- 底本
- Platonis Opera Tomus IV: Tetralogia VIII. Burnet, John, editor. Oxford: Clarendon Press, 1905.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:10.603-10.604
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-29
苏格拉底通过人类的悲伤与理性克制之间的冲突,论证了模仿(特别是诗歌)并非作用于灵魂中理智而最好的部分,而是作用于易受错觉和情感支配的低劣部分。
τὸ παρὰ τὰ μέτρα ἄρα δοξάζον1 τῆς ψυχῆς τῷ κατὰ τὰ μέτρα οὐκ ἂν εἴη ταὐτόν. οὐ γὰρ οὖν. ἀλλὰ μὴν τὸ μέτρῳ γε καὶ λογισμῷ πιστεῦον βέλτιστον ἂν εἴη τῆς ψυχῆς. τί μήν; τὸ ἄρα τούτῳ ἐναντιούμενον τῶν φαύλων ἄν τι εἴη ἐν ἡμῖν. ἀνάγκη. τοῦτο τοίνυν διομολογήσασθαι βουλόμενος ἔλεγον ὅτι ἡ γραφικὴ καὶ ὅλως ἡ μιμητικὴ πόρρω μὲν τῆς ἀληθείας ὂν τὸ αὑτῆς ἔργον ἀπεργάζεται, πόρρω δʼ αὖ φρονήσεως ὄντι2 τῷ ἐν ἡμῖν προσομιλεῖ τε καὶ ἑταίρα καὶ φίλη ἐστὶν ἐπʼ οὐδενὶ ὑγιεῖ οὐδʼ ἀληθεῖ. παντάπασιν, ἦ δʼ ὅς. φαύλη ἄρα φαύλῳ συγγιγνομένη φαῦλα γεννᾷ ἡ μιμητική. ἔοικεν. πότερον, ἦν δʼ ἐγώ, ἡ κατὰ τὴν ὄψιν μόνον, ἢ καὶ κατὰ τὴν ἀκοήν, ἣν δὴ ποίησιν ὀνομάζομεν; εἰκός γʼ, ἔφη, καὶ ταύτην. μὴ τοίνυν, ἦν δʼ ἐγώ, τῷ εἰκότι μόνον πιστεύσωμεν ἐκ τῆς γραφικῆς, ἀλλὰ καὶ ἐπʼ αὐτὸ αὖ ἔλθωμεν τῆς διανοίας τοῦτο ᾧ προσομιλεῖ ἡ τῆς ποιήσεως μιμητική, καὶ ἴδωμεν φαῦλον ἢ σπουδαῖόν ἐστιν. ἀλλὰ χρή. ὧδε δὴ προθώμεθα· πράττοντας, φαμέν, ἀνθρώπους μιμεῖται ἡ μιμητικὴ βιαίους ἢ ἑκουσίας πράξεις, καὶ ἐκ τοῦ πράττειν ἢ εὖ οἰομένους ἢ κακῶς πεπραγέναι, καὶ ἐν τούτοις δὴ πᾶσιν ἢ λυπουμένους ἢ χαίροντας. μή τι ἄλλο ἦν παρὰ ταῦτα; οὐδέν. ἆρʼ οὖν ἐν ἅπασι τούτοις ὁμονοητικῶς ἄνθρωπος διάκειται; ἢ ὥσπερ κατὰ τὴν ὄψιν ἐστασίαζεν καὶ ἐναντίας εἶχεν ἐν ἑαυτῷ δόξας ἅμα περὶ τῶν αὐτῶν, οὕτω καὶ ἐν ταῖς πράξεσι στασιάζει τε καὶ μάχεται αὐτὸς αὑτῷ; ἀναμιμνῄσκομαι δὲ ὅτι τοῦτό γε νῦν οὐδὲν δεῖ ἡμᾶς διομολογεῖσθαι· ἐν γὰρ τοῖς ἄνω λόγοις ἱκανῶς πάντα ταῦτα διωμολογησάμεθα, ὅτι μυρίων τοιούτων ἐναντιωμάτων ἅμα γιγνομένων ἡ ψυχὴ γέμει ἡμῶν. ὀρθῶς, ἔφη. ὀρθῶς γάρ, ἦν δʼ ἐγώ· ἀλλʼ ὃ τότε ἀπελίπομεν, νῦν μοι δοκεῖ ἀναγκαῖον εἶναι διεξελθεῖν. τὸ ποῖον; ἔφη. ἀνήρ, ἦν δʼ ἐγώ, ἐπιεικὴς τοιᾶσδε τύχης μετασχών, ὑὸν ἀπολέσας ἤ τι ἄλλο ὧν περὶ πλείστου ποιεῖται, ἐλέγομέν που καὶ τότε ὅτι ῥᾷστα οἴσει τῶν ἄλλων. πάνυ γε. νῦν δέ γε τόδʼ ἐπισκεψώμεθα, πότερον οὐδὲν ἀχθέσεται, ἢ τοῦτο μὲν ἀδύνατον, μετριάσει δέ πως πρὸς λύπην. οὕτω μᾶλλον, ἔφη, τό γε ἀληθές.
