- 底本
- Platonis Opera Tomus IV: Tetralogia VIII. Burnet, John, editor. Oxford: Clarendon Press, 1905.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:2.376-2.377
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-29
苏格拉底将狗区分熟人与陌生人的特性称为“爱智”(哲学),并得出结论:守卫者除了激情外,天性中还必须具备爱智的品质。接着,他们探讨了教育问题,指出相较于体育应当先进行文艺教育,并强调必须监督故事创作者,筛选出有益的神话。
πῶς δή; ἔφη· οὐ γὰρ ἐννοῶ. καὶ τοῦτο, ἦν δʼ ἐγώ, ἐν τοῖς κυσὶν κατόψει, ὃ καὶ ἄξιον θαυμάσαι τοῦ θηρίου. τὸ ποῖον; ὅτι ὃν μὲν ἂν ἴδῃ ἀγνῶτα, χαλεπαίνει, οὐδὲ ἓν κακὸν προπεπονθώς· ὃν δʼ ἂν γνώριμον, ἀσπάζεται, κἂν μηδὲν πώποτε ὑπʼ αὐτοῦ ἀγαθὸν πεπόνθῃ. ἢ οὔπω τοῦτο ἐθαύμασας; οὐ πάνυ, ἔφη, μέχρι τούτου προσέσχον τὸν νοῦν· ὅτι δέ που δρᾷ ταῦτα, δῆλον. ἀλλὰ μὴν κομψόν γε φαίνεται τὸ πάθος αὐτοῦ τῆς φύσεως καὶ ὡς ἀληθῶς φιλόσοφον. πῇ δή; ἧι,1 ἦν δʼ ἐγώ, ὄψιν οὐδενὶ ἄλλῳ φίλην καὶ ἐχθρὰν διακρίνει ἢ τῷ τὴν μὲν καταμαθεῖν, τὴν δὲ ἀγνοῆσαι. καίτοι πῶς οὐκ ἂν φιλομαθὲς εἴη συνέσει τε καὶ ἀγνοίᾳ ὁριζόμενον τό τε οἰκεῖον καὶ τὸ ἀλλότριον; οὐδαμῶς, ἦ δʼ ὅς, ὅπως οὔ. ἀλλὰ μέντοι, εἶπον ἐγώ, τό γε φιλομαθὲς καὶ φιλόσοφον ταὐτόν; ταὐτὸν γάρ, ἔφη. οὐκοῦν θαρροῦντες τιθῶμεν καὶ ἐν ἀνθρώπῳ, εἰ μέλλει πρὸς τοὺς οἰκείους καὶ γνωρίμους πρᾷός τις ἔσεσθαι, φύσει φιλόσοφον καὶ φιλομαθῆ αὐτὸν δεῖν εἶναι; τιθῶμεν, ἔφη. φιλόσοφος δὴ καὶ θυμοειδὴς καὶ ταχὺς καὶ ἰσχυρὸς ἡμῖν τὴν φύσιν ἔσται ὁ μέλλων καλὸς κἀγαθὸς ἔσεσθαι φύλαξ πόλεως. παντάπασι μὲν οὖν, ἔφη. οὗτος μὲν δὴ ἂν οὕτως ὑπάρχοι. θρέψονται δὲ δὴ ἡμῖν οὗτοι καὶ παιδευθήσονται τίνα τρόπον; καὶ ἆρά τι προὔργου ἡμῖν ἐστιν αὐτὸ σκοποῦσι πρὸς τὸ κατιδεῖν οὗπερ ἕνεκα πάντα σκοποῦμεν, δικαιοσύνην τε καὶ ἀδικίαν τίνα τρόπον ἐν πόλει γίγνεται; ἵνα μὴ ἐῶμεν ἱκανὸν λόγον ἢ συχνὸν διεξίωμεν. καὶ ὁ τοῦ Γλαύκωνος ἀδελφός, πάνυ μὲν οὖν, ἔφη, ἔγωγε προσδοκῶ προὔργου εἶναι εἰς τοῦτο ταύτην τὴν σκέψιν. μὰ Δία, ἦν δʼ ἐγώ, ὦ φίλε Ἀδείμαντε, οὐκ ἄρα ἀφετέον, οὐδʼ εἰ μακροτέρα τυγχάνει οὖσα. οὐ γὰρ οὖν. ἴθι οὖν, ὥσπερ ἐν μύθῳ μυθολογοῦντές τε καὶ σχολὴν ἄγοντες λόγῳ παιδεύωμεν τοὺς ἄνδρας. ἀλλὰ χρή. τίς οὖν ἡ παιδεία; ἢ χαλεπὸν εὑρεῖν βελτίω τῆς ὑπὸ τοῦ πολλοῦ χρόνου ηὑρημένης; ἔστιν δέ που ἡ μὲν ἐπὶ σώμασι γυμναστική, ἡ δʼ ἐπὶ ψυχῇ μουσική. ἔστιν γάρ. ἆρʼ οὖν οὐ μουσικῇ πρότερον ἀρξόμεθα παιδεύοντες ἢ γυμναστικῇ; πῶς δʼ οὔ; μουσικῆς δʼ, εἶπον, τιθεῖς λόγους, ἢ οὔ; ἔγωγε. λόγων δὲ διττὸν εἶδος, τὸ μὲν ἀληθές, ψεῦδος δʼ ἕτερον; ναί.
他说:“怎么会这样呢?我不太明白。” 我说:“这同样可以在狗身上观察到,这确实是这种野兽值得赞叹之处。” “哪一点呢?” “只要看到不认识的人,它就会发怒,哪怕对方以前从未伤害过它;而一看到熟人,它就会表示欢迎,哪怕对方从未给过它任何好处。难道你以前没有对这一点感到惊奇过吗?” 他说:“没有十分注意过,直到现在你提起;但它确实有这些举动,这是显而易见的。” “然而,它的天性中表现出的这种情感看起来确实非常精致,且真正是爱智的(哲学的)。” “在什么意义上呢?” 我说:“在这一点上:它区分友好的相貌与敌对的相貌,不凭别的,只凭认得前者而对后者无知。然而,如果一个生灵能通过理解和无知来界定亲疏,它怎能不爱好学习呢?” 他说:“当然是爱好学习的,怎会不是呢。” 我说:“不过,爱好学习和爱智(哲学)难道不是同一回事吗?” 他说:“确实是同一回事。” “那么,我们是否可以确信地假定,在人身上也是如此:如果一个人要对自己的亲人和熟人表现得温和,他在天性上就必须是爱智且好学的?” 他说:“我们这样假定吧。” “那么,要成为我们城邦优秀的守卫者,他在天性上必须是既爱智、又充满激情、敏捷且强壮的。” 他说:“完全如此。” “那么,这个基础就这样确立了。但这些人将如何被我们抚养和教育呢?我们探讨这个问题,对于看清我们探讨一切所为了的那个目标——即正义和不正义是如何在城邦中产生的——是否有任何帮助?我们这样做是为了不遗漏必要的讨论,也不进行过于冗长的叙述。” 格劳孔的兄弟说:“我完全期待这次探讨对这个目的是大有帮助的。” 我说:“凭着宙斯起誓,亲爱的阿德曼托斯,那么我们绝不能放弃它,即使它可能变得相当漫长。” “确实不能放弃。” “来吧,就像在讲神话故事一样,让我们在闲暇中用言论来教育这些人吧。” “确实应当如此。” “那么这种教育是什么呢?难道很难找到比漫长的时光所发现的更好的教育吗?这大约就是针对身体的体育,和针对灵魂的文艺。” “确实如此。” “那么,我们难道不应该先用文艺而不是体育来开始教育吗?” “怎么不应该呢。” “在文艺中,”我说,“你是否包括言论(故事)?” “包括。” “而在言论中,是否也有两种:一种是真实的,另一种是虚假的?” “是的。”
