← 柏拉图

理想国

§1.349

正义者的超越行为与技艺的类比

苏格拉底比较了正义者与不正义者的行为模式(是否企图超越同类或异类),并通过音乐和医术等专业技术人员的类比,指出专业人士在调音或行医时不企图超越同行,而只企图超越外行。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.349

εἰ γὰρ λυσιτελεῖν μὲν τὴν ἀδικίαν ἐτίθεσο, κακίαν μέντοι ἢ αἰσχρὸν αὐτὸ ὡμολόγεις εἶναι ὥσπερ ἄλλοι τινές, εἴχομεν ἄν τι λέγειν κατὰ τὰ νομιζόμενα λέγοντες·1 νῦν δὲ δῆλος εἶ ὅτι φήσεις αὐτὸ καὶ καλὸν καὶ ἰσχυρὸν εἶναι καὶ τἆλλα αὐτῷ πάντα προσθήσεις ἃ ἡμεῖς τῷ δικαίῳ προσετίθεμεν, ἐπειδή γε καὶ ἐν ἀρετῇ αὐτὸ καὶ σοφίᾳ ἐτόλμησας θεῖναι. ἀληθέστατα, ἔφη, μαντεύῃ. ἀλλʼ οὐ μέντοι, ἦν δʼ ἐγώ, ἀποκνητέον γε τῷ λόγῳ ἐπεξελθεῖν σκοπούμενον, ἕως ἄν σε ὑπολαμβάνω λέγειν ἅπερ διανοῇ. ἐμοὶ γὰρ δοκεῖς σύ, ὦ Θρασύμαχε, ἀτεχνῶς νῦν οὐ σκώπτειν, ἀλλὰ τὰ δοκοῦντα περὶ τῆς ἀληθείας λέγειν. τί δέ σοι, ἔφη, τοῦτο διαφέρει, εἴτε μοι δοκεῖ εἴτε μή, ἀλλʼ οὐ τὸν λόγον ἐλέγχεις; οὐδέν, ἦν δʼ ἐγώ. ἀλλὰ τόδε μοι πειρῶ ἔτι πρὸς τούτοις ἀποκρίνασθαι· ὁ δίκαιος τοῦ δικαίου δοκεῖ τί σοι ἂν ἐθέλειν πλέον ἔχειν;2 οὐδαμῶς, ἔφη· οὐ γὰρ ἂν ἦν ἀστεῖος, ὥσπερ νῦν, καὶ εὐήθης. τί δέ; τῆς δικαίας πράξεως; οὐδὲ τῆς δικαίας, ἔφη. τοῦ δὲ ἀδίκου πότερον ἀξιοῖ ἂν πλεονεκτεῖν καὶ ἡγοῖτο δίκαιον εἶναι, ἢ οὐκ ἂν ἡγοῖτο; ἡγοῖτʼ ἄν, ἦ δʼ ὅς, καὶ ἀξιοῖ, ἀλλʼ οὐκ ἂν δύναιτο. ἀλλʼ οὐ τοῦτο, ἦν δʼ ἐγώ, ἐρωτῶ, ἀλλʼ εἰ τοῦ μὲν δικαίου μὴ ἀξιοῖ πλέον ἔχειν μηδὲ βούλεται ὁ δίκαιος, τοῦ δὲ ἀδίκου; ἀλλʼ οὕτως, ἔφη, ἔχει. τί δὲ δὴ ὁ ἄδικος; ἆρα ἀξιοῖ τοῦ δικαίου πλεονεκτεῖν καὶ τῆς δικαίας πράξεως; πῶς γὰρ οὔκ; ἔφη, ὅς γε πάντων πλέον ἔχειν ἀξιοῖ; οὐκοῦν καὶ ἀδίκου γε ἀνθρώπου τε καὶ πράξεως ὁ ἄδικος πλεονεκτήσει καὶ ἁμιλλήσεται ὡς ἁπάντων πλεῖστον αὐτὸς λάβῃ; ἔστι ταῦτα. ὧδε δὴ λέγωμεν, ἔφην· ὁ δίκαιος τοῦ μὲν ὁμοίου οὐ πλεονεκτεῖ, τοῦ δὲ ἀνομοίου, ὁ δὲ ἄδικος τοῦ τε ὁμοίου καὶ τοῦ ἀνομοίου; ἄριστα, ἔφη, εἴρηκας. ἔστιν δέ γε, ἔφην, φρόνιμός τε καὶ ἀγαθὸς ὁ ἄδικος, ὁ δὲ δίκαιος οὐδέτερα; καὶ τοῦτʼ, ἔφη, εὖ. οὐκοῦν, ἦν δʼ ἐγώ, καὶ ἔοικε τῷ φρονίμῳ καὶ τῷ ἀγαθῷ ὁ ἄδικος, ὁ δὲ δίκαιος οὐκ ἔοικεν; πῶς γὰρ οὐ μέλλει, ἔφη, ὁ τοιοῦτος ὢν καὶ ἐοικέναι τοῖς τοιούτοις, ὁ δὲ μὴ ἐοικέναι; καλῶς. τοιοῦτος ἄρα ἐστὶν ἑκάτερος αὐτῶν οἷσπερ ἔοικεν;3 ἀλλὰ τί μέλλει; ἔφη. εἶεν, ὦ Θρασύμαχε· μουσικὸν δέ τινα λέγεις, ἕτερον δὲ ἄμουσον; ἔγωγε. πότερον φρόνιμον καὶ πότερον ἄφρονα; τὸν μὲν μουσικὸν δήπου φρόνιμον, τὸν δὲ ἄμουσον ἄφρονα. οὐκοῦν καὶ ἅπερ φρόνιμον, ἀγαθόν, ἃ δὲ ἄφρονα, κακόν; ναί. τί δὲ ἰατρικόν; οὐχ οὕτως; οὕτως. δοκεῖ ἂν οὖν τίς σοι, ὦ ἄριστε, μουσικὸς ἀνὴρ ἁρμοττόμενος λύραν ἐθέλειν μουσικοῦ ἀνδρὸς ἐν τῇ ἐπιτάσει καὶ ἀνέσει τῶν χορδῶν πλεονεκτεῖν ἢ ἀξιοῦν πλέον ἔχειν; οὐκ ἔμοιγε. τί δέ; ἀμούσου; ἀνάγκη, ἔφη.

