← 柏拉图

小希庇亚篇

§365-366

虚假者的能力与智慧的定义

希庇亚将阿喀琉斯定义为单纯诚实的人,将奥德修斯定义为多谋虚假的人。苏格拉底引导希庇亚同意虚假者在欺骗方面是有能力且有智慧的,并以计算术为例探讨了“有能力”的定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§365

ΙΠ. ἥκιστά γε, ὦ Σώκρατες, ἀλλʼ ἁπλούστατος καὶ ἀληθέστατος, ἐπεὶ καὶ ἐν Λιταῖς,1 ἡνίκα πρὸς ἀλλήλους ποιεῖ αὐτοὺς διαλεγομένους, λέγει αὐτῷ ὁ Ἀχιλλεὺς πρὸς τὸν Ὀδυσσέα— "διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν, ὥσπερ δὴ κρανέω τε καὶ ὡς τελέεσθαι ὀίω· ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν," "ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ. αὐτὰρ ἐγὼν ἐρέω, ὡς καὶ τετελεσμένον ἔσται." ἐν τούτοις δηλοῖ τοῖς ἔπεσιν τὸν τρόπον ἑκατέρου τοῦ ἀνδρός, ὡς ὁ μὲν Ἀχιλλεὺς εἴη ἀληθής τε καὶ ἁπλοῦς, ὁ δὲ Ὀδυσσεὺς πολύτροπός τε καὶ ψευδής· ποιεῖ γὰρ τὸν Ἀχιλλέα εἰς τὸν Ὀδυσσέα λέγοντα ταῦτα τὰ ἔπη. ΣΩ. νῦν ἤδη, ὦ Ἱππία, κινδυνεύω μανθάνειν ὃ λέγεις· τὸν πολύτροπον ψευδῆ λέγεις, ὥς γε φαίνεται. ΙΠ. μάλιστα, ὦ Σώκρατες· τοιοῦτον γὰρ πεποίηκεν τὸν Ὀδυσσέα Ὅμηρος πολλαχοῦ καὶ ἐν Ἰλιάδι καὶ ἐν Ὀδυσσείᾳ. ΣΩ. ἐδόκει ἄρα, ὡς ἔοικεν, Ὁμήρῳ ἕτερος μὲν εἶναι ἀνὴρ ἀληθής, ἕτερος δὲ ψευδής, ἀλλʼ οὐχ ὁ αὐτός. ΙΠ. πῶς γὰρ οὐ μέλλει, ὦ Σώκρατες; ΣΩ. ἦ καὶ σοὶ δοκεῖ αὐτῷ, ὦ Ἱππία; ΙΠ. πάντων μάλιστα· καὶ γὰρ ἂν δεινὸν εἴη εἰ μή. ΣΩ. τὸν μὲν Ὅμηρον τοίνυν ἐάσωμεν, ἐπειδὴ καὶ ἀδύνατον ἐπανερέσθαι τί ποτε νοῶν ταῦτα ἐποίησεν τὰ ἔπη· σὺ δʼ ἐπειδὴ φαίνῃ ἀναδεχόμενος τὴν αἰτίαν, καὶ σοὶ συνδοκεῖ ταῦτα ἅπερ φῂς Ὅμηρον λέγειν, ἀπόκριναι κοινῇ ὑπὲρ Ὁμήρου τε καὶ σαυτοῦ.2 ΙΠ. ἔσται ταῦτα· ἀλλʼ ἐρώτα ἔμβραχυ ὅτι βούλει. ΣΩ. τοὺς ψευδεῖς λέγεις οἷον ἀδυνάτους τι ποιεῖν, ὥσπερ τοὺς κάμνοντας, ἢ δυνατούς τι ποιεῖν; ΙΠ. δυνατοὺς ἔγωγε καὶ μάλα σφόδρα ἄλλα τε πολλὰ καὶ ἐξαπατᾶν ἀνθρώπους. ΣΩ. δυνατοὶ μὲν δή, ὡς ἔοικεν, εἰσὶ κατὰ τὸν σὸν λόγον καὶ πολύτροποι· ἦ γάρ; ΙΠ. ναί. ΣΩ. πολύτροποι δʼ εἰσὶ καὶ ἀπατεῶνες ὑπὸ ἠλιθιότητος καὶ ἀφροσύνης, ἢ ὑπὸ πανουργίας καὶ φρονήσεώς τινος; ΙΠ. ὑπὸ πανουργίας πάντων μάλιστα καὶ φρονήσεως. ΣΩ. φρόνιμοι μὲν ἄρα εἰσίν, ὡς ἔοικεν. ΙΠ. ναὶ μὰ Δία, λίαν γε. ΣΩ. φρόνιμοι δὲ ὄντες οὐκ ἐπίστανται ὅτι ποιοῦσιν, ἢ ἐπίστανται; ΙΠ. καὶ μάλα σφόδρα ἐπίστανται· διὰ ταῦτα καὶ κακουργοῦσιν. ΣΩ. ἐπιστάμενοι δὲ ταῦτα ἃ ἐπίστανται πότερον ἀμαθεῖς εἰσιν ἢ σοφοί;

