- 底本
- Platonis Opera, Tomus III: Tetralogia V-VII. Burnet, John, editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg027.humanitext-grc2:539-540
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-26
苏格拉底引用荷马史诗中关于预言术的诗句,说明每门技术都有其专属领域。对此,伊翁声称诵人特有的领域与将领之术相同,并坚称这两种技术毫无区别。
ΣΩ. "δαιμόνιοι, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γυῖα, οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί· εἰδώλων τε πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλὴ ἱεμένων1 ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ οὐρανοῦ ἐξαπόλωλε, κακὴ δʼ ἐπιδέδρομεν ἀχλύς·" πολλαχοῦ δὲ καὶ ἐν Ἰλιάδι, οἷον καὶ ἐπὶ τειχομαχίᾳ· λέγει γὰρ καὶ ἐνταῦθα -- "ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν, αἰετὸς ὑψιπέτης, ἐπʼ ἀριστερὰ λαὸν ἐέργων, φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον, ζῷον, ἔτʼ ἀσπαίροντα· καὶ οὔπω λήθετο χάρμης. κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν2 ἰδνωθεὶς ὀπίσω, ὁ δʼ ἀπὸ ἕθεν ἧκε χαμᾶζε ἀλγήσας ὀδύνῃσι, μέσῳ δʼ ἐνὶ κάββαλʼ ὁμίλῳ· αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο." ταῦτα φήσω καὶ τὰ τοιαῦτα τῷ μάντει προσήκειν καὶ σκοπεῖν καὶ κρίνειν. ΙΩΝ. ἀληθῆ γε σὺ λέγων, ὦ Σώκρατες. ΣΩ. καὶ σύ γε, ὦ Ἴων, ἀληθῆ ταῦτα λέγεις. ἴθι δὴ καὶ σὺ ἐμοί, ὥσπερ ἐγὼ σοὶ ἐξέλεξα καὶ ἐξ Ὀδυσσείας καὶ ἐξ Ἰλιάδος ὁποῖα τοῦ μάντεώς ἐστι καὶ ὁποῖα τοῦ ἰατροῦ καὶ ὁποῖα τοῦ ἁλιέως, οὕτω καὶ σὺ ἐμοὶ ἔκλεξον, ἐπειδὴ καὶ ἐμπειρότερος εἶ ἐμοῦ τῶν Ὁμήρου, ὁποῖα τοῦ ῥαψῳδοῦ ἐστιν, ὦ Ἴων, καὶ τῆς τέχνης τῆς ῥαψῳδικῆς, ἃ τῷ ῥαψῳδῷ προσήκει καὶ σκοπεῖσθαι καὶ διακρίνειν παρὰ τοὺς ἄλλους ἀνθρώπους. ΙΩΝ. ἐγὼ μέν φημι, ὦ Σώκρατες, ἅπαντα. ΣΩ. οὐ σύ γε φῄς, ὦ Ἴων, ἅπαντα· ἢ οὕτως ἐπιλήσμων εἶ; καίτοι οὐκ ἂν πρέποι γε ἐπιλήσμονα εἶναι ῥαψῳδὸν ἄνδρα.
苏格拉底: “‘不幸的人们,你们正在遭受什么灾难?黑夜 笼罩了你们的头部、面部以及下面的四肢, 哀号声在燃烧,双颊挂满泪水; 门廊里挤满了幽灵,庭院里也塞满了幽灵, 他们正奔向冥府的黑暗深渊;太阳已经 自天空中消失,不祥的浓雾已经笼罩下来。’” 在《伊利亚斯》的许多地方也是如此,例如关于城墙之战;因为他在那里也这样说道—— “‘当他们渴望跨越过去时,一只鸟飞到了他们头上, 那是一只高飞的雄鹰,在左侧约束着队伍, 它的双爪正抓着一条巨大而血红的蛇, 活生生的、还在挣扎的蛇;它还没有忘记战斗。 因为那条蛇向后反咬,咬中了抓住它的鹰的胸部、脖颈之旁;而鹰 因剧痛而将它从自己身上抛落到地上, 丢在了人群的中间; 而鹰自己尖叫着,顺着风息飞走了。’” 我将说,这些事和诸如此类的事,正是属于预言家去考察和判定的。 伊翁:你说的确实是真话,苏格拉底。 苏格拉底:而你,伊翁,说的也是真话。来吧,你也要为我,正如我为你从《奥德赛》和《伊利亚斯》中挑选出属于预言家的、属于医生的、以及属于渔夫的事物那样,你也为我挑选一下,既然你比我更精通荷马的作品。伊翁,哪些是属于诵人以及诵人艺术的事物,是适合诵人比其他人更好地去考察和辨别的? 伊翁:我嘛,苏格拉底,我认为是所有的事情。 苏格拉底:你可没有说是所有的事情,伊翁;还是说你竟然如此善忘?然而,对于一个当诵人的人来说,健忘可真是不太相称。