παιδευτέον δʼ ἐν ἀμφοτέροις, πρότερον δʼ ἐν τοῖς ψευδέσιν; οὐ μανθάνω, ἔφη, πῶς λέγεις. οὐ μανθάνεις, ἦν δʼ ἐγώ, ὅτι πρῶτον τοῖς παιδίοις μύθους λέγομεν; τοῦτο δέ που ὡς τὸ ὅλον εἰπεῖν ψεῦδος, ἔνι δὲ καὶ ἀληθῆ. πρότερον δὲ μύθοις πρὸς τὰ παιδία ἢ γυμνασίοις χρώμεθα. ἔστι ταῦτα. τοῦτο δὴ ἔλεγον, ὅτι μουσικῆς πρότερον ἁπτέον ἢ γυμναστικῆς. ὀρθῶς, ἔφη. οὐκοῦν οἶσθʼ ὅτι ἀρχὴ παντὸς ἔργου μέγιστον, ἄλλως τε δὴ καὶ νέῳ καὶ ἁπαλῷ ὁτῳοῦν; μάλιστα γὰρ δὴ τότε πλάττεται, καὶ ἐνδύεται τύπος ὃν ἄν τις βούληται ἐνσημήνασθαι ἑκάστῳ. κομιδῇ μὲν οὖν. ἆρʼ οὖν ῥᾳδίως οὕτω παρήσομεν τοὺς ἐπιτυχόντας ὑπὸ τῶν ἐπιτυχόντων μύθους πλασθέντας ἀκούειν τοὺς παῖδας2 καὶ λαμβάνειν ἐν ταῖς ψυχαῖς ὡς ἐπὶ τὸ πολὺ ἐναντίας δόξας ἐκείναις ἅς, ἐπειδὰν τελεωθῶσιν, ἔχειν οἰησόμεθα δεῖν αὐτούς; οὐδʼ ὁπωστιοῦν παρήσομεν. πρῶτον δὴ ἡμῖν, ὡς ἔοικεν, ἐπιστατητέον τοῖς μυθοποιοῖς, καὶ ὃν μὲν ἂν καλὸν ποιήσωσιν, ἐγκριτέον, ὃν δʼ ἂν μή, ἀποκριτέον. τοὺς δʼ ἐγκριθέντας πείσομεν τὰς τροφούς τε καὶ μητέρας λέγειν τοῖς παισίν, καὶ πλάττειν τὰς ψυχὰς αὐτῶν τοῖς μύθοις πολὺ μᾶλλον ἢ τὰ σώματα ταῖς χερσίν· ὧν δὲ νῦν λέγουσι τοὺς πολλοὺς ἐκβλητέον. ποίους δή; ἔφη. ἐν τοῖς μείζοσιν, ἦν δʼ ἐγώ, μύθοις ὀψόμεθα καὶ τοὺς ἐλάττους. δεῖ γὰρ δὴ τὸν αὐτὸν τύπον εἶναι καὶ ταὐτὸν δύνασθαι τούς τε μείζους καὶ τοὺς ἐλάττους. ἢ οὐκ οἴει; ἔγωγʼ, ἔφη· ἀλλʼ οὐκ ἐννοῶ οὐδὲ τοὺς μείζους τίνας λέγεις. οὓς Ἡσίοδός τε, εἶπον, καὶ Ὅμηρος ἡμῖν ἐλεγέτην καὶ οἱ ἄλλοι ποιηταί. οὗτοι γάρ που μύθους τοῖς ἀνθρώποις ψευδεῖς συντιθέντες ἔλεγόν τε καὶ λέγουσι. ποίους δή, ἦ δʼ ὅς, καὶ τί αὐτῶν μεμφόμενος λέγεις; ὅπερ, ἦν δʼ ἐγώ, χρὴ καὶ πρῶτον καὶ μάλιστα μέμφεσθαι, ἄλλως τε καὶ ἐάν τις μὴ καλῶς ψεύδηται. τί τοῦτο; ὅταν εἰκάζῃ τις κακῶς τῷ λόγῳ, περὶ θεῶν τε καὶ ἡρώων οἷοί εἰσιν, ὥσπερ γραφεὺς μηδὲν ἐοικότα γράφων οἷς ἂν ὅμοια βουληθῇ γράψαι.3 καὶ γάρ, ἔφη, ὀρθῶς ἔχει τά γε τοιαῦτα μέμφεσθαι. ἀλλὰ πῶς δὴ λέγομεν καὶ ποῖα;
