的人。” 他说:“确实有必要。” 我说:“那么,我们将从这行诗开始,把所有此类内容抹去—— "βουλοίμην κ' ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ ἀνδρὶ παρ' ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν" 还有—— "οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη σμερδαλέ', εὐρώεντα, τά τε στυγέουσι θεοί περ" 以及—— "ὢ πόποι, ἦ ῥά τις ἔστι καὶ εἰν Ἀΐδαο δόμοισιν ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν" 还有—— "οἴῳ πεπνῦσθαι, ταὶ δὲ σκιαὶ ἀΐσσουσι" 以及—— "ψυχὴ δ' ἐκ ῥεθέων πταμένη Ἄϊδόσδε βεβήκει, ὃν πότμον γοόωσα, λιποῦσ' ἀνδροτῆτα καὶ ἥβην"

§3.387

καὶ τὸ— "ψυχὴ δὲ κατὰ χθονός, ἠΰτε καπνός, ᾤχετο τετριγυῖα" καὶ— "ὡς δʼ ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν ὁρμαθοῦ ἐκ πέτρης, ἀνά τʼ ἀλλήλῃσιν ἔχονται, ὣς αἳ τετριγυῖαι ἅμʼ ᾔεσαν." ταῦτα καὶ τὰ τοιαῦτα πάντα παραιτησόμεθα Ὅμηρόν τε καὶ τοὺς ἄλλους ποιητὰς μὴ χαλεπαίνειν ἂν διαγράφωμεν,3 οὐχ ὡς οὐ ποιητικὰ καὶ ἡδέα τοῖς πολλοῖς ἀκούειν, ἀλλʼ ὅσῳ ποιητικώτερα, τοσούτῳ ἧττον ἀκουστέον παισὶ καὶ ἀνδράσιν οὓς δεῖ ἐλευθέρους εἶναι, δουλείαν θανάτου μᾶλλον πεφοβημένους. παντάπασι μὲν οὖν. οὐκοῦν ἔτι καὶ τὰ περὶ ταῦτα ὀνόματα πάντα τὰ δεινά τε καὶ φοβερὰ ἀποβλητέα, Κωκυτούς τε καὶ Στύγας καὶ νέρους καὶ ἀλίβαντας, καὶ ἄλλα ὅσα τούτου τοῦ τύπου ὀνομαζόμενα φρίττειν δὴ ποιεῖ ὡς οἴεται4 πάντας τοὺς ἀκούοντας. καὶ ἴσως εὖ ἔχει πρὸς ἄλλο τι· ἡμεῖς δὲ ὑπὲρ τῶν φυλάκων φοβούμεθα μὴ ἐκ τῆς τοιαύτης φρίκης θερμότεροι καὶ μαλακώτεροι τοῦ δέοντος γένωνται ἡμῖν. καὶ ὀρθῶς γʼ, ἔφη, φοβούμεθα. ἀφαιρετέα ἄρα; ναί. τὸν δὲ ἐναντίον τύπον τούτοις λεκτέον τε καὶ ποιητέον; δῆλα δή. καὶ τοὺς ὀδυρμοὺς ἄρα ἐξαιρήσομεν καὶ τοὺς οἴκτους τοὺς τῶν ἐλλογίμων ἀνδρῶν; ἀνάγκη, ἔφη, εἴπερ καὶ τὰ πρότερα. σκόπει δή, ἦν δʼ ἐγώ, εἰ ὀρθῶς ἐξαιρήσομεν ἢ οὔ. φαμὲν δὲ δὴ ὅτι ὁ ἐπιεικὴς ἀνὴρ τῷ ἐπιεικεῖ, οὗπερ καὶ ἑταῖρός ἐστιν, τὸ τεθνάναι οὐ δεινὸν ἡγήσεται. φαμὲν γάρ. οὐκ ἄρα ὑπέρ γʼ ἐκείνου ὡς δεινόν τι πεπονθότος ὀδύροιτʼ ἄν. οὐ δῆτα. ἀλλὰ μὴν καὶ τόδε λέγομεν, ὡς ὁ τοιοῦτος μάλιστα αὐτὸς αὑτῷ αὐτάρκης πρὸς τὸ εὖ ζῆν καὶ διαφερόντως τῶν ἄλλων ἥκιστα ἑτέρου προσδεῖται. ἀληθῆ, ἔφη. ἥκιστα ἄρʼ αὐτῷ δεινὸν στερηθῆναι ὑέος ἢ ἀδελφοῦ ἢ χρημάτων ἢ ἄλλου του τῶν τοιούτων. ἥκιστα μέντοι. ἥκιστʼ ἄρα καὶ ὀδύρεσθαι, φέρειν δὲ ὡς πρᾳότατα, ὅταν τις αὐτὸν τοιαύτη συμφορὰ καταλάβῃ. πολύ γε.