ΙΩΝ. τί δὲ δὴ ἐπιλανθάνομαι; ΣΩ. οὐ μέμνησαι ὅτι ἔφησθα τὴν ῥαψῳδικὴν τέχνην ἑτέραν εἶναι τῆς ἡνιοχικῆς; ΙΩΝ. μέμνημαι. ΣΩ. οὐκοῦν καὶ ἑτέραν οὖσαν ἕτερα γνώσεσθαι ὡμολόγεις; ΙΩΝ. ναί. ΣΩ. οὐκ ἄρα πάντα γε γνώσεται ἡ ῥαψῳδικὴ κατὰ τὸν σὸν λόγον οὐδὲ ὁ ῥαψῳδός. ΙΩΝ. πλήν γε ἴσως τὰ τοιαῦτα, ὦ Σώκρατες. ΣΩ. τὰ τοιαῦτα δὲ λέγεις πλὴν τὰ τῶν ἄλλων τεχνῶν σχεδόν τι· ἀλλὰ ποῖα δὴ γνώσεται, ἐπειδὴ οὐχ ἅπαντα; ΙΩΝ. ἃ πρέπει, οἶμαι ἔγωγε, ἀνδρὶ εἰπεῖν καὶ ὁποῖα γυναικί, καὶ ὁποῖα δούλῳ καὶ ὁποῖα ἐλευθέρῳ, καὶ ὁποῖα ἀρχομένῳ καὶ ὁποῖα ἄρχοντι. ΣΩ. ἆρα ὁποῖα ἄρχοντι, λέγεις, ἐν θαλάττῃ χειμαζομένου πλοίου πρέπει εἰπεῖν, ὁ ῥαψῳδὸς γνώσεται κάλλιον ἢ ὁ κυβερνήτης; ΙΩΝ. οὔκ, ἀλλὰ ὁ κυβερνήτης τοῦτό γε. ΣΩ. ἀλλʼ ὁποῖα ἄρχοντι κάμνοντος πρέπει εἰπεῖν, ὁ ῥαψῳδὸς γνώσεται κάλλιον ἢ ὁ ἰατρός; ΙΩΝ. οὐδὲ τοῦτο. ΣΩ. ἀλλʼ οἷα δούλῳ πρέπει, λέγεις; ΙΩΝ. ναί. ΣΩ. οἷον βουκόλῳ λέγεις δούλῳ ἃ πρέπει εἰπεῖν ἀγριαινουσῶν βοῶν παραμυθουμένῳ, ὁ ῥαψῳδὸς γνώσεται ἀλλʼ οὐχ ὁ βουκόλος; ΙΩΝ. οὐ δῆτα. ΣΩ. ἀλλʼ οἷα γυναικὶ πρέποντά ἐστιν εἰπεῖν ταλασιουργῷ περὶ ἐρίων ἐργασίας; ΙΩΝ. οὔ. ΣΩ. ἀλλʼ οἷα ἀνδρὶ πρέπει εἰπεῖν γνώσεται στρατηγῷ στρατιώταις παραινοῦντι; ΙΩΝ. ναί, τὰ τοιαῦτα γνώσεται ὁ ῥαψῳδός. ΣΩ. τί δέ; ἡ ῥαψῳδικὴ τέχνη στρατηγική ἐστιν; ΙΩΝ. Γνοίην γοῦν ἂν ἔγωγε οἷα στρατηγὸν πρέπει εἰπεῖν.3 ΣΩ. ἴσως γὰρ εἶ καὶ στρατηγικός, ὦ Ἴων. καὶ γὰρ εἰ ἐτύγχανες ἱππικὸς ὢν ἅμα καὶ κιθαριστικός, ἔγνως ἂν ἵππους εὖ καὶ κακῶς ἱππαζομένους· ἀλλʼ εἴ σʼ ἐγὼ ἠρόμην· ποτέρᾳ δὴ τέχνῃ, ὦ Ἴων, γιγνώσκεις τοὺς εὖ ἱππαζομένους ἵππους; ᾗ ἱππεὺς εἶ ἢ ᾗ κιθαριστής; τί ἄν μοι ἀπεκρίνω; ΙΩΝ. ἧι ἱππεύς, ἔγωγʼ ἄν. ΣΩ. οὐκοῦν εἰ καὶ τοὺς εὖ κιθαρίζοντας διεγίγνωσκες, ὡμολόγεις ἄν, ᾗ κιθαριστὴς εἶ, ταύτῃ διαγιγνώσκειν, ἀλλʼ οὐχ ᾗ ἱππεύς. ΙΩΝ. ναί. ΣΩ. ἐπειδὴ δὲ τὰ στρατιωτικὰ γιγνώσκεις, πότερον ᾗ στρατηγικὸς εἶ γιγνώσκεις ἢ ᾗ ῥαψῳδὸς ἀγαθός; ΙΩΝ. οὐδὲν ἔμοιγε δοκεῖ διαφέρειν.