“而他们必须在这两方面都受教育,但首先是在虚假的言论中?” 他说:“我不明白,你这是什么意思。” 我说:“难道你不明白,我们最先对小孩子们讲神话故事吗?这在总体上说是虚假的,但其中也有一些真实的成分。而在进行体育训练之前,我们先对孩子们使用神话故事。” “是这样。” “这就是我刚才说必须先进行文艺教育,后进行体育教育的意思。” 他说:“很对。” “那么,你可知道,在任何工作中,开头都是最重要的部分,尤其是对任何年轻、娇嫩的事物而言?” “因为正是在那个时候,它最容易被塑造,而且人们想要印刻在每个人身上的印记也会深深地渗入其中。” “完全如此。” “那么,我们难道可以就这样轻易地听任孩子们听取任何由任意的人编造的、随随便便的神话故事,并在他们的灵魂中接受那些与我们认为他们长大成人后应当持有的观点大部分相反的意见吗?” “我们绝不能以任何方式听任这种事发生。” “那么看来,首先我们必须监督神话创作者,凡是他们创作得好的,我们就予以采纳;凡是创作得不好的,我们就予以拒绝。我们将说服乳母和母亲们把这些被采纳的故事讲给孩子们听,用神话故事塑造他们的灵魂,这要远远多于用双手去塑造他们的身体。但她们现在讲的大部分神话故事都必须被废除。” 他说:“具体是哪些呢?” 我说:“在那些较大的神话中,我们也将会看到较小的神话。因为较大的神话和较小的神话,必须有同样的类型,并具有相同的效果。你认为不是这样吗?” 他说:“我认为是的;但我并不明白你所说的较大的神话是指哪些。” 我说:“就是赫西俄德和荷马,以及其他诗人们对我们讲述的那些神话。因为,我想,他们曾为人类编造了虚假的神话,并讲给他们听,至今还在讲着。” 他说:“具体是哪些神话?你对它们的什么地方表示谴责呢?” 我说:“那些首先和最应该被谴责的地方,尤其是当有人说谎说得不美观时。” “这是指什么?” “就是当有人在言论中拙劣地描绘神明和英雄们的真实面貌时,就像一个画家画出完全不像他想要模仿的那些事物的画作一样。” 他说:“确实,谴责这类事情是正确的。但我们具体是指怎么说,是指哪类故事呢?”
- 376bἧι
关系代词 ὅς 的阴性单数与格形式 ᾗ 在此处作为关系副词使用,意为“在……这一点上”或“因为”,用以引入前述判断的理由。
- 377bτοὺς ἐπιτυχόντας ὑπὸ τῶν ἐπιτυχόντων μύθους πλασθέντας ἀκούειν τοὺς παῖδας
这是由动词 παρήσομεν(允许、听任)支配的“对格加不定式”(A.c.I.)结构。不定式 ἀκούειν(听)和 λαμβάνειν(接受)的逻辑主语是对格的 τοὺς παῖδας(孩子们),而 ἀκούειν 的宾语是 τοὺς ... μύθους πλασθέντας(被创作出的神话)。其中,τοὺς ἐπιτυχόντας(随意的、碰巧的)与 ὑπὸ τῶν ἐπιτυχόντων(由随意的人)构成了同源词词格变化对照(双关/修辞对照),修辞性地批判了无节制的神话创作。
- 377eὥσπερ γραφεὺς μηδὲν ἐοικότα γράφων οἷς ἂν ὅμοια βουληθῇ γράψαι
在此比较句中,分词 γράφων(画画)修饰 γραφεύς(画家)。μηδὲν ἐοικότα 是中性复数宾格,作宾语,意为“完全不相像的事物”。οἷς 是关系代词,先行词被省略,且因 ἐοικότα(与……相像)要求与格而发生了格的吸引。βουληθῇ 是与 ἄν 连用的虚拟式,表示假设或潜在的条件。