因此,灵魂中违背测量进行判断的部分,与顺应测量进行判断的部分,想必不是同一个部分。确实不是。但无论如何,信任测量和计算的部分,应当是灵魂中最好的部分。怎么会不呢?那么,与这一部分相反对的,必然是我们内部某种卑劣的部分。必然如此。因此,我正是想就此达成共识才说,绘画以及整个模仿术,是在远离真理的情况下完成其工作的,而且它与我们内部远离理智的部分相交往,成为其伙伴和朋友,不带任何健康或真实的目的。完全如此,他说。那么,模仿术作为一种卑劣的东西与卑劣的部分相结合,产生出卑劣的东西。看来是的。我说,这仅仅是指视觉上的模仿,还是也指听觉上的,即我们所称的诗歌?他说,这也很有可能。我说,那么,我们不要仅凭从绘画中得到的推测,而是也走向诗歌模仿所与之交往的理智的那个部分,看看它是卑劣的还是优秀的。确实应该如此。让我们这样提出:我们说,模仿术模仿的是正在行动的人,无论是被迫的还是自愿的行动,并由于这些行动,他们自认为做得好(幸福)或做得坏(不幸),而在所有这些境遇中,他们要么悲伤,要么快乐。除了这些,还有别的事情吗?没有。那么,在所有这些情况下,人的内心状态是和谐一致的吗?还是说,正如在视觉方面他内心发生冲突、对相同的事物同时持有相反的看法一样,他在行动中也同样经历冲突、与自己作对?不过我记起来,这一点我们现在完全没有必要重新达成共识;因为在之前的讨论中,我们已经充分确认了所有这些,即我们的灵魂充满了无数个同时产生的此类矛盾。他说,非常正确。我说,确实很正确;但是,当时我们遗留未决的问题,现在我认为有必要予以详细阐明。哪一个问题?他说。我说,一个通情达理的人,如果遭遇了失去儿子或失去其他最珍贵之物的命运,我们当时似乎也说过,他会比其他人更容易承受。完全如此。但现在让我们审视这一点:他是完全不感到痛苦,还是说这不可能,而他只是会在某种程度上克制自己的悲伤?他说,更可能是后者,这才是真实情况。
τόδε νῦν μοι περὶ αὐτοῦ εἰπέ· πότερον μᾶλλον αὐτὸν οἴει τῇ λύπῃ μαχεῖσθαί τε καὶ ἀντιτείνειν, ὅταν ὁρᾶται ὑπὸ τῶν ὁμοίων, ἢ ὅταν ἐν ἐρημίᾳ μόνος αὐτὸς καθʼ αὑτὸν γίγνηται; πολύ που, ἔφη, διοίσει, ὅταν ὁρᾶται. μονωθεὶς δέ γε οἶμαι πολλὰ μὲν τολμήσει φθέγξασθαι, ἃ εἴ τις αὐτοῦ ἀκούοι αἰσχύνοιτʼ ἄν, πολλὰ δὲ ποιήσει, ἃ οὐκ ἂν δέξαιτό τινα ἰδεῖν δρῶντα. οὕτως ἔχει, ἔφη. οὐκοῦν τὸ μὲν ἀντιτείνειν διακελευόμενον λόγος καὶ νόμος ἐστίν, τὸ δὲ ἕλκον ἐπὶ τὰς λύπας αὐτὸ τὸ πάθος; ἀληθῆ. ἐναντίας δὲ ἀγωγῆς γιγνομένης ἐν τῷ ἀνθρώπῳ περὶ τὸ αὐτὸ ἅμα, δύο φαμὲν αὐτὼ ἀναγκαῖον εἶναι. πῶς δʼ οὔ; οὐκοῦν τὸ μὲν ἕτερον τῷ νόμῳ ἕτοιμον πείθεσθαι, ᾗ ὁ νόμος ἐξηγεῖται; πῶς; λέγει που ὁ νόμος ὅτι κάλλιστον ὅτι μάλιστα ἡσυχίαν ἄγειν ἐν ταῖς συμφοραῖς καὶ μὴ ἀγανακτεῖν, ὡς οὔτε δήλου ὄντος τοῦ ἀγαθοῦ τε καὶ κακοῦ τῶν τοιούτων, οὔτε εἰς τὸ πρόσθεν οὐδὲν προβαῖνον τῷ χαλεπῶς φέροντι, οὔτε τι τῶν ἀνθρωπίνων ἄξιον ὂν μεγάλης σπουδῆς, ὅ τε δεῖ ἐν αὐτοῖς ὅτι τάχιστα παραγίγνεσθαι ἡμῖν, τούτῳ ἐμποδὼν γιγνόμενον τὸ λυπεῖσθαι. τίνι, ἦ δʼ ὅς, λέγεις; τῷ βουλεύεσθαι, ἦν δʼ ἐγώ, περὶ τὸ γεγονὸς καὶ ὥσπερ ἐν πτώσει κύβων πρὸς τὰ πεπτωκότα τίθεσθαι τὰ αὑτοῦ πράγματα,3 ὅπῃ ὁ λόγος αἱρεῖ βέλτιστʼ ἂν ἔχειν, ἀλλὰ μὴ προσπταίσαντας καθάπερ παῖδας ἐχομένους τοῦ πληγέντος ἐν τῷ βοᾶν διατρίβειν, ἀλλʼ ἀεὶ ἐθίζειν τὴν ψυχὴν ὅτι τάχιστα γίγνεσθαι πρὸς τὸ ἰᾶσθαί τε καὶ ἐπανορθοῦν τὸ πεσόν τε καὶ νοσῆσαν, ἰατρικῇ θρηνῳδίαν ἀφανίζοντα. ὀρθότατα γοῦν ἄν τις, ἔφη, πρὸς τὰς τύχας οὕτω προσφέροιτο. οὐκοῦν, φαμέν, τὸ μὲν βέλτιστον τούτῳ τῷ λογισμῷ ἐθέλει ἕπεσθαι. δῆλον δή. τὸ δὲ πρὸς τὰς ἀναμνήσεις τε τοῦ πάθους καὶ πρὸς τοὺς ὀδυρμοὺς ἄγον καὶ ἀπλήστως ἔχον αὐτῶν ἆρʼ οὐκ ἀλόγιστόν τε φήσομεν εἶναι καὶ ἀργὸν καὶ δειλίας φίλον; φήσομεν μὲν οὖν. οὐκοῦν τὸ μὲν πολλὴν μίμησιν καὶ ποικίλην ἔχει, τὸ ἀγανακτητικόν, τὸ δὲ φρόνιμόν τε καὶ ἡσύχιον ἦθος, παραπλήσιον ὂν ἀεὶ αὐτὸ αὑτῷ, οὔτε ῥᾴδιον μιμήσασθαι οὔτε μιμουμένου εὐπετὲς καταμαθεῖν, ἄλλως τε καὶ πανηγύρει καὶ παντοδαποῖς ἀνθρώποις εἰς θέατρα συλλεγομένοις· ἀλλοτρίου γάρ που πάθους ἡ μίμησις αὐτοῖς γίγνεται.