“因为,如果你假设不正义是有利的,但像其他某些人那样,承认它本身是一种恶德或可耻的事,我们本可以按照通常的观念说话,从而有话可说。但现在很明显,你会说它既美又强,并且会把我们归之于正义的所有其他特征都归之于它,因为你甚至敢于把它归入美德和智慧之列。” “你预测得极准,”他说。 “然而,”我说,“只要我认为你是在说你的真实想法,我们就不应该畏缩,而应当继续通过论辩进行审视。因为在我看来,色拉叙马霍斯,你现在绝对不是在开玩笑,而是在说你对真理的真实看法。” “这对你有什么关系呢,”他说,“无论我信不信,你为什么不直接去论驳这个论点呢?” “确实没什么关系,”我说。“但请在这些之外,再试着回答我这个问题:在你看来,正义的人会想比另一个正义的人占更多便宜吗?” “决不,”他说,“否则他就不会像现在这样温和而愚直了。” “那么,比正义的行为占更多便宜呢?” “连比正义的行为也不想,”他说。 “那么对于不正义的人,他会要求占便宜,并且认为这是正义的吗,还是不认为?” “他会这样认为,”他说,“也会这样要求,但他不会做得到。” “但我不是问这个,”我说,“而是问:正义的人是不是不要求也不愿意比正义的人占更多便宜,却对不正义的人这样做?” “情况正是这样,”他说。 “那么不正义的人呢?他会要求比正义的人和正义的行为占更多便宜吗?” “怎么不呢?”他说,“因为他要求比所有的人占便宜。” “那么,不正义的人也会在面对不正义的人和不正义的行为时占便宜,并力图使自己得到最多吗?” “正是这样。” “那我们就像这样说吧,”我说,“正义的人不比他的同类占便宜,而是比他的异类占便宜;而不正义的人则既比他的同类也比他的异类占便宜?” “你说得好极了,”他说。 “而且,”我说,“不正义的人既聪明又好,而正义的人两样都不是?” “这也说得对,”他说。 “那么,”我说,“不正义的人也像聪明和好的人,而正义的人不像?” “既然他是这样的人,怎么会不像这样的人呢?而正义的人自然不像。” “好。那么他们每一个人都是他所相像的那种人吗?” “还能是什么呢?”他说。 “好吧,色拉叙马霍斯。你把某个人称为有音乐素养的人,而把另一个人称为没有音乐素养的人吗?” “我承认。” “哪一个聪明,哪一个愚蠢?” “有音乐素养的人自然聪明,没有音乐素养的人愚蠢。” “那么,聪明的人就是好的,愚蠢的人就是坏的吗?” “是的。” “那么关于医术呢?不也是这样吗?” “也是这样。” “那么,优秀的朋友,在你看来,一个有音乐素养的人在给竖琴调音时,会在弦的紧缩和松弛上,想要比另一个有音乐素养的人占更多便宜,或者要求得到更多吗?” “我觉得不会。” “那么,对没有音乐素养的人呢?” “必然如此,”他说。

语法注3 条
  1. 349εἴχομεν ἄν τι λέγειν κατὰ τὰ νομιζόμενα λέγοντες

    带有 ἄν 的直陈式过去(未完成过去)的反事实条件句归结句(εἴχομεν ἄν),与条件从句(ἐτίθεσο ... ὡμολόγεις)相结合,表达与当前事实相反的假设:“如果我们按照通常的观点说话,我们本会有话可说”。分词 λέγοντες 充当条件(“如果说话”)或手段。

  2. 349bὁ δίκαιος τοῦ δικαίου δοκεῖ τί σοι ἂν ἐθέλειν πλέον ἔχειν;

    动词 δοκεῖ 在此作为人称动词,以 ὁ δίκαιος 为主语。语气助词 ἄν 作用于不定式 ἐθέλειν,赋予其潜在的语气(“是否会想要……”)。短语 πλέον ἔχειν 是一组习语,意为“比他人占更多便宜、超越、胜过”(与“贪婪/占便宜”的观念相关)。

  3. 349dτοιοῦτος ἄρα ἐστὶν ἑκάτερος αὐτῶν οἷσπερ ἔοικεν;

    关系结构 τοιοῦτος... οἷσπερ(“正如他所相像的那样”)建立了一个关键的逻辑前提:每个人实际上都具有其所相似的阶级的特征。这种等同关系在随后苏格拉底的驳论中,起到了确定“不正义者即无知且坏、正义者即聪明且好”这一结论的关键作用。

翻译:Gemini 3.5 Flash(2026-05-23 发布)urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:1.349