希:绝非如此,苏格拉底,他被塑造得最单纯、最真实。因为在恳求的诗行中,当诗人让他们互相交谈时,阿喀琉斯对奥德修斯说,对他说道—— “宙斯的后代,拉埃尔特斯之子,多谋的奥德修斯, 我确实必须直截了当地说出我的话, 正如我打算完成它,以及我认为它将被实现那样; 因为对我来说,像哈迪斯之门一样可恨的,是那个人,” “他心里藏着一件事,嘴上却说着另一件。 但我将说出我将如何完成它。” 在这些诗句中,他清楚地表明了这两个人各自的性格,阿喀琉斯是真实和单纯的,而奥德修斯是多谋且虚假的;因为他让阿喀琉斯对奥德修斯说出了这些诗句。 苏:希庇亚,现在我终于开始理解你的意思了。看起来,你把多谋的人称为虚假的人。 希:正是如此,苏格拉底。因为荷马在许多地方,无论是在《伊利亚特》还是在《奥德赛》中,都把奥德修斯塑造成这样的人。 苏:那么,看起来在荷马看来,说真话的人是一回事,说假话的人是另一回事,而不是同一个人。 希:怎么可能不是呢,苏格拉底? 苏:希庇亚,你也是这样看的吗? 希:最赞同不过了,如果不这样看就太怪异了。 苏:那么我们先把荷马放一边,因为既然已经不可能再去问他创作这些诗句时到底是怎么想的了。但是,既然你似乎承担起了这个责任,而且你也同意你所说的荷马的意思,那么请代表荷马和你自己一起回答。 希:那就这样吧。请简短地提问你想问的任何事情。 苏:你说那些虚假的人,是像病人一样无法做任何事情,还是有能力做某些事情? 希:当然是有能力的,而且非常有能力做许多其他事情,特别是欺骗人。 苏:根据你的说法,他们显然是有能力的,而且是多谋的,是吗? 希:是的。 苏:那他们多谋并欺骗人,是因为愚蠢和无知,还是因为狡黠和某种智慧? 希:最主要的是因为狡黠和智慧。 苏:那么他们显然是聪明的。 希:凭宙斯起誓,简直太聪明了。 苏:既然聪明,他们是不知道自己在做什么,还是知道? 希:他们非常清楚。正因为如此,他们才作恶。 苏:既然知道他们所知道的这些事,他们是无知的还是智慧的?

§366

ΙΠ. σοφοὶ μὲν οὖν αὐτά γε ταῦτα, ἐξαπατᾶν. ΣΩ. ἔχε δή· ἀναμνησθῶμεν τί ἐστιν ὃ λέγεις. τοὺς ψευδεῖς φῂς εἶναι δυνατοὺς καὶ φρονίμους καὶ ἐπιστήμονας καὶ σοφοὺς εἰς ἅπερ ψευδεῖς; ΙΠ. φημὶ γὰρ οὖν. ΣΩ. ἄλλους δὲ τοὺς ἀληθεῖς τε καὶ ψευδεῖς, καὶ ἐναντιωτάτους ἀλλήλοις; ΙΠ. λέγω ταῦτα. ΣΩ. φέρε δή· τῶν μὲν δυνατῶν τινες καὶ σοφῶν, ὡς ἔοικεν, εἰσὶν οἱ ψευδεῖς κατὰ τὸν σὸν λόγον. ΙΠ. μάλιστά γε. ΣΩ. ὅταν δὲ λέγῃς δυνατοὺς καὶ σοφοὺς εἶναι τοὺς ψευδεῖς εἰς αὐτὰ ταῦτα, πότερον λέγεις δυνατοὺς εἶναι ψεύδεσθαι ἐὰν βούλωνται, ἢ ἀδυνάτους εἰς ταῦτα ἅπερ ψεύδονται;3 ΙΠ. δυνατοὺς ἔγωγε. ΣΩ. ὡς ἐν κεφαλαίῳ ἄρα εἰρῆσθαι, οἱ ψευδεῖς εἰσιν οἱ σοφοί τε καὶ δυνατοὶ ψεύδεσθαι. ΙΠ. ναί. ΣΩ. ἀδύνατος ἄρα ψεύδεσθαι ἀνὴρ καὶ ἀμαθὴς οὐκ ἂν εἴη ψευδής. ΙΠ. ἔχει οὕτως. ΣΩ. δυνατὸς δέ γʼ ἐστὶν ἕκαστος ἄρα, ὃς ἂν ποιῇ τότε ὃ ἂν βούληται,4 ὅταν βούληται· οὐχ ὑπὸ νόσου λέγω ἐξειργόμενον οὐδὲ τῶν τοιούτων, ἀλλὰ ὥσπερ σὺ δυνατὸς εἶ γράψαι τοὐμὸν ὄνομα ὅταν βούλῃ, οὕτω λέγω. ἢ οὐχ, ὃς ἂν οὕτως ἔχῃ, καλεῖς σὺ δυνατόν; ΙΠ. ναί. ΣΩ. λέγε δή μοι, ὦ Ἱππία, οὐ σὺ μέντοι ἔμπειρος εἶ λογισμῶν καὶ λογιστικῆς; ΙΠ. πάντων μάλιστα, ὦ Σώκρατες. ΣΩ. οὐκοῦν εἰ καί τίς σε ἔροιτο τὰ τρὶς ἑπτακόσια ὁπόσος ἐστὶν ἀριθμός, εἰ βούλοιο, πάντων τάχιστα καὶ μάλιστʼ ἂν εἴποις τἀληθῆ περὶ τούτου; ΙΠ. πάνυ γε. ΣΩ. ἆρα ὅτι δυνατώτατός τε εἶ καὶ σοφώτατος κατὰ ταῦτα; ΙΠ. ναί. ΣΩ. πότερον οὖν σοφώτατός τε εἶ καὶ δυνατώτατος μόνον, ἢ καὶ ἄριστος ταῦτα ἅπερ δυνατώτατός τε καὶ σοφώτατος, τὰ λογιστικά; ΙΠ. καὶ ἄριστος δήπου, ὦ Σώκρατες. ΣΩ. τὰ μὲν δὴ ἀληθῆ σὺ ἂν δυνατώτατα εἴποις περὶ τούτων· ἦ γάρ; ΙΠ. οἶμαι ἔγωγε.

