- 底本
- Platonis Opera Tomus IV: Tetralogia VIII. Burnet, John, editor. Oxford: Clarendon Press, 1905.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:10.611
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-29
通过灵魂不被任何恶所毁灭证明了其不朽。接着阐明,灵魂真实的纯洁本性因与身体的结合及世俗的恶而像海神格劳科斯一样被遮蔽,只有通过理性与爱智之性才能审视其真实的姿态。
οὐκοῦν ὁπότε μηδʼ ὑφʼ ἑνὸς ἀπόλλυται κακοῦ, μήτε οἰκείου μήτε ἀλλοτρίου, δῆλον ὅτι ἀνάγκη αὐτὸ ἀεὶ ὂν εἶναι· εἰ δʼ ἀεὶ ὄν, ἀθάνατον. ἀνάγκη, ἔφη. τοῦτο μὲν τοίνυν, ἦν δʼ ἐγώ, οὕτως ἐχέτω· εἰ δʼ ἔχει, ἐννοεῖς ὅτι ἀεὶ ἂν εἶεν αἱ αὐταί.1 οὔτε γὰρ ἄν που ἐλάττους γένοιντο μηδεμιᾶς ἀπολλυμένης, οὔτε αὖ πλείους· εἰ γὰρ ὁτιοῦν τῶν ἀθανάτων πλέον γίγνοιτο, οἶσθʼ ὅτι ἐκ τοῦ θνητοῦ ἂν γίγνοιτο καὶ πάντα ἂν εἴη τελευτῶντα ἀθάνατα. ἀληθῆ λέγεις. ἀλλʼ, ἦν δʼ ἐγώ, μήτε τοῦτο οἰώμεθα—ὁ γὰρ λόγος οὐκ ἐάσει—μήτε γε αὖ τῇ ἀληθεστάτῃ φύσει τοιοῦτον εἶναι ψυχήν, ὥστε πολλῆς ποικιλίας καὶ ἀνομοιότητός τε καὶ διαφορᾶς γέμειν αὐτὸ πρὸς αὑτό.2 πῶς λέγεις; ἔφη. οὐ ῥᾴδιον, ἦν δʼ ἐγώ, ἀίδιον εἶναι σύνθετόν τε ἐκ πολλῶν καὶ μὴ τῇ καλλίστῃ κεχρημένον συνθέσει, ὡς νῦν ἡμῖν ἐφάνη ἡ ψυχή. οὔκουν εἰκός γε. ὅτι μὲν τοίνυν ἀθάνατον ψυχή, καὶ ὁ ἄρτι λόγος καὶ οἱ ἄλλοι ἀναγκάσειαν ἄν· οἷον δʼ ἐστὶν τῇ ἀληθείᾳ, οὐ λελωβημένον δεῖ αὐτὸ θεάσασθαι ὑπό τε τῆς τοῦ σώματος κοινωνίας καὶ ἄλλων κακῶν, ὥσπερ νῦν ἡμεῖς θεώμεθα, ἀλλʼ οἷόν ἐστιν καθαρὸν γιγνόμενον, τοιοῦτον ἱκανῶς λογισμῷ διαθεατέον, καὶ πολύ γε κάλλιον αὐτὸ εὑρήσει καὶ ἐναργέστερον δικαιοσύνας τε καὶ ἀδικίας διόψεται καὶ πάντα ἃ νῦν διήλθομεν. νῦν δὲ εἴπομεν μὲν ἀληθῆ περὶ αὐτοῦ, οἷον ἐν τῷ παρόντι φαίνεται· τεθεάμεθα μέντοι διακείμενον αὐτό, ὥσπερ οἱ τὸν θαλάττιον Γλαῦκον ὁρῶντες οὐκ ἂν ἔτι ῥᾳδίως αὐτοῦ ἴδοιεν τὴν ἀρχαίαν φύσιν, ὑπὸ τοῦ τά τε παλαιὰ τοῦ σώματος μέρη τὰ μὲν ἐκκεκλάσθαι, τὰ δὲ συντετρῖφθαι καὶ πάντως λελωβῆσθαι ὑπὸ τῶν κυμάτων,3 ἄλλα δὲ προσπεφυκέναι, ὄστρεά τε καὶ φυκία καὶ πέτρας, ὥστε παντὶ μᾶλλον θηρίῳ ἐοικέναι ἢ οἷος ἦν φύσει, οὕτω καὶ τὴν ψυχὴν ἡμεῖς θεώμεθα διακειμένην ὑπὸ μυρίων κακῶν. ἀλλὰ δεῖ, ὦ Γλαύκων, ἐκεῖσε βλέπειν. ποῖ; ἦ δʼ ὅς. εἰς τὴν φιλοσοφίαν αὐτῆς, καὶ ἐννοεῖν ὧν ἅπτεται καὶ οἵων ἐφίεται ὁμιλιῶν, ὡς συγγενὴς οὖσα τῷ τε θείῳ καὶ ἀθανάτῳ καὶ τῷ ἀεὶ ὄντι, καὶ οἵα ἂν γένοιτο τῷ τοιούτῳ πᾶσα ἐπισπομένη καὶ ὑπὸ ταύτης τῆς ὁρμῆς ἐκκομισθεῖσα ἐκ τοῦ πόντου ἐν ᾧ νῦν ἐστίν, καὶ περικρουσθεῖσα πέτρας τε καὶ ὄστρεα ἃ νῦν αὐτῇ, ἅτε γῆν ἑστιωμένῃ,4 γεηρὰ καὶ πετρώδη πολλὰ καὶ ἄγρια περιπέφυκεν ὑπὸ τῶν εὐδαιμόνων λεγομένων ἑστιάσεων.