那么现在请告诉我关于他的这件事:你认为,当他被同伴们看见时,还是当他独自一人处于隐秘处时,他会更多地与悲伤抗争并加以克制?他说,我想,当他被看见时,情况会大不相同。而当他独自一人时,我认为他会斗胆说出许多如果被人听到他会感到羞愧的话,并且会做出许多他不愿让任何人看到他做的事。确实如此,他说。那么,促使他抵抗的是理智和法律,而将他拉向悲伤的则是受动感情本身吧?确实如此。而当一个人在同一时间针对同一事物产生相反的引导力时,我们说这两个引导力必然属于两个不同的部分。怎么会不呢?那么,其中一个部分是准备服从法律,遵循法律所指引的方向的吗?怎么说?法律大约是说,在不幸中尽可能保持安静、不发怨言是最好的,因为在这些事情中什么是好什么是坏并不清楚,而且对于感到痛苦的人来说,未来并不会有任何进展,况且人类的事物中没有任何一件值得过度关注,而沉溺于悲伤会阻碍我们在这些处境中尽可能迅速地获得理应前来协助我们的东西。他说,你指的是什么?我说,是指对已发生的事情进行深思熟虑,就像在掷骰子时,根据落下的骰子点数,按照理性认为最好的方式来安排自己的事务;而不是像摔倒的孩子那样,抱着受伤的地方哭喊着虚度光阴,而是要经常训练灵魂,使其尽可能迅速地投入到治疗和矫正摔倒和生病的部分中,用医术消除哀号。他说,这样一个人确实能最正确地应对命运。那么,我们说,最好的那部分愿意遵循这种计算。显然如此。而那将人引向对痛苦的回忆和哀悼、并对此贪得无厌的部分,难道我们不会说它是无理性的、惰性的,并且是懦弱之友吗?我们确实要这么说。因此,这种易怒的性格具有丰富且多样化的模仿空间;相反,那种明智而平静的性格,由于始终与自身相似,既不易于模仿,即使被模仿了,也不易被理解,特别是对于节日集会上聚集在剧场里的各式样的人来说。因为对他们而言,那是对一种陌生性格的模仿。
- 603aτὸ παρὰ τὰ μέτρα ἄρα δοξάζον
指“违背测量结果进行判断的部分”,代表容易被视觉错觉欺骗的灵魂的感觉和情感方面。它与信任测量和计算结果的理性部分(“最好的部分”)相排斥,构成了基于冲突将灵魂划分为不同部分的论证基础。
- 603aπόρρω μὲν τῆς ἀληθείας ὂν ... πόρρω δʼ αὖ φρονήσεως ὄντι
前者的分词 ὂν(中性单数宾格)修饰模仿术的作品(τὸ αὑτῆς ἔργον),而后者的 ὄντι(阳性/中性单数与格)则修饰我们内部缺乏理性的部分(τῷ ἐν ἡμῖν)。通过格的严格区别,指出了双重的背离:模仿的“产物”远离真理,而它“与之交往的灵魂部分”远离智慧。
- 604cὥσπερ ἐν πτώσει κύβων πρὸς τὰ πεπτωκότα τίθεσθαι τὰ αὑτοῦ πράγματα
这是一个源自掷骰子游戏的比喻:“根据骰子落下的情况来安排自己的事务”。介词短语 πρὸς τὰ πεπτωκότα 修饰不定式 τίθεσθαι(安顿、处置),生动地表现了实践理性的态度,即面对意外灾祸不应在感情上失控,而应按照理性(λόγος)判定为最好的方向,合乎逻辑地调整自己的行为。
翻译:Gemini 3.5 Flash(2026-05-23 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
