- 底本
- Platonis Opera Tomus IV: Tetralogia VIII. Burnet, John, editor. Oxford: Clarendon Press, 1905.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:10.597
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-29
苏格拉底和格劳孔对比了神、手艺人和画家所制作的三种“床”,以此确立了模仿者(如画家和悲剧诗人)与真理(理念)相隔三代的地位。
τί δὲ ὁ κλινοποιός; οὐκ ἄρτι μέντοι ἔλεγες ὅτι οὐ τὸ εἶδος ποιεῖ, ὃ δή φαμεν εἶναι ὃ ἔστι κλίνη,1 ἀλλὰ κλίνην τινά; ἔλεγον γάρ. οὐκοῦν εἰ μὴ ὃ ἔστιν ποιεῖ, οὐκ ἂν τὸ ὂν ποιοῖ,2 ἀλλά τι τοιοῦτον οἷον τὸ ὄν, ὂν δὲ οὔ· τελέως δὲ εἶναι ὂν τὸ τοῦ κλινουργοῦ ἔργον ἢ ἄλλου τινὸς χειροτέχνου εἴ τις φαίη, κινδυνεύει οὐκ ἂν ἀληθῆ λέγειν; οὔκουν, ἔφη, ὥς γʼ ἂν δόξειεν τοῖς περὶ τοὺς τοιούσδε λόγους διατρίβουσιν. μηδὲν ἄρα θαυμάζωμεν εἰ καὶ τοῦτο ἀμυδρόν τι τυγχάνει ὂν πρὸς ἀλήθειαν. μὴ γάρ. βούλει οὖν, ἔφην, ἐπʼ αὐτῶν τούτων ζητήσωμεν τὸν μιμητὴν τοῦτον, τίς ποτʼ ἐστίν; εἰ βούλει, ἔφη. οὐκοῦν τριτταί τινες κλῖναι αὗται γίγνονται· μία μὲν ἡ ἐν τῇ φύσει οὖσα, ἣν φαῖμεν ἄν, ὡς ἐγᾦμαι, θεὸν ἐργάσασθαι. ἢ τίνʼ ἄλλον; οὐδένα, οἶμαι. μία δέ γε ἣν ὁ τέκτων. ναί, ἔφη. μία δὲ ἣν ὁ ζωγράφος. ἦ γάρ; ἔστω. ζωγράφος δή, κλινοποιός, θεός, τρεῖς οὗτοι ἐπιστάται τρισὶν εἴδεσι κλινῶν. ναὶ τρεῖς. ὁ μὲν δὴ θεός, εἴτε οὐκ ἐβούλετο, εἴτε τις ἀνάγκη ἐπῆν μὴ πλέον ἢ μίαν ἐν τῇ φύσει ἀπεργάσασθαι αὐτὸν κλίνην, οὕτως ἐποίησεν μίαν μόνον αὐτὴν ἐκείνην ὃ ἔστιν κλίνη· δύο δὲ τοιαῦται ἢ πλείους οὔτε ἐφυτεύθησαν ὑπὸ τοῦ θεοῦ οὔτε μὴ φυῶσιν.3 πῶς δή; ἔφη. ὅτι, ἦν δʼ ἐγώ, εἰ δύο μόνας ποιήσειεν, πάλιν ἂν μία ἀναφανείη ἧς ἐκεῖναι ἂν αὖ ἀμφότεραι τὸ εἶδος ἔχοιεν, καὶ εἴη ἂν ὃ ἔστιν κλίνη ἐκείνη ἀλλʼ οὐχ αἱ δύο. ὀρθῶς, ἔφη. ταῦτα δὴ οἶμαι εἰδὼς ὁ θεός, βουλόμενος εἶναι ὄντως κλίνης ποιητὴς ὄντως οὔσης, ἀλλὰ μὴ κλίνης τινὸς μηδὲ κλινοποιός τις, μίαν φύσει αὐτὴν ἔφυσεν. ἔοικεν. βούλει οὖν τοῦτον μὲν φυτουργὸν τούτου προσαγορεύωμεν, ἤ τι τοιοῦτον; δίκαιον γοῦν, ἔφη, ἐπειδήπερ φύσει γε καὶ τοῦτο καὶ τἆλλα πάντα πεποίηκεν. τί δὲ τὸν τέκτονα; ἆρʼ οὐ δημιουργὸν κλίνης; ναί. ἦ καὶ τὸν ζωγράφον δημιουργὸν καὶ ποιητὴν τοῦ τοιούτου; οὐδαμῶς. ἀλλὰ τί αὐτὸν κλίνης φήσεις εἶναι; τοῦτο, ἦ δʼ ὅς, ἔμοιγε δοκεῖ μετριώτατʼ ἂν προσαγορεύεσθαι, μιμητὴς οὗ ἐκεῖνοι δημιουργοί. εἶεν, ἦν δʼ ἐγώ· τὸν τοῦ τρίτου ἄρα γεννήματος ἀπὸ τῆς φύσεως μιμητὴν καλεῖς; πάνυ μὲν οὖν, ἔφη. τοῦτʼ ἄρα ἔσται καὶ ὁ τραγῳδοποιός, εἴπερ μιμητής ἐστι, τρίτος τις ἀπὸ βασιλέως4 καὶ τῆς ἀληθείας πεφυκώς, καὶ πάντες οἱ ἄλλοι μιμηταί. κινδυνεύει.
“那么床匠呢?你刚才不正是说,他制作的并不是那个形相(即我们所说的‘床之所是’),而是某张特定的床吗?” “我确实是这样说的。” “那么,如果他所做的不是‘那所是者’,他就不是在制作‘存在者’,而是在制作某种类似于‘存在者’但又不是‘存在者’的东西?如果有人说床匠或任何其他手艺人的作品是完全真实的存在,他恐怕不会是在说真话吧?” “至少,”他说,“在那些致力于此类讨论的人看来,确实如此。” “那么,如果这件作品相对于真理来说也是某种模糊不清的东西,我们也不必感到惊奇了。” “确实不必。” “那么,”我说,“你想让我们就在这些事物的基础上来探寻这位模仿者究竟是谁吗?” “如果您愿意的话,”他说。 “那么,这就出现了三种不同的床:一种是存在于自然之中的,我想我们会说这是神所制作的。或者还能是谁呢?我想没有别人了。” “确实如此。” “另一种则是木匠做的。” “是的,”他说。 “还有一种则是画家画的。难道不是吗?” “姑且算作这样吧。” “画家、床匠、神:这三者就是这三种不同形态的床的主宰者。” “是的,三者。” “神呢,或许是因为他不想,也或者是由于某种必然性的限制,使他在自然中只能制作一张床,因此他只制作了那唯一的一张,即‘床之所是’本身。因此,这样的床,无论是两张还是更多,既不曾由神种下,以后也绝不会生长出来。” “这又是为什么呢?”他说。 “因为,”我说,“如果他只做了两张,那么就会再次出现另外一张,而那两张床又都会具有这一张的形相,于是那一张才会是‘床之所是’,而不是这两张。” “完全正确,”他说。 “我想,神正是因为知道这一点,并且希望自己成为真正存在的床的真实制作者,而不是某张特定床的制造者,也不是一个普通的床匠,所以才在自然中只产生了一张唯一的床。” “看来是这样。” “那么,你愿意我们称他为这个东西的‘自然生植者’,或者类似的称呼吗?” “这至少是公允的,”他说,“因为他确实是通过自然制造了这件东西以及其他所有东西。” “那么木匠呢?难道他不是床的制作者吗?” “是的。” “那么,画家也是这类东西的制作者和创造者吗?” “绝非如此。” “那么,你会说他是床的什么人呢?” “这个名称,”他说,“在我看来是最适度的称呼了:那两个人在制作时所制造之物的‘模仿者’。” “好极了,”我说,“那么,你是把那个与自然的产物相隔三代之作的制作人称为‘模仿者’了?” “正是如此,”他说。 “由此看来,悲剧诗人如果确实是模仿者,他在天性上也就是与‘国王’和‘真理’相隔三代的第三者,所有其他模仿者也是如此。” “看来是这样。”
- 597aὃ ἔστι κλίνη
由关系代词 ὅ 和系动词 ἔστι 组成的短语(直译为“床之所是”),是柏拉图哲学中用来指代与具体个别事物相对立的、客观存在的“理念”或“本质”的程式化表达。
- 597aοὐκ ἂν τὸ ὂν ποιοῖ
一种混合条件句,其中前件采用直陈法语现在时(εἰ μὴ ... ποιεῖ),而后件则采用 ἄν + 祈愿语(οὐκ ἂν ... ποιοῖ)。起到了在现实假设的基础上,使结论带有委婉、潜在语气(“他将不会制作……”)的效果。
- 597cοὔτε μὴ φυῶσιν
一种强烈的未来否定表达(οὐ μὴ + 虚拟语气)的变体,此处前半部分的 οὔτε 兼具了 οὐ 的否定作用。它将过去未被种植的事实(οὔτε ἐφυτεύθησαν)与未来“绝不会生长”的绝对否定形成对比。
- 597eτρίτος τις ἀπὸ βασιλέως
介词 ἀπό 表示起点(“离……/自……”)。遵循古希腊的包容性计数习惯(将起点“国王/真理”算作第一,手艺人算作第二,模仿者算作第三),其含义为“与国王相隔三代”(即相差两个层级)。
翻译:Gemini 3.5 Flash(2026-05-23 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