“因此,当它甚至不被任何一种恶所毁灭,既不被固有的恶,也不被外在的恶所毁灭时,显然它必然始终存在;而如果它始终存在,它就是不朽的。” “必然如此,”他说。 “那么,这一点就这样定了吧,”我说,“但如果真是这样,你是否意识到它们将始终是相同数量的?因为既然没有一个被毁灭,它们大概不会变少,同样也不会变多。因为如果任何不朽之物变得更多,你就会知道这必然是从可死之物中产生的,最终所有事物都将是不朽的。” “你说的对。” “但是,”我说,“我们既不要这样想——因为道理是不允许的——也不要认为灵魂在其最真实的本性中是这样一种东西,以至于其自身内部充满了极大的多样性、不均一性和差异。” “你是什么意思?”他说。 “要让一个由许多部分合成、且没有采用最完美合成结构的东西成为永恒,这并不容易,正如灵魂现在向我们所展现出的那样。”我说。 “这确实不太可能。” “那么,灵魂是不朽的,这不仅是刚才的论证,其他的论证也会强迫我们承认;然而,它在真理中究竟是怎样的,绝不应当在它被与身体的结合以及其他恶所损害的状态下去观察,正如我们现在所观察到的那样,而应当在其变得纯洁时的状态下,用理性进行充分的审视。这样,人们就会发现它要美丽得多,并且会更清晰地看透正义与不正义,以及我们刚才所经历的一切。但现在我们只是根据它目前的呈现说出了关于它的真理;然而,我们观察到的它的状态,就像那些看到海神格劳科斯的人,不再容易看到他古老的本性一样,因为他身体旧有的部分有的被折断,有的被海浪粉碎并完全损毁,而其他东西则附生在上面,如贝壳、海藻和岩石,以至于他看起来更像任何野兽,而不是他天生的样子;我们所观察到的灵魂,同样也是在被无数的恶所损害的状态下。但是,葛劳康,我们必须向那里看去。” “向哪里?”他说。 “向它的爱智之性,并思考它所接触的是什么,它所向往的是怎样的交往,因为它与神圣、不朽和永恒存在之物是同族的;并且,如果它以整个自身跟随这样的事物,并被这种冲动带出它现在所处的深海,并敲掉那些贝壳和岩石——这些贝壳和岩石由于它在大地上赴宴,因那些所谓的幸福宴乐而以泥土、石块和野蛮的形式在其周围大量繁生——那么它会变成什么样子。”
- 611aἀεὶ ἂν εἶεν αἱ αὐταί
动词 εἶεν(εἰμί 的三人称复数现在祈愿法,带表示潜在的 ἄν)的主语从上下文以及阴性复数形容词 αἱ αὐταί(相同的)的性与数可以明显判断为“灵魂”(αἱ ψυχαί)。
- 611bὥστε πολλῆς ποικιλίας καὶ ἀνομοιότητός τε καὶ διαφορᾶς γέμειν αὐτὸ πρὸς αὑτό
由连词 ὥστε 引导的不定式从句。表示其意义上主语的对格代词 αὐτό(其自身)采用了中性单数形式,这是因为受到前文指示代词 τοιοῦτον(那样的东西)的性的影响,或者将阴性名词 ψυχή(灵魂)作为一般的“事物”来代指。
- 611dὑπὸ τοῦ τά τε παλαιὰ τοῦ σώματος μέρη τὰ μὲν ἐκκεκλάσθαι, τὰ δὲ συντετρῖφθαι καὶ πάντως λελωβῆσθαι ὑπὸ τῶν κυμάτων
由介词 ὑπό 支配的属格冠词性不定式(τοῦ...ἐκκεκλάσθαι...)表示原因或手段。对格短语 τά τε παλαιὰ τοῦ σώματος μέρη(身体的旧有部分)作为不定式的主语,并列了完成时被动不定式 ἐκκεκλάσθαι(被折断)、συντετρῖφθαι(被粉碎)和 λελωβῆσθαι(被损毁),并伴有 τὰ μέν... τὰ δέ... 的对比结构。
- 612aἅτε γῆν ἑστιωμένῃ
连词 ἅτε(因为、既然)表示基于客观事实的原因,修饰现在时中动分词 ἑστιωμένῃ(与格、阴性、单数,来自 ἑστιάω 的中动语态,意为“赴宴、进食”)。该分词与前文指代灵魂的与格代词 αὐτῇ 作性、数、格的一致修饰。