伊翁:那我到底忘记了什么呢? 苏格拉底:你不记得你曾说过,诵人的技术与御车的技术是不同的吗? 伊翁:我记得。 苏格拉底:那么,既然它是不同的,你也同意它会认识不同的事物吧? 伊翁:是的。 苏格拉底:那么根据你的说法,诵人艺术不会认识所有的事情,诵人也不会。 伊翁:苏格拉底,也许除了那些事情之外吧。 苏格拉底:你所说的“那些事情”,大约是排除了其他技术所涉及的事情;但既然不是所有的事情,它到底会认识哪些事情呢? 伊翁:依我看,是一个男人适合说的话,以及一个女人适合说的话,一个奴隶适合说的话,一个自由人适合说的话,一个被统治者适合说的话,一个统治者适合说的话。 苏格拉底:你指,在海上遭遇暴风雨的船只上,一个统治者适合说的话,诵人会比掌舵人认识得更好吗? 伊翁:不,这件事确实是掌舵人。 苏格拉底:那么,统治病人的人适合说的话,诵人会比医生认识得更好吗? 伊翁:这也不是。 苏格拉底:但你是指适合奴隶说的话吗? 伊翁:是的。 苏格拉底:例如,一个当牧牛工的奴隶在安抚狂躁的母牛时适合说的话,你说是诵人而不是牧牛工会认识它吗? 伊翁:绝非如此。 苏格拉底:那么,一个纺毛线的工作女工适合说的、关于毛线加工的话呢? 伊翁:不。 苏格拉底:那么,一个当将军的男人在鼓励士兵时适合说的话,他会认识吗? 伊翁:是的,此类事情诵人会认识。 苏格拉底:那么,诵人的技术就是将领的技术吗? 伊翁:至少我能认识一个将军适合说些什么。 苏格拉底:这或许是因为,伊翁,你也懂得将领之术吧。因为,如果你恰好既精通骑术又擅长弹奏基萨拉琴,你就会知道马匹骑得好还是坏;但是,如果我问你: “伊翁,你到底是通过哪一门技术认识骑得好的马匹?是凭借你是一个骑手,还是凭借你是一个琴手?” 你会怎么回答我? 伊翁:我会回答,凭借我是一个骑手。 苏格拉底:那么,如果你也能辨别弹得好的基萨拉琴手,你会同意你是凭借你是一个琴手、而不是凭借你是一个骑手来辨别的。 伊翁:是的。 苏格拉底:既然你认识军事事务,你是凭借你懂得将领之术来认识,还是凭借你是一个优秀的诵人? 伊翁:在我看来,这两者似乎毫无区别。
- 539aἱεμένων
现在分词 ἱεμένων(源自 ἵεμαι“急行”)作定语,修饰前文的属格名词 εἰδώλων(“幽灵的”)。副词短语 ἔρεβόσδε ὑπὸ ζόφον(“在黑暗中奔向冥府”)表示方向,修饰该分词。
- 539cκόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν
动词 κόψε(“咬、击”)的主语是省略的“蛇” (δράκοντα)。宾语 αὐτὸν 指代雄鹰,宾格现在分词 ἔχοντα(“抓住”)修饰 αὐτὸν。分词 ἔχοντα 的逻辑宾语是蛇自身。主格分词 ἰδνωθεὶς(“向后弯曲身子”)修饰主句的主语(蛇)。
- 540dΓνοίην γοῦν ἂν ἔγωγε οἷα στρατηγὸν πρέπει εἰπεῖν.
Γνοίην ἂν(希求法搭配 ἄν)表示潜在的可能性(“我能知道”)。在非人称动词 πρέπει(“合适”)引导的“对格与不定式”结构中,στρατηγὸν(对格)是不定式 εἰπεῖν 的逻辑主语,意为“将军所说的”。关系代词 οἷα 是 εἰπεῖν 的宾语,整个从句作 γνοίην ἂν 的宾语。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