还有—— "ψυχὴ δὲ κατὰ χθονός, ἠΰτε καπνός, ᾤχετο τετριγυῖα" 以及—— "ὡς δ' ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσιοιο τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν ὁρμαθοῦ ἐκ πέτρης, ἀνά τ' ἀλλήλῃσιν ἔχονται, ὣς αἳ τετριγυῖαι ἅμ' ᾔεσαν." 这一切以及所有类似的事情,我们将请求荷马和其他诗人不要因为我们的抹去而生气,这并不是因为这些诗句不具诗意、不让大众听来悦耳,而是因为它们越具诗意,就越不应该让必须保持自由、宁死也不愿遭受奴役的孩子和成年人们听去。” “完全如此。” “因此,关于这些事的所有那些可怕而令人畏惧的名称也必须废除:科库托斯河、斯堤克斯河,以及 阴间死者 和 枯槁死者 ,还有所有其他属于这一型的命名,正如 他认为的 ,会让所有听者不寒而栗。也许这在其他方面是有益的;但我们为我们的守卫者担忧,害怕他们由于这种战栗,变得比我们所需要的更加焦躁和软弱。” 他说:“我们的担忧确实是正确的。” “那么必须把它们去掉吗?” “是的。” “而必须讲述和创作与这些相反的型吗?” “显然如此。” “那么,我们是否也要去掉那些名人的哀悼和叹息呢?” 他说:“如果前面的都去掉了,这就必须去掉。” 我说:“那么,考虑一下我们这样做是否正确。我们说,一个高尚的人对于另一个同样高尚的人(也是他的同伴),不会认为死是一件可怕的事。” “我们确实是这么说的。” “因此,他绝不会为他悲伤,仿佛他遭受了什么可怕的事。” “绝不会。” “然而,我们还说过这样的话:这样的人最能自给自足地过上美好的生活,并且与其他人不同,他最不需要别人。” 他说:“是的。” “因此,对他来说,失去儿子、兄弟、财产或任何其他此类事物,是最不可怕的。” “确实最不可怕。” “因而,当此类不幸降临到他身上时,他也最不会哀悼,而是会尽可能温和地去承受。” “非常对。”

语法注4 条
  1. 386aτοῖς θεούς τε τιμήσουσιν καὶ γονέας τήν τε ἀλλήλων φιλίαν μὴ περὶ σμικροῦ ποιησομένοις

    该名词化的分词短语充当动形容词 ἀκουστέον 和 οὐκ ἀκουστέον 的施事与格(逻辑主语),意为“被那些将要敬神、敬父母且不轻视彼此友谊的人(所听/所不听)”。

  2. 386bὡς οὔτε ἀληθῆ ἂν λέγοντας οὔτε ὠφέλιμα

    带 ὡς 的宾格分词 λέγοντας 在逻辑上指代前文的 τοῖς ἐπιχειροῦσιν(与格),但受不定式 δεῖσθαι 的主语牵引而变为宾格。助词 ἂν 的加入赋予了其潜在或虚拟的条件语气(“因为他们说的话(如果他们说的话)既不真实也不实用”)。

  3. 387bμὴ χαλεπαίνειν ἂν διαγράφωμεν

    助词 ἂν 与不定式 χαλεπαίνειν 连用,在间接引语中表示潜在的希求语气(“他们将不会生气”)。它与条件从句的虚拟式 διαγράφωμεν 结合,表示“请求他们,即使我们把这些抹去,也不要生气”。

  4. 387cὡς οἴεται

    作为插入句使用,主语指代诗人(荷马),意为“正如他(诗人)所认为的”,表明列举的那些关于冥界的恐怖称呼在作者看来是旨在让听众不寒而栗的。

翻译:Gemini 3.5 Flash(2026-05-23 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:3.386-3.387