希:在这件事本身上,他们当然是智慧的,即欺骗。 苏:且慢,让我们回想一下你所说的话。你认为虚假的人在他们说假话的这些事情上是有能力的、聪明的、有知识的且智慧的吗? 希:我确实是这么认为的。 苏:而真实的人和虚假的人是不同的人,且彼此最为对立? 希:我是这么说的。 苏:那么,根据你的说法,在有能力和智慧的人中,也有虚假的人。 希:正是如此。 苏:当你说虚假的人在这些事情上是有能力和智慧的时候,你是说他们如果愿意的话是有能力说谎的,还是在他们说谎的事情上是没有能力的? 希:当然是有能力的。 苏:总而言之,虚假的人就是那些有智慧且有能力说谎的人。 希:是的。 苏:因此,一个没有能力说谎且无知的人,就不会是虚假的。 希:正是如此。 苏:而每个人如果能在想做的时候就做他想做的事,他就是有能力的——我指的不是因疾病或类似的事情受阻,而是像你有能力在想写的时候写下我的名字那样。难道你不把处于这种状态的人称为有能力的吗? 希:是的。 苏:那么告诉我,希庇亚,你难道不是对计算和计算术非常精通吗? 希:最精通不过了,苏格拉底。 苏:那么,如果有人问你三乘七百是多少,如果你愿意,你难道不能最快地且最准确地关于它说出真相吗? 希:当然可以。 苏:这是因为你在这些事情上是最有能力且最智慧的吗? 希:是的。 苏:那么,在这些你最有能力和最智慧的事情上,即计算术上,你不仅是最智慧和最有能力的,而且也是最优秀的吗? 希:当然也是最优秀的,苏格拉底。 苏:那么,你在这些事情上,将能够最有力地说出真相,是吗? 希:我想是的。

语法注4 条
  1. 365ἐν Λιταῖς

    此处的“恳求”(Litai)指的是《伊利亚特》第九卷(约第502行起)中将恳求拟人化的段落,或者在古代泛指包含向阿喀琉斯派遣使者的整个第九卷。

  2. 365dἀπόκριναι κοινῇ ὑπὲρ Ὁμήρου τε καὶ σαυτοῦ

    苏格拉底指出既然无法直接询问已故的荷马,便敦促作为荷马解释者并承担其观点责任的希庇亚“共同代表荷马和你自己”进行回答。

  3. 366bπότερον λέγεις δυνατοὺς εἶναι ψεύδεσθαι ἐὰν βούλωνται, ἢ ἀδυνάτους εἰς ταῦτα ἅπερ ψεύδονται;

    选择疑问句结构。后半部分与前半部分的“如果他们愿意”相对比。苏格拉底借此促使希庇亚明确,“有能力说谎”是指在有意愿时能够自主控制说谎,还是指缺乏说真话的能力。

  4. 366bὃς ἂν ποιῇ τότε ὃ ἂν βούληται, ὅταν βούληται

    “能力”(δύναμις)的定义。在柏拉图对话录中,“有能力的”(δυνατός)被定义为拥有一种自主控制力,即能够在自己想做的时候做自己想做的事。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(4 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 译文 1 处
  • 2026-09-21 AI校阅 — 注 1 处
  • 2026-09-21 AI校阅 — 原文 1 处
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0059.tlg026.humanitext-grc2:365